<< Ραψωδία δ [ Εἰσαγωγή ] Ραψωδία ζ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία ε
Ὀδυσσέως σχεδία.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ᾽ ἄρα τοῖσι
Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
Ἀπ' τοῦ πανώριου Τιθωνοῦ τὴν ἀγκαλιὰ ἡ Αὐγούλα
σηκώθη, κι ἔφερε τὸ φῶς σὲ ἀθάνατους κι ἀνθρώπους.
Καὶ συγκαθίζαν οἱ θεοί, καὶ μὲς σ' αὐτοὺς κι ὁ Δίας
ὁ ἁψηλοβρόντης, ποὺ τρανὴ στὰ οὐράνια ἡ δύναμή του.
5 τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος
μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
Κι ἡ Ἀθηνᾶ, θυμήθηκε τὰ πάθια τοῦ Ὀδυσσέα,
πονώντας τον ποὺ ἡ Καλυψὼ τὸν κράταε, καὶ τοὺς εἶπε·
  "Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
     “Πατέρα Δία, καὶ θεοὶ μακαριστοὶ κι αἰώνιοι,
κανένας βασιλιὰς γλυκός, καλόβουλος καὶ δίκιος
10 ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι·
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
ἀλλ᾽ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
πιὰ ἂς μὴ φανῆ, παρὰ σκληρὸς καὶ κακοπράχτης νά 'ναι,
ἀφοῦ κανένας τὸ θεϊκὸ Ὀδυσσέα δὲ θυμᾶται
μὲς στὸ λαὸ ποὺ σὰ γονιὸς μὲ ἀγάπη κυβερνοῦσε.
Πὰς σὲ νησὶ αὐτὸς κοίτεται καὶ δέρνεται ἀπὸ πόνους,
στῆς θέαινας τῆς Καλυψῶς, ποὺ μὲ τὸ ζόρι ἐκεῖθε
15 ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
οἴκαδε νισόμενον· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
κρατάει τον, καὶ δὲ δύνεται νὰ δῆ γλυκειὰ πατρίδα·
τὶ μήτε πλοῖα μὲ τὰ κουπιὰ μήτε συντρόφους ἔχει,
νὰ τόνε ταξιδέψουνε στῆς θάλασσας τὰ πλάτια.
Καὶ τώρα θὲν τὸ γιόκα του στὸ γυρισμὸ νὰ κόψουν,
ποὺ νὰ γυρέψη μίσεψε μαντάτα τοῦ γονιοῦ του,
20 ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν."
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
στὴ θεία τὴ Λακεδαίμονα καὶ στὴν καλὴ τὴν Πύλο.”
Κι ὁ Δίας γυρνάει καὶ κρένει της, ὁ συννεφομαζώχτης·
“Τί λόγο ἀπὸ τὰ χείλη σου ξεστόμισες, παιδί μου ;
δὲν εἶσαι ἐσὺ ποὺ τό' βαλες στὸ νοῦ σου νά 'ρθη πίσω
ὁ Ὀδυσσέας, καὶ γδικιωμὸ σ' ὁλους αὐτοὺς νὰ φέρη;
25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
μνηστῆρες δ᾽ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται."
Μὲ τρόπο τὸν Τηλέμαχο, σὰν ποὺ ἐσὺ ξέρεις, στεῖλ' τον,
νὰ φτάση στὴν πατρίδα του χωρὶς κακὸ νὰ τοῦ 'ρθη,
καὶ νὰ γυρίσουν ἀδειανοὶ οἱ μνηστῆρες μὲ τὸ πλοῖο.”
  ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
"Ἑρμεία, σὺ γὰρ αὖτε τά τ᾽ ἄλλα περ ἄγγελός ἐσσι,
     Κι αὐτὰ σὰν εἶπε, γύρισε πρὸς τὸν Ἑρμῆ τὸ γιό του,
καὶ λέει· “Ἑρμῆ, ποὺ σὲ ὅλα ἐσὺ μαντάτορας μᾶς εἶσαι,
30 νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
ἀλλ᾽ ὅ γ᾽ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
ἤματί κ᾽ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
πὲς τῆς ὡριόμαλλης θεᾶς τὴν ἄσφαλτη βουλή μας,
πὼς θέμε ὁ καρτερόψυχος Δυσσέας στὰ χώματά του,
χωρὶς ἀνθρώπου ἢ καὶ θεοῦ συνέργεια νὰ γυρίση·
σὲ σάλι αὐτὸς γερόδετο πολλὰ σὰν κακοπάθη,
σὲ εἴκοσι μέρες τῆς Σκεριᾶς τὴν πλούσια γῆς θὰ φτάση,
35 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
πέμψουσιν δ᾽ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
ποὺ κατοικοῦνε οἱ Φαίακες οἱ θεογεννημένοι·
αὐτοὶ μὲ πρόθυμη καρδιὰ σὰ θεὸ θὰ τὸν τιμήσουν,
καὶ στὴ γλυκειὰ πατρίδα του μὲ πλοῖο θὰ τόνε στείλουν,
χαλκό, χρυσάφι, φορεσὲς περίσσιες δίνοντάς του,
ποὺ μήτε ἀπ' τὴν Τρωάδα αὐτὸς δὲ θά 'φερνε μαζί του,
ἂν πίσω ἐρχόταν ἄβλαβος μὲ δίκιο μερτικό του.
40 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
ὣς γάρ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."
Τὶ εἶναι γραφτὸ νὰ ξαναδῆ δικοὺς κι ἀγαπημένους,
καὶ ν' ἀξιωθῆ τὸν τόπο του καὶ τ' ἁψηλά του σπίτια.”
  ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
     Αὐτὰ εἶπε, κι ὁ Ἀργοφονιὰς ἀκούει τήν προσταγή του.
Κι ἀμέσως σάνταλα ἔδεσε στὰ πόδια του πανώρια,
45 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
εἵλετο δὲ ῥάβδον, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει,
ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
ἀχάλαστα κι ὁλόχρυσα, ποὺ πεταχτὰ τὸν πᾶνε
ἀπὸ στεριὲς καὶ θάλασσες σὰ φύσημα τοῦ ἀνέμου.
Πῆρε τὸ μαγικὸ ραβδί, ποὺ ὅποιο θνητὸ θελήση
τὰ μάτια ἀποκοιμίζει του ἢ τὸν ξυπνᾶ ἂν κοιμᾶται·
καὶ πέταξε κρατώντας το ὁ Ἀργοφονιὰς ἀπάνω
50 Πιερίην δ᾽ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
στὴν Πιερία, κι ἀπ' ἐκεῖ περνάει ἀπ' τοὺς αἰθέρες,
καὶ πέφτοντας στὴ θάλασσα κολύμπαγε σὰ γλάρος,
ποὺ μέσα στοὺς ἀχνοὺς βυθούς τοῦ ἀτρύγητου πελάγου
ψάρια ζητάει, καὶ τὰ φτερὰ συχνοβουτάει στὴν ἅρμη·
ὅμοιος μ' αὐτὸν τ' ἀρίθμητα τὰ κύματα περνοῦσε.
55 ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ᾽ ἐοῦσαν,
ἔνθ᾽ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
ναῖεν ἐυπλόκαμος· τὴν δ᾽ ἔνδοθι τέτμεν ἐοῦσαν.
πῦρ μὲν ἐπ᾽ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ᾽ ὀδμὴ
Καὶ στὸ νησὶ τ' ἀπόμακρο σὰν ἦρθε, ἀπ' τὴ γαλάζια
προβάλλει θάλασσα στὴ γῆς, πρὸς τὴ σπηλιὰ ποὺ ἡ νύφη
λημέριαζε ἡ ὡριόμαλλη, καὶ μέσα τήνε βρίσκει.
60 κέδρου τ᾽ εὐκεάτοιο θύου τ᾽ ἀνὰ νῆσον ὀδώδει
δαιομένων· ἡ δ᾽ ἔνδον ἀοιδιάουσ᾽ ὀπὶ καλῇ
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ᾽ ὕφαινεν.
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
κλήθρη τ᾽ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
Ξύλα περίσσια στὴ γωνιά, κέδροι καὶ θυὲς σκισμένες,
ποὺ μοσκοβόλαε τὸ νησι παντοῦ ἀπ' τὴ μυρουδιά τους.
Στὸν ἀργαλειό της ὀμπροστὰ γλυκοτραγούδαε ἐκείνη,
καὶ τὸ πανί της ἔφαινε μὲ τὴ χρυσὴ σαγίτα,
Τριγύρω δάσια φουντωτὰ μὲ σκλῆθρες καὶ μὲ λεῦκες,
65 ἔνθα δέ τ᾽ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
σκῶπές τ᾽ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
ἡ δ᾽ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
καὶ μυρωδάτα ἀνάμεσα στεκόνταν κυπαρίσσια.
Λογῆς πυκνόφτερα πουλιὰ κουρνιάζανε στὰ δέντρα,
γκιώνηδες, καὶ γεράκια, καὶ φωναχτερὲς κουροῦνες
τῆς θάλασσας, ποὺ χαίρουνται νὰ ζοῦνε στὰ νερά της.
Καὶ γύρω στὶς βαθειὲς σπηλιὲς τῆς νύφης ἁπλωνόταν
ἥμερο κλῆμα θαλερὸ σταφύλια φορτωμένο·
70 κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
θήλεον. ἔνθα κ᾽ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
ἀράδα βρύσες τέσσερες ἄσπρο νεράκι χύναν,
κοντὰ κοντὰ, μὰ καθεμιὰ κι ἀλλοῦ κατρακυλοῦσε.
Πλάγι λιβάδια μαλακὰ μὲ σέλινα καὶ βιόλες,
ποὺ ἀθάνατος κι ἂν ἤρχουνταν σὲ τέτοιες πρασινάδες,
μὲ θαμασμὸ θὰ κοίταζε καὶ θ' ἄνοιγε ἡ καρδιά του.
75 ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
αὐτίκ᾽ ἄρ᾽ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
οὐ γάρ τ᾽ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
Στάθηκ' ἐκεῖ καὶ θάμαζε ὁ Ἀργοφονιὰς ὁ μέγας.
Κι ἀφοῦ ὅλα τὰ καμάρωσε μὲ τὴν καρδιά του, μπῆκε
μὲς στὴν ἁπλόχωρη σπηλιά· τὸν κοίταξε ἀντικρύ της
ἡ νύφη, καὶ δὲν ἄργησε νὰ τόνε δῆ ποιός ἦταν·
τὶ ἀγνώριστοι δὲ μνήσκουνε οἱ θεοὶ ἀναμεταξύ τους,
80 ἀθάνατοι, οὐδ᾽ εἴ τις ἀπόπροθι δώματα ναίει.
οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
ἀλλ᾽ ὅ γ᾽ ἐπ᾽ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
κι ἂς κατοικάη κανένας τους ἀλάργα ἀπὸ τοὺς ἄλλους.
Μέσα τὸ μεγαλόψυχο δὲ βρῆκεν Ὀδυσσέα,
τὶ αὐτὸς καθόταν κι ἔκλαιγε στῆς θάλασσας τὴν ἄκρη,
ψυχοπονώντας σὰν προτοῦ μὲ στεναγμοὺς καὶ θρήνους,
καὶ βλέποντας τὴ θάλασσα μὲ μάτια δακρυσμένα.
85 Ἑρμείαν δ᾽ ἐρέεινε Καλυψώ, δῖα θεάων,
ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
Καὶ τὸν Ἑρμῆ τότες ρωτάει ἡ Καλυψὼ ἡ θεούλα,
καθίζοντάς τον σὲ θρονὶ λαμπρὸ καὶ γυαλισμένο·
  "τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
     “Τί ἦρθες ἐδῶ, χρυσόραβδε, καλὲ κι ἀγαπημένε
Ἑρμῆ μου ; Δὲν τὸ συνηθᾶς νὰ μοῦ 'ρχεσαι δὰ τόσο.
Λέγε τὸ τί ἔχεις στὴν καρδιά, κι ἐγὼ θὰ σοῦ τὸ κάμω,
90 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
ἀλλ᾽ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω."
ἂν πρᾶμα εἶναι ποὺ γίνεται, κι ἂ μοῦ περνᾶ ἀπ' τὸ χέρι.
Μὰ τώρα νά 'ρθης παραμπρὸς νὰ σὲ φιλέψω πρῶτα.”
  ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
     Αὐτὰ τοῦ μίλησε ἡ θεά, καὶ τοῦ 'στρωσε τραπέζι·
θέτει ἀμβροσία καὶ σμίγει του κοκκινωπὸ νεχτάρι.
Ἔτρωγε τότες κι ἔπινε ὁ Ἀργοφονιας ὁ μέγας,
95 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
κι ἀφοῦ καλὰ ψυχόπιασε μὲ τὴ θροφὴ τοῦ δείπνου,
κουβέντα τότες ἄνοιξε, καὶ μίλησέ της κι εἶπε·
  "εἰρωτᾷς μ᾽ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα·
     “Ἐμένα τὸ θεὸ ρωτᾶς ἐσὺ ἡ θεὰ γιατὶ ἦρθα·
ἀλάθευτα θὰ σοῦ τὸ πῶ καθὼς κι ἀποθυμεῖς το.
Ὁ Δίας ἐδῶ μὲ πρόσταξε νὰ ρθῶ χωρὶς νὰ θέλω·
100 τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
ἀλλὰ μάλ᾽ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι.
καὶ ποιός θὰ πέρναε θέλοντας τέτοια ἁρμυρὰ πελάγη
ἀπέραντα ; πού μήτε μιὰ χώρα θνητῶ δὲ βρίσκεις
θυσίες κι ἑκατοβοδιὲς λαμπρὲς τῶν θεῶν νὰ κάνουν.
Μὰ θεὸς δὲν μπόρεσε ποτὲς τὴ γνώμη νὰ ξεφύγη
τοῦ Δία τοῦ αἰγιδόσκεπου, καὶ μάταιη νὰ τὴ βγάλη.
105 φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
οἴκαδ᾽· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
ἥ σφιν ἐπῶρσ᾽ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
Λέει πὼς κοντά σου βρίσκεται ὁ πιὸ ἄμοιρος ἀπ' ὅλους·
τοὺς ἄντρες ποὺ πολέμησαν τὰ κάστρα τοῦ Πριάμου·
χρόνους ἐννιὰ πολέμησαν, στοὺς δέκα τοὺς τὰ πῆραν·
καὶ πίσω καθὼς γύριζαν τὴν Ἀθηνᾶ θυμῶσαν,
κι αὐτὴ τοὺς σήκωσε κακοὺς ἀνέμους καὶ φουρτοῦνες.
110 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
τὸν νῦν σ᾽ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
οὐ γάρ οἱ τῇδ᾽ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
ἀλλ᾽ ἔτι οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
Ὅλ' οἱ λαμπροὶ συντρόφοι του ξολοθρευτῆκαν τότες,
κι ἐκειὸν ἐδὼ τὸν ἔρριξαν τὰ κύματα κι οἱ ἀνέμοι.
Αὐτόνε τώρα σοῦ μηνάει νὰ στείλης πίσω ἀμέσως,
τὶ δὲν εἶναι τῆς μοίρας του ν' ἀφανιστῆ στὰ ξένα,
τοῦ 'ναι γραφτὸ νὰ ξαναδῆ δικοὺς κι ἀγαπημένους
115 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν." καὶ ν' ἀξιωθῆ τὸν τόπο του καὶ τ' ἁψηλά του σπίτια.”
  ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
     Τ' ἄκουσ' αὐτὰ καὶ πάγωσε ἡ τρισόμορφη ἡ θεούλα,
καὶ φώναξε τον κι εἶπε του μὲ λόγια φτερωμένα·
  "σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
οἵ τε θεαῖς ἀγάασθε παρ᾽ ἀνδράσιν εὐνάζεσθαι
     “Σκληροί, ζουλιάρηδες θεοί, ποὺ δὲ σᾶς ἔφτασε ἄλλος·
ποὺ μὲ θνητὸ δὲ στέργετε θεὰ νὰ συγκοιμᾶται
120 ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ᾽ ἀκοίτην.
ὣς μὲν ὅτ᾽ Ὠρίων᾽ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
στὸ φανερό, κι ἂς εἶναι της ἀγαπημένο ταίρι.
Ἔτσι τὴ ροδοδάχτυλη ζουλέψτε ἐσεῖς Αὐγούλα,
σὰν πὴρε τὸν Ὠρίωνα, γλυκόζωοι θεοί μου,
ὥσπου ἡ χρυσόθρονη Ἄρτεμη, ἡ ἁγνή, στὴν Ὀρτυγία
μὲ τὶς ψιλές της σαϊτιὲς τοῦ πῆρε τὴ ζωή του.
125 ὣς δ᾽ ὁπότ᾽ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
ὥς δ᾽ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
Ἔτσι κι ἡ ὥρια ἡ Δήμητρα, σὰν ἔτρεξε ἡ καρδιά της
στὸν Ἰάσιο, καὶ πῆρε την αὐτὸς στὴν ἀγκαλιά του
μὲς στὸ χωράφι τ' ὀργωτό, μόλις τ' ἀκούει ὁ Δίας,
κι ἀστράφτει, καὶ θανατερὸ τοῦ ρίχτει ἀστροπελέκι.
Μ' ἐμένα τώρα τά 'χετε ποὺ ζῆ θνητὸς μαζί μου,
130 τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
ποὺ ἀτὴ μου τόνε γλύτωσα σὰν ἦρθε καθισμένος
πὰς στὴν καρίνα μοναχός, τότες ποὺ ὁ Δίας τὸ πλοῖο
μ' ἀστροπελέκι τοῦ 'σκισε στὰ μελανὰ πελάγη.
Ὅλ' οἱ λαμπροὶ συντρόφοι του ξολοθρευτῆκαν τότες,
κι αὐτὸν τὸν ἔρριξαν ἐδῶ τὰ κύματα κι οἱ ἀνέμοι.
135 τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
ἀλλ᾽ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι,
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
Μὲ ἀγάπη τόνε φίλευα καὶ γλυκομελετοῦσα
ἀθάνατο κι ἀγέραστο γιὰ πάντα νὰ τὸν κάνω.
Μὰ ἀφοῦ θεὸς δὲν μπόρεσε τὴ γνώμη νὰ ξεφύγη
τοῦ Δία τοῦ αἰγιδόσκεπου καὶ μάταιη νὰ τὴ βγάλη,
ἂς σύρη, μιᾶς τὸ πρόσταξε καὶ τὸ γυρεύει ἐκεῖνος,
140 πόντον ἐπ᾽ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδ᾽ ἐπικεύσω,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται."
στ' ἀτρύγητα τὰ πέλαγα. Δὲ θὰ σταλθῆ ἀπὸ μένα,
τὶ μήτε πλοῖα μὲ τὰ κουπιά, μήτε συντρόφους ἔχω,
ποὺ νὰ τὸν ταξιδέψουνε στῆς θάλασσας τὰ πλάτια,
Ὅμως μὲ γνώμη πρόθυμη θὰ τὸν καθοδηγέψω,
πῶς νὰ κατέβη ἀπείραγος στὴν πατρική του χώρα.”
145 τὴν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
"οὕτω νῦν ἀπόπεμπε, Διὸς δ᾽ ἐποπίζεο μῆνιν,
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ."
     Κι ὁ μηνυτὴς ὁ Ἀργοφονιὰς γυρίζει καὶ τῆς κρένει·
“Στεῖλ' τονε τώρα, σὰν ποὺ λές, καὶ πρόσεχε τοῦ Δία
τὴ μάνητα, κανὲ κακὸ νὰ μὴ σοῦ ἐρθῆ κατόπι.”
  ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
ἡ δ᾽ ἐπ᾽ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
     Αὐτὰ της εἶπε, κι ἔφυγε ὁ Ἀργοφονιὰς ὁ μέγας·
καὶ πρὸς τὸ μεγαλόκαρδο Ὀδυσσέα κινάει ἡ νύφη,
150 ἤι᾽, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
τὸν δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ᾽ ὄσσε
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
ἀλλ᾽ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
σὰν ἄκουσε τὶς προσταγὲς τοῦ Δία τοῦ Ὀλυμπήσου.
Τὸν εἶδε καὶ καθότανε μονάχος στ' ἀκρογιάλι·
δὲ στέγνωναν τὰ μάτια του ποτὲς ἀπὸ τὰ δάκρυα,
μόν' ἔλυωναν οἱ μέρες του οἱ χρυσὲς ἀπὸ τὸν πόνο
τῆς ξενιτειᾶς, κι ἡ θέαινα δὲν τοῦ 'δινε πιὰ γλύκα.
Μόνε τὶς νύχτες στὴ σπηλιὰ μὲ τὸ στανιὸ κοιμόταν
155 ἐν σπέσσι γλαφυροῖσι παρ᾽ οὐκ ἐθέλων ἐθελούσῃ·
ἤματα δ᾽ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχοῦ δ᾽ ἱσταμένη προσεφώνεε δῖα θεάων·
δίχως λαχτάρα στὴν καρδιά, κι ἂς λαχταροῦσε ἐκείνη.
Καὶ στ' ἀκροβράχια τοῦ γιαλοῦ καθόταν καθεμέρα,
ψυχοπονώντας ἄπαυα μὲ στεναγμοὺς καὶ θρήνους,
καὶ βλέποντας τὶς θάλασσες μὲ μάτια δακρυσμένα.
Σιμά του στάθηκε ἡ θεὰ ἡ χαριτωμένη κι εἶπε·
160 "κάμμορε, μή μοι ἔτ᾽ ἐνθάδ᾽ ὀδύρεο, μηδέ τοι αἰὼν
φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ᾽ ἀποπέμψω.
ἀλλ᾽ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ᾽ αὐτῆς
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ᾽ ἠεροειδέα πόντον.
“Καημένε, μὴ μοῦ κλαίγεσαι πιὰ ἐδῶ, καὶ τὴ ζωή σου
τοῦ κάκου λυώνεις· πρόθυμα ἐγὼ τώρα θὰ σὲ στείλω.
Μόν' ἔλα, καὶ μακρόξυλα μὲ τὸ πελέκι κόψε,
καὶ σάλι ἁπλόχωρο μ' αὐτὰ καλὰ σὰ συνεδέσης,
κάσαρα σκάρωσε ἁψηλὰ ἀποπάνωθε, καὶ τότες
165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
ἐνθήσω μενοεικέ᾽, ἅ κέν τοι λιμὸν ἐρύκοι,
εἵματά τ᾽ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
ὥς κε μάλ᾽ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
αἴ κε θεοί γ᾽ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
σέρνεις καὶ φεύγεις μέσα του πρὸς τ' ἀχνερὰ πελάγη.
Ψωμί, νερὸ καὶ κόκκινο κρασί ἐγὼ θὰ σοῦ βάλω,
νὰ μὴν πεινᾶς καὶ φορεσὲς θὰ δώσω νὰ φορέσης,
καὶ πρύμο ἀγέρα νὰ φυσάη κατόπι σου θὰ στείλω,
ποὺ νὰ γυρίσης ἄβλαβος στὴν πατρική σου χώρα,
ἂν θέλημα εἶναι τῶν θεῶν ποὺ ὁρίζουνε τὰ οὐράνια,
170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε." πού 'ναι ἀπὸ μένα ἀξιώτεροι νὰ κρίνουν καὶ νὰ πράξουν.”
  ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
     Αὐτὰ εἶπε, κι ὁ πολύπαθος Δυσσέας ἀνετριχιάζει,
καὶ φώναξέ την, κι εἶπε της μὲ λόγια φτερωμένα·
  "ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
     “Ἄλλα στὸ νοῦ σου ἔχεις, θεά, κι ὄχι τὸ μισεμό μου,
175 δεινόν τ᾽ ἀργαλέον τε· τὸ δ᾽ οὐδ᾽ ἐπὶ νῆες ἐῖσαι
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
οὐδ᾽ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο."
ποὺ λὲς μὲ σάλι νὰ διαβῶ τῆς θάλασσας τὰ πλάτια
τὰ φοβερά, ποὺ οὔτε γοργὰ καράβια δὲν περνᾶνε,
χαρούμενα ἀρμενίζοντας στὸ φύσημα τοῦ Δία.
Μὰ ἐγὼ χωρὶς τὴ γνώμη σου δὲ θά 'μπαινα στὸ σάλι,
ἂν ὅρκο δὲ δεχόσουνα μεγάλο νὰ μοῦ κάνης,
πὼς ἄλλο ἐσὺ δὲ μελετᾶς κακὸ στὸ νοῦ σου μέσα.”
180 ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
     Αὐτὰ εἶπε, κι ἡ μυριόχαρη θεὰ χαμογελώντας
μὲ νάζι τόνε χάδεψε, κι ὀνόμασε τον κι εἶπε·
  "ἦ δὴ ἀλιτρός γ᾽ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
     “Μαριόλος εἶσαι μὰ τὸ ναί, καὶ κούφιο νοῦ δὲν ἔχεις,
ποὺ τέτοιο συλλογίστηκες νὰ ξεστομίσης λόγο.
Μαρτύροι ἡ γῆς κι ὁ οὐρανὸς ὁ ἀμέτρητος ἀπάνω,
185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ᾽ ἂν ἐμοί περ
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
καὶ τὰ νερὰ ποὺ χύνουνται στὸν Ἄδη ἀπὸ τὴ Στύγα,
— τῶν θεῶν βαρὺς καὶ φοβερὸς αὐτὸς εἶν' ὅρκος πάντα, —
πὼς ἄλλο ἐγὼ δὲ μελετῶ κακὸ στὸ νοῦ μου μέσα.
Μόνε γιὰ σένα νοιάζουμαι, καὶ σοῦ μιλάω τὸ ἴδιο
ὅπως γιὰ μένα θά 'κανα σὰν τύχαινέ μου ἀνάγκη·
190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ᾽ ἐλεήμων."
γιατ' ἔχω καλοθελησιά, καὶ μὲς στὰ σωθικά μου
εἶν' ἡ καρδιά μου μαλακιά, δὲν εἶναι σιδερένια.”
  ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο δῖα θεάων
καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
     Αὐτὰ εἶπε, καὶ ξεκίνησε ἡ μυριόχαρη ἡ θεούλα
μὲ βιάση, καὶ στὰ ἀχνάρια της ἀκολουθοῦσε ἐκεῖνος.
Καὶ φτάσανε στὸ θολωτὸ τὸ σπήλιο ἀντάμα οἱ δυό τους·
195 καί ῥ᾽ ὁ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
Ἑρμείας, νύμφη δ᾽ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
αὐτὴ δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
τῇ δὲ παρ᾽ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
κάθισ' ἐκεῖνος στὸ θρονὶ ποὺ ὁ Ἑρμῆς προτοῦ καθόταν,
κι ἡ νύφη τοῦ παράθεσε λογῆς θροφὲς ἀπ' ὅσες
νὰ τρῶνε καὶ νὰ πίνουνε οἱ ἀνθρῶποι συνηθᾶνε·
ἀτή της κάθισε ἀντικρὺ τοῦ θεϊκοῦ Ὀδυσσέα,
κι οἱ παρακόρες φέρανε ἀμβροσία καὶ νεχτάρι.
200 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
Καὶ τότες στὰ ἔτοιμα φαγιὰ τὰ χέρια τους ἁπλῶσαν.
Κι ἀπὸ φαγὶ κι ἀπὸ πιοτὸ καλὰ σάνε φρανθῆκαν,
ἡ Καλυψώ, ἡ μυριόχαρη θεά, νὰ λέη ἀρχίζει·
  "διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
     “Γιὲ τοῦ Λαέρτη διόθρεφτε, πολύσοφε Ὀδυσσέα,
λοιπὸν ἐσὺ στὸ σπίτι σου καὶ στὴ γλυκειὰ πατρίδα
205 αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
κήδε᾽ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἐνθάδε κ᾽ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
ἀθάνατός τ᾽ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
νὰ σύρης τώρα λαχταρεῖς; Ἐτσι ἂς γενῆ, καὶ χαίρου.
Ὅμως ὁ νοῦς σου ἂν τό 'βαζε τὸ πόσα κακοπάθια
σένα φυλάει ἡ μοῖρα σου, στὸν τόπο σου ὡς νὰ φτάσης,
σ' αὐτὸ τὸ σπήλιο θά 'μνησκες ἀθάνατος νὰ γίνης,
κι ἂς εἶχες τὸ βαρὺ καημὸ τῆς ὥριας σου γυναίκας,
210 σὴν ἄλοχον, τῆς τ᾽ αἰὲν ἐέλδεαι ἤματα πάντα.
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν."
ποὺ μέρα νύχτα νὰ τὴ δῆς τό 'χεις πολλὴ λαχτάρα.
Παινιέμαι δὰ πὼς ἀπ' αὐτὴ χειρότερη δὲν εἶμαι
στὴν ὅψη μήτε στὸ κορμί, καὶ δὲν ταιριάζει κιόλας
θνητὲς μ' ἀθάνατες ποτὲς στὰ κάλλη νὰ μετριοῦνται.”
  τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·      Τότ' ὁ πολύβουλος Δυσσέας ἀπολογήθη κι εἶπε·
215 "πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
πάντα μάλ᾽, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
εἶδος ἀκιδνοτέρη μέγεθός τ᾽ εἰσάντα ἰδέσθαι·
ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ᾽ ἀθάνατος καὶ ἀγήρως.
ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
“Χαριτωμένη μου θεά, μὴ μοῦ ὀργιστῆς γιὰ δαῦτο·
νιώθω κι ἐγὼ πὼς ταπεινὴ στ' ἀνάστημα ἢ στὰ κάλλη
ἡ Πηνελόπη ἡ γνωστικιὰ θὰ φαίνουνταν ὀμπρός σου·
αὐτὴ θνητή, καὶ πάντα ἐσὺ καὶ ἀπέθαντη καὶ νέα.
Ὅμως περίσσια λαχταρῶ, καὶ τὸ ζητῶ ὁλοένα,
220 οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
εἰ δ᾽ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω."
νὰ πάω στὸν τόπο, νὰ χαρῶ τοῦ γυρισμοῦ τὴ μέρα.
Κι ἂ μὲ χτυπήση ὀργὴ θεοῦ στὰ μελανὰ πελάγη,
ἔχω καρδιὰ βασταχτερὴ, κι ἀπομονὴ θὰ κάνω·
ἔπαθα ποὺ ἔπαθα πολλὰ καὶ 'πόφερα ἄλλα τόσα
στὶς μάχες καὶ στὶς θάλασσες· ἂς μοῦ γενῆ καὶ τοῦτο.”
225 ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
ἐλθόντες δ᾽ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
τερπέσθην φιλότητι, παρ᾽ ἀλλήλοισι μένοντες.
     Αὐτὰ εἶπε· κι ὁ ἥλιος βούτηξε, κι ἁπλώθηκε σκοτάδι·
καὶ μπήκανε στ' ἀπόβαθα τοῦ θολωτοῦ τοῦ σπήλιου·
κι ἐκεῖ πλαγιάσανε μαζὶ καὶ κρυφαγκαλιαστῆκαν.
  ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς,
     Σὰ φάνη ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
πῆρε ὁ Δυσσέας καὶ φόρεσε χιτώνα καὶ χλαμύδα,
230 αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐφύπερθε καλύπτρην.
καὶ τότ᾽ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
κι ἔβαλε φόρεμα ἡ θεὰ περίλαμπρο, μεγάλο,
ψιλόφαντο καὶ λιμπιστό· κατόπι ὡριὸ ζωνάρι
ὁλόχρυσο στὴ μέση της, καὶ σκέπη στὸ κεφάλι·
καὶ τότες τοῦ τρανοῦ Ὀδυσσέα νοιαζόταν τὸ ταξίδι.
Πρῶτα πελέκι τοῦ 'δωσε, καλὸ στὶς ἀπαλάμες,
235 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
δῶκε δ᾽ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δ᾽ ὁδοῖο
νήσου ἐπ᾽ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ᾽ αἴγειρός τ᾽, ἐλάτη τ᾽ ἦν οὐρανομήκης,
τρανό, χαλκένιο, δίκοπο, ποὺ μέσα του στειλιάρι
ὥριο, ἐλατένιο τοῦ 'χανε βασταγερὰ μπηγμένο·
κατόπι τοῦ προμήθεψε σκεπάρνι ἀκονισμένο,
καὶ πρὸς τὴν ἄκρη πῆρε τον πού 'χε ἁψηλὰ τὰ δέντρα,
κλῆθρες καὶ λεῦκες· κι ἔλατα ποὺ ἀγγίζανε τὰ οὐράνια,
240 αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
αὐτὰρ ἐπεὶ δὴ δεῖξ᾽, ὅθι δένδρεα μακρὰ πεφύκει,
ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ᾔνυτο ἔργον.
εἴκοσι δ᾽ ἔκβαλε πάντα, πελέκκησεν δ᾽ ἄρα χαλκῷ,
ἀπὸ καιρὸ κατάξερα, νά 'ναι ἀλαφρὰ στὸ κῦμα.
Κι ἀφοῦ τὸν τόπο τοῦ 'δειξε ποὺ βρίσκουνταν τὰ δέντρα,
γύρισε πίσω ἡ Καλυψώ ἡ μυριόχαρη στὸ σπήλιο,
καὶ ξύλα ἐκεῖνος ἔκοβε, καὶ πρόκοβε ἡ δουλειά του.
Ὡς εἴκοσι ἔρριξε δεντρά, τὰ πελεκάει μ' ἀξίνα,
245 ξέσσε δ᾽ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
τόφρα δ᾽ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
τέτρηνεν δ᾽ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
γόμφοισιν δ᾽ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
ὅσσον τίς τ᾽ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
τὰ ροκανίζει τεχνικά, τὰ σιάζει με τὴ στάφνη·
καὶ μὲ τρυπάνια ποὺ ἡ θεὰ ἀπὸ τὴ σπηλιὰ τοῦ φέρνει,
τὰ τρυπανίζει, καὶ μαζὶ τ' ἁρμολογάει ἀράδα,
χτυπώντας μέσα τους γεροὺς ἁρμοὺς καὶ ξυλοκάρφια.
Κι ὅσο φαρδιὰ τὴν πατωσιὰ σὲ φορτηγὸ καράβι
250 φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
τόσσον ἔπ᾽ εὐρεῖαν σχεδίην ποιήσατ᾽ Ὀδυσσεύς.
ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
ἐν δ᾽ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
πιδέξιος κάνει μαραγκός, τόσο φαρδὺ τὸ σάλι
κι ὁ Ὀδυσσέας τὸ σκάρωσε. Ὀρθόστησε πουντέλια
ἀπάνω σὲ πυκνόβαλτα μαντάλια ταιριασμένα·
καὶ τέλος τὰ συνέδεσε μὲ μακρουλὰ μαδέρια,
Κατάρτι μέσα στύλωσε, τὸ ἀρμάτωσε μὲ ἀντένα,
255 πρὸς δ᾽ ἄρα πηδάλιον ποιήσατο, ὄφρ᾽ ἰθύνοι.
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
κύματος εἶλαρ ἔμεν· πολλὴν δ᾽ ἐπεχεύατο ὕλην.
τόφρα δὲ φάρε᾽ ἔνεικε Καλυψώ, δῖα θεάων,
ἱστία ποιήσασθαι· ὁ δ᾽ εὖ τεχνήσατο καὶ τά.
καὶ τὸ τιμόνι ταίριαξε, νὰ κυβερνάη τὸ σάλι,
ποὺ μὲ πλεμάτια ἀπὸ ἰτιὲς τό 'φραξε πέρα ὡς πέρα,
νὰ μὴν περνοῦν τὰ κύματα· καὶ σώριασε ἀπὸ μέσα
κλαριὰ πολλά. Καὶ τοῦ ἔφερε σκουτιὰ ἡ θεὰ φασμένα
γιὰ τὰ πανιά, καὶ τά 'φτιαξε κι αὐτὰ ὁ Δυσσέας μὲ τέχνη.
260 ἐν δ᾽ ὑπέρας τε κάλους τε πόδας τ᾽ ἐνέδησεν ἐν αὐτῇ,
μοχλοῖσιν δ᾽ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
Κατόπι σκότες ἔδεσε, καὶ ξάρτια καὶ μαντάρια,
καὶ μὲ λοστοὺς στὴ θάλασσα κατέβασε τὸ σάλι.
  τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
τῷ δ᾽ ἄρα πέμπτῳ πέμπ᾽ ἀπὸ νήσου δῖα Καλυψώ,
εἵματά τ᾽ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
     Ὅλα σὲ μέρες τέσσερις τά 'χε ἀποτελειωμένα.
Τὴν πέμπτη μέρα ἀπ' τὸ νησὶ ἡ θεὰ τὸν προβοδοῦσε·
τὸν ἔλουσε, τὸν ἔντυσε μὲ ροῦχα μυρισμένα,
265 ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
τὸν ἕτερον, ἕτερον δ᾽ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ᾽ οὔρῳ πέτασ᾽ ἱστία δῖος Ὀδυσσεύς.
τοῦ 'βαλε ἀσκὶ μαῦρο κρασί, νερὸ σὲ ἀσκὶ μεγάλο,
τοῦ γέμισε σακκὶ θροφὲς καὶ διαλεχτὰ προσφάγια,
καὶ πρύμο τοῦ 'στειλε ἁπαλὸ κι ἀπείραγο, ποὺ ὁ μέγας
Δυσσέας ἀναγαλλιάζοντας ἁπλώνει τὰ πανιά του.
270 αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
Πληιάδας τ᾽ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Ἄρκτον θ᾽, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
Μὲ τὸ τιμόνι τεχνικὰ κυβέρναε καθισμένος,
κι ὁ ὕπνος δὲν κατέβαινε στὰ μάτια του ὅσο 'κοίτα
τὴν Πούλια, τὸ Βοδοζευγὰ ποὺ ἀργεῖ νὰ βασιλέψη,
καῖ τὴν Ἀρκοὐδα, -- κι Ἅμαξα τὴ λέν, -- ποὺ αὐτοῦ γυρίζει
καὶ τὸν Ὠρίωνα τηράει, καὶ μόνη αὐτὴ ποτές της
275 οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
ποντοπορευέμεναι ἐπ᾽ ἀριστερὰ χειρὸς ἔχοντα.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
στὰ πέλαγα δὲ λούζεται ἐκείνη τοῦ 'πε ἡ νύφη,
νὰ τὴ φυλάη ἀπ' τὴ ζερβὴ μεριὰ σὰν ἀρμενίζη.
Ἀρμένιζε ἔτσι δεκαφτὰ μερόνυχτα ὁ Δυσσέας,
στὰ δεκοχτὼ φανήκανε τὰ ὄρη τὰ ἰσκιωμένα,
280 γαίης Φαιήκων, ὅθι τ᾽ ἄγχιστον πέλεν αὐτῷ·
εἴσατο δ᾽ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
τῶ Φαιάκων, πού κοντύτερα στὸ δρόμο του βρισκόνταν,
καὶ σὰν ἀσπίδα μὲς στ' ἀχνὰ φαντάζανε πελάγη.
  τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
πόντον ἐπιπλώων. ὁ δ᾽ ἐχώσατο κηρόθι μᾶλλον,
     Ὡς τόσο ἀπ' τοὺς Αἰθίοπες κινάει ὁ Κοσμοσείστης.
καὶ μακρινὰ ξανοίγει τον ἀπ' τῶ Σολύμων τὰ ὄρη,
καὶ στ' ἀνοιχτὰ κοιτώντας τον, θυμὸς πολὺς τὸν πιάνει·
285 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· βαριοκουνάει τὴν κεφαλὴ καὶ λέει στὸ νοῦ του μέσα·
  "ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
ἀμφ᾽ Ὀδυσῆι ἐμεῖο μετ᾽ Αἰθιόπεσσιν ἐόντος,
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
     “Γιὰ δὲς ποὺ οἱ θεοὶ βουλεύτηκαν ν' ἀποφασίσουν ἄλλα
γιὰ τὸ Δυσσέα, σὰν ἔλειπα στῆς Αἰθιοπίας τὰ μέρη,
καὶ νά τος ἄξαφνα τὴ γῆς ζυγώνει τῶ Φαιάκων,
καῖ νᾶ ξεφύγη εἶναι γραφτὸ τὸ μαῦρο τέλος τώρα
τῆς συφορᾶς ποὺ τοῦ 'πεσε. Μὰ κι ἄλλα ἀκόμα πάθια
290 ἀλλ᾽ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος." θαρρῶ θὰ τοῦ κατέβουνε, γιὰ νὰ καλοχορτάση.”
  ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
χερσὶ τρίαιναν ἑλών· πάσας δ᾽ ὀρόθυνεν ἀέλλας
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
     Λέει, καὶ μαζώνει σύγνεφα καὶ θάλασσες ταράζει,
κρατώντας τὸ τρικράνι του, καὶ κάθε ἀνέμου φούρια
σηκώνει· γῆς καὶ πέλαγα μὲ σύγνεφα σκεπάζει,
295 σὺν δ᾽ Εὖρός τε Νότος τ᾽ ἔπεσον Ζέφυρός τε δυσαὴς
καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
"ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
καὶ νύχτα περιχύνεται ἀποπάνω ἀπ' τὰ οὐράνια.
Πέφτει ὁ Σορόκος κι ὁ Νοτιὰς κι ὁ δυνατὸς Πονέντης
κι ὁ αἰθερογέννητος Βοριὰς ποὺ κύματα ἄγρια φέρνει,
Κοπήκανε τὰ γόνατα κι ἡ ἀνάσα τοῦ Ὀδυσσέα,
καὶ πικραμένος ἔλεγε μὲς στὴν τρανὴ ψυχή του·
“Ἀλλοίς μου, τὸ φτωχό· καὶ τί θὰ μοῦ συβοῦνε ἀκόμα ;
300 δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
ἥ μ᾽ ἔφατ᾽ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἄλγε᾽ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ᾽ ἄελλαι
Φοβᾶμαι πὼς ἀλάθευτα ἡ θεὰ μοῦ τά 'λεγε ὅλα,
σὰ μοῦ 'πε πὼς στὰ πέλαγα, πρὶ φτάσω στήν πατρίδα,
βάσανα θά 'χω περισσά, καὶ νά, ποὺ βγαίνουν ὅλα·
ὁ Δίας μὲ τὰ σύγνεφα τὰ οὐράνια στεφανώνει,
καὶ τάραξε τὶς θάλασσες, κι οἱ ἀνέμοι ἀποπαντοῦθε
305 παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
φυσομανοῦνε· τώρα πιὰ σωστὴ ἡ καταστροφή μου.
Μακαρισμένοι οἱ Δαναοί, καὶ τρὶς μακαρισμένοι,
ποὺ τότες σκοτωθήκανε στὴν διάπλατη Τρωάδα,
γιὰ χάρη τῶν Ἀτρεόπουλων. Μακάρι τέτοιο τέλος
νὰ ἐρχότανέ μου τὸν καιρὸ ποὺ χάλκινα κοντάρια
310 Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
τῷ κ᾽ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι."
οἱ Τρῶες μοῦ 'ριχταν κοντὰ στοῦ Ἀχιλλέα τὸ σῶμα,
Θὰ μ' ἔθαφταν οἱ Ἀχαιοὶ καὶ δόξα θὰ μοῦ βγάζαν·
μὰ τώρα θάνατο φριχτὸ νὰ πάθω εἶναι γραμμένο.”
  ὣς ἄρα μιν εἰπόντ᾽ ἔλασεν μέγα κῦμα κατ᾽ ἄκρης
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
     Εἶπε, κι ἀπάνω του ξεσπάει θεόρατο ἕνα κῦμα,
μὲ τέτοια φόρα, ποὺ γυρνάει τὸ σάλι καὶ τραντάζει.
315 τῆλε δ᾽ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
τὸν δ᾽ ἄρ᾽ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ᾽ ἐδυνάσθη
Πέφτει ὁ Δυσσέας ἄξαφνα κι αὐτὸς πέρ' ἀπ' τὸ σάλι,
καὶ τὸ τιμόνι ξεγλιστράει ἀπὸ τὰ δυό του χέρια·
ἀπὸ τὴ μέση τσάκισε κι ἔπεσε τὸ κατάρτι,
κι ὁ σίφουνας ὁ φοβερὸς ποὺ φύσα ἀποπαντοῦθε
τοῦ 'ριξε ἀντένα καὶ πανὶ μακριὰ μὲς στὰ πελάγη.
320 αἶψα μάλ᾽ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
εἵματα γάρ ῥ᾽ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
ὀψὲ δὲ δή ῥ᾽ ἀνέδυ, στόματος δ᾽ ἐξέπτυσεν ἅλμην
πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ἀλλ᾽ οὐδ᾽ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
Πολληώρα τόνε κράταγε τὸ μέγα κῦμα κάτου,
τὶ τοῦ βαραίναν τὰ σκουτιά, τῆς Καλυψῶς τὰ δῶρα.
Καὶ σὰν ἀνέβηκε, πικρὴ τὸ στόμα του ἔφτυνε ἅρμη,
ποὺ γύρω του περέχυνε τὴν κεφαλὴ σὰ βρύση.
Ὅμως τὸ σάλι δὲν ξεχνάει κι ἂν τόσο τυραννιόταν,
325 ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ᾽ αὐτῆς,
ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
τὴν δ᾽ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
μόνε ἀπ' τὸ κῦμα χούμιξε καὶ πιάστηκε ἀπὸ δαῦτο,
καὶ κάθισε στὴ μέση του, τὸ χάρο νὰ ξεφύγη.
Κι αὐτὸ κυλιόταν ἀπ' ἐδῶ κι ἐκεῖ στὸ κῦμα ἀπάνω.
Πῶς τὸ χινόπὼρο ὁ Βοριᾶς τ' ἀγκάθια μὲς στοὺς κάμπους
μαζώνει, κι ὅλα δένουνται σωρὸς τό 'να μὲ τ' ἄλλο,
330 ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
ἄλλοτε δ᾽ αὖτ᾽ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
ὅμοια τὸ συνεπαίρνανε στὰ πέλαγα οἱ ἀνέμοι·
πότε ὁ Νοτιᾶς τὸ πέταγε ὁ Βοριὰς γιὰ νὰ τ' ἁρπάξη,
πότε ὁ Σορόκος τὸ πετάει παιχνίδι τοῦ Πονέντη.
  τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
     Κι ἡ κόρη ἡ λευκαστράγαλη τοῦ Κάδμου Ἰνὼ τὸν εἶδε,
ἡ Λευκοθέα, ποὺ θνητῆς λαλιᾶ μιλοῦσε πρῶτα,
335 νῦν δ᾽ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐλέησεν ἀλώμενον, ἄλγε᾽ ἔχοντα,
αἰθυίῃ δ᾽ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
ἷζε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
μὰ τώρα θεᾶς στὰ πέλαγα τιμὲς ἀπολαβαίνει·
καὶ τὸ Δυσσέα σπλαχνίστηκε ποὺ τυραννοπλανιόταν,
καὶ μ' ὅφιας πεταχτῆς μορφὴ κινάει ἀπὸ τὰ βάθια·
στὸ σάλι τὸ καλόδετο καθίζει καὶ τοῦ κρένει·
  "κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων      “Τί τόσο μῖσος σοῦ κρατάει μεγάλο ὁ Κοσμοσείστης,
340 ὠδύσατ᾽ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
εἵματα ταῦτ᾽ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
κάλλιπ᾽, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
κακόμοιρε, καὶ βάσανα περίσσια ὅλο σοῦ σπέρνει ;
Μὰ ὅσο κι ἂ χολιάζη αὐτός, δὲ σ' ἀφανίζει ἐσένα.
Μόν' ἔλα, κάμε ὅ,τι σοῦ πῶ, γιατὶ χαζὸς δὲ δείχνεις·
βγάλ' τὰ σκουτιά σου, κι ἄφησε τὸ σάλι στοὺς ἀνέμους,
καὶ μὲ τὰ χέρια πλέοντας, πολέμησε νὰ φτάσης
345 γαίης Φαιήκων, ὅθι τοι μοῖρ᾽ ἐστὶν ἀλύξαι.
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδ᾽ ἀπολέσθαι.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
στοὺς Φαίακες, ποὺ 'ναι γραφτὸ νὰ βρῆς τὸ γλυτωμό σου.
Ζῶσε τὰ στήθια σου μ' αὐτὸ τ' ἀθάνατο μαγνάδι,
καὶ τότες φόβο ἀπὸ κακὸ κι ἀπὸ χαμὸ δὲν ἔχεις.
Ὅμως ἀπάνω στὴ στεριὰ τὰ χέρια σου ἅμ' ἀγγίξης,
ξεζώσου το καὶ πέτα το στὰ μελανὰ πελάγη,
350 πολλὸν ἀπ᾽ ἠπείρου, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι." ἀλάργα ἀπὸ τὴ γῆς πολύ, τὴν ὄψη ἀλλοῦ γυρνώντας.”
  ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
αὐτὴ δ᾽ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
     Αὐτὰ τοῦ μίλησε ἡ θεά, καὶ τοῦ 'δωσε μαγνάδι,
καὶ πάλε ξαναβούτηξε στὰ κύματα σὰν ὄφια,
καὶ τ' ἀφρισμένα τὰ νερὰ τὴ σκέπασαν ἀμέσως.
Ὡς τόσο ὁ πολυβάσανος Δυσσέας συλλογιέται,
355 ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· καὶ λέει μὲ στεναγμὸ βαθὺ μὲς στὸν τρανὸ τὸ νοῦ του·
  "ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
ἀλλὰ μάλ᾽ οὔ πω πείσομ᾽, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
     “Ἀλλοῖς, κι ἀνίσως πάλε θεὸς παγίδα μοῦ σκαρώνει,
καὶ νὰ μὲ πείση πολεμάει τὸ σάλι μου ν' ἀφήσω·
μὰ δὲ θὰ τὸν ἀκοὐσω ἐγώ· τὶ μὲ τὰ μάτια μου εἶδα
μακριὰ τὴ γῆς ποὺ μοῦ 'λεγε πὼς θά 'βρω καταφύγιο.
360 ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
ὄφρ᾽ ἂν μέν κεν δούρατ᾽ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
τόφρ᾽ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
νήξομ᾽, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον."
Αὐτὸ θὰ κάμω, ποὺ θαρρῶ καλύτερό 'ναι ἀπ' ὅλα.
Ὅσο τὰ ξύλα αὐτὰ μαζὶ δεμένα συγκρατιοῦνται,
θὰ μείνω ἐδῶ καὶ θὰ βαστῶ μ' ἁπομονὴ στὰ πάθια·
μὰ τ' ἄγρια ἂν πέσουν κύματα καὶ τὸ σκαρὶ μοῦ σπάσουν,
τότες κολύμπι, κι ἄλλο πιὰ καλύτερο δὲ βρίσκω.”
365 ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὦρσε δ᾽ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ᾽ ἀργαλέον τε, κατηρεφές, ἤλασε δ᾽ αὐτόν.
ὡς δ᾽ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασ᾽ ἄλλυδις ἄλλῃ·
     Αὐτὰ καθὼς ἀνάδευε στὸ νοῦ καὶ στὴν ψυχή του,
μεγάλο κῦμα σήκωσεν ὁ σείστης ὁ Ποσειδώνας,
φριχτὸ κι ἁψηλοθόλωτο, ποὺ ἀπάνω του ξεσπάνει.
Καὶ καθὼς σίφουνας σωρὸ ξεράχερα τινάζει
καὶ τὰ σκορπάει ἐδῶ κι ἐκεῖ, παρόμοια σκορπιστῆκαν
370 ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽. αὐτὰρ Ὀδυσσεὺς
ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε, κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
εἵματα δ᾽ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
καὶ τὰ δοκάρια τοῦ σκαριοῦ· καὶ τότες ὁ Ὀδυσσέας
σὲ ξύλο καβαλλίκεψε σὰν ποὺ ἄλογο ἀνεβαίνουν,
καὶ τὰ σκουτιὰ ξεγδύθηκε, τῆς Καλυψῶς τὰ δῶρα.
Εὐτὺς γύρω στὰ στήθη του ζώνεται τὸ μαγνάδι,
καὶ μπρουμυτώντας στὰ νερὰ τὰ χέρια του τεντώνει
375 νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
νὰ κολυμπήση· κι ὁ τρανὸς τὸν εἶδε ὁ Κοσμοσείστης,
καὶ σείνοντας τὴν κεφαλὴ στὸ νοῦ του μέσα κρένει·
  "οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος."
     “Τώρα ποὺ τόσα τράβηξες, ἄμε στὰ πέλαα γύρνα,
ὥσπου μ' ἀνθρώπους διόθρεφτους νὰ σμίξης. Μὰ δὲ θά 'χης
θαρρῶ παράπονο πιὰ ἐσὺ πὼς συφορὲς δὲ σοῦ 'ρθαν.”
380 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
ἵκετο δ᾽ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.
     Καὶ τὰ λαμπρότριχ' ἄλογα μαστίγωσε, καὶ φτάνει
ὡς τὶς Αἰγές, ποὺ τ' ὥριο του βρισκότανε παλάτι.
  αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
παύσασθαι δ᾽ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
     Καὶ τότες ἄλλο ἡ Ἀθηνᾶ, τοῦ Δία ἡ κόρη, βρῆκε.
Φράζει ἄξαφνα καὶ σταματάει κάθε ἄλλου ἀνέμου δρόμο,
καὶ τοὺς προστάζει νὰ σταθοῦν καὶ νὰ συχάσουν ὅλοι.
385 ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ᾽ ἔαξεν,
ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
Καὶ σήκωσε γοργὸ Βοριὰ νὰ σπάση ὀμπρὸς τὸ κῦμα,
ὥσπου νὰ ρθῆ στοὺς Φαίακες, ποὺ τὸ κουπὶ ἀγαπᾶνε,
ξεφεύγοντας τὸ θάνατο ὁ θεόμορφος Δυσσέας.
  ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα κύματι πηγῷ
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
     Ἐκεῖ θαλασσοπάλευε δυὸ νύχτες καὶ δυὸ μέρες,
κι ἀνέπαυα καταστροφὴ προμάντευε ἡ ψυχή του.
390 ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη· ὁ δ᾽ ἄρα σχεδὸν εἴσιδε γαῖαν
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
Μὰ ἡ ὥρια Αὐγὴ σὰν ἔφερε τὸ φῶς τῆς τρίτης μέρας,
ἔπεσε τότες ὁ Βοριᾶς κι ἁπλώθηκε γαλήνη·
καὶ ρίχνοντας καλὴ ματιὰ βλέπει τὴ γῆς κοντά του,
καθὼς τὸν ἀνασήκωνε θεόρατο ἕνα κῦμα.
Κι ὅπως στὰ τέκνα φαίνεται γλυκειὰ ἡ ζωὴ γονιοῦ τους,
395 πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων,
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
ἀσπάσιον δ᾽ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
ποὺ ἀρρώστια μακρινὴ τὸν τρώει πολὺν καιρὸ στὴν κλίνη,
καὶ ποὺ σκληρὰ τὸν τυραννεῖ μὲ πόνους κακὴ μοῖρα,
μὰ οἱ θεοὶ ἀπ' τὰ βάσανα τὸν ἀκριβό τους σώνουν,
ἔτσι γλυκειὰ φαινότανε τῆς γῆς ἡ πρασινάδα
στὸν Ὀδυσσέα· καὶ πάσκιζε ὁλοένα κολυμπώντας
400 ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ·
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
νὰ στήση πόδι ἀπὰς στὴ γῆς. Καὶ πιὸ κοντὰ σὰν ἦταν,
ὅσο νὰ φτάση φωνητό, τότε ἄκουγε τὸ χτύπο
τῆς θάλασσας ποὺ δέρνουνταν στὰ βράχια καταπάνω·
γιατὶ βογκοῦσε στὶς στεριὲς τὸ γιγαντένιο κῦμα,
ξεσπάνοντας τρομαχτικὰ κι ἀφροὺς παντοῦ σκορπώντας
405 ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
τὶ μήτε ἀράγματα εἶχε ἐκεῖ, μήτε λιμιῶνες εἶχε,
μόνε ἀκρωτήρια δοντωτά, καὶ βράχους καὶ λιθάρια.
Καῖ τοῦ Ὀδυσσέα κόπηκαν τὰ γόνατα κι ἡ ἀνάσα,
καὶ πικραμένος ἔλεγε μὲς στὸν ἀντρίκιο νοῦ του·
  "ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
     “Ἀλλοίς μου, τώρα ποὺ τὴ γῆς νὰ δῶ βουλήθη ὁ Δίας
ἀνόλπιστα, καὶ ποὺ ἔφτασα νὰ σκίσω τόσα βάθια,
410 ἔκβασις οὔ πῃ φαίνεθ᾽ ἁλὸς πολιοῖο θύραζε·
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
βέβρυχεν ῥόθιον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη,
ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
νὰ μὴν τυχαίνη πέρασμα ἀπ' τὴ θάλασσα γιὰ νά 'βγω,
μόνε ὅλο βράχια κοφτερά, καὶ γύρω τους τὸ κῦμα
βροντάει, καὶ πέτρα γλιστερὴ ἀποπάνωθε ὀρθοστέκει·
βαθιὰ καὶ τὰ νερὰ κοντά, καὶ πάτημα δὲ βρίσκω,
γιᾶ νᾶ σταθῶ κι ἀπὸ κακὴ νὰ ξεγλυτώσω μοῖρα.
415 μή πώς μ᾽ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
κῦμα μέγ᾽ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
εἰ δέ κ᾽ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
δείδω μή μ᾽ ἐξαῦτις ἀναρπάξασα θύελλα
Κι ἂν κάνω νά 'βγω, φοβερὸ μπορεῖ νὰ μοῦ 'ρθη κῦμα,
καὶ νὰ μὲ ρίξη σύγκορμο στὰ κοφτερὰ λιθάρια,
καὶ πάει τοῦ κάκου ὁ ἀγώνας μου. Μὰ ἂν πάλε κολυμπήσω
παρέκει τὸ γιαλὸ γιαλὸ, τάχα νὰ βρῶ κρυμμένες
ἀπόμερες ἀκρογιαλιὲς καὶ θαλασσένιους κόρφους,
ποιός ξέρει ἂ δὲ μ' ἅρπάξουνε καὶ πάλε ἀνεμοζάλες,
420 πόντον ἐπ᾽ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος."
καὶ στὰ ψαράτα πέλαγα μὲ σύρουν, κι ἂς στενάζω.
Ἢ ἂ δὲ μοῦ στείλη φοβερὴ θεριὸ θεὸς κανένας,
ἀπ' ὅσα θρέφει στὰ βαθιὰ ἡ ξακουστὴ Ἀμφιτρίτη·
τὶ ξέρω πὼς μ' ἀντιπαθάει τῆς γῆς ὁ μέγας σείστης.”
  ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,      Αὐτὰ καθὼς ἀνάδευε στὸ νοῦ καὶ στὴν ψυχή του,
425 τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ᾽ ἀκτήν.
ἔνθα κ᾽ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ᾽ ὀστέ᾽ ἀράχθη,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
κῦμα τρανὸ τὸν πέταξε στὸ πετρωτὸ ἀκρογιάλι,
καὶ θὰ γδερνόταν, κι ὅλα του τὰ κόκκαλα θὰ σπάναν,
ἂ δὲν τοῦ φώτιζε τὸ νοῦ ἡ θεὰ ἡ γαλανομάτα.
Μὲ τὰ δυὸ χέρια ἀδράχνοντας τὴν πέτρα, ἐκεῖ κρατιόταν,
καὶ βόγκαε ὥσπου πέρασε τὸ φοβερὸ τὸ κῦμα,
430 καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
Ἔτσι τὸ ξέφυγε, μὰ αὐτὸ κυλώντας ξαναπίσω,
τόνε χτυπάει, καὶ πιὸ μακριὰ στὰ πέλαα τὸν τινάζει,
Πῶς μέσ' ἀπ' τὸ θαλάμι του χταπόδι σὰν τραβιέται,
πολλὰ πετράδια στὰ βυζιὰ τῶν πλοκαμιῶν κολνᾶνε,
ἔτσι ἔμειναν τὰ γδάρματα στὶς πέτρες κολλημένα
435 ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ᾽ Ὀδυσσεύς,
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
κύματος ἐξαναδύς, τά τ᾽ ἐρεύγεται ἤπειρόνδε,
νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
ἀπὸ τ' ἀντρίκια χέρια του· καὶ τόνε σκέπασε ὅλο
τὸ μέγα κῦμα. Κι ἐκειδά, πρὶ νά 'ρθη τὸ γραφτό του,
θ' ἀφανιζότανε μεμιὰς ὁ δόλιος Ὀδυσσέας,
ἂ δὲν τὸν καθοδήγευε ἡ θεὰ ἡ γαλανομάτα.
Μέσ' ἀπὸ κῦμα ποὺ μὲ βουὴ πρὸς τὴ στεριὰ κυλιοῦνταν
προβάλλοντας, κολύμπαε μπρός, τὴ γῆς κοιτώντας, ἴσως
440 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
καὶ βρῆ ἀκρογιάλι ἀπόμερο καὶ κόρφο θαλασσένιο.
Μὰ σὲ ὥριου στόμα ποταμοῦ σὰν ἦρθε κολυμπώντας,
λαμπρὸς ἐκεῖ τοῦ φάνηκε κι ἀπάνεμος ὁ τόπος,
μὲ δίχως πέτρες. Τό ' νιωσε τὸ ρέμα ποὺ κυλοῦσε,
κι ἀμέσως προσευκήθηκε μὲς στὴν ψυχὴ του κι εἶπε·
445 "κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ᾽ ἱκάνω,
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
αἰδοῖος μέν τ᾽ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
σόν τε ῥόον σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας.
     “Ἄκου με, βασιλιὰ καλὲ, καὶ παρακαλεστέ μου,
ὅποιος κι ἂν εἶσαι· σοῦ ἔρχουμαι καὶ σοῦ προσπέφτω ἐσένα
ἀπ' τὶς φοβέρες φεύγοντας τοῦ Ποσειδώνα πέρα.
Ὡς κι οἱ ἀθάνατοι οἱ θεοὶ μὲ σεβασμὸ τιμοῦνε
τὸν ἄντρα ποὺ πλανήθηκε καὶ πού 'ρχεται ὀμπροστά τους·
ἔτσι κι ἐγὼ στὸ γόνα σου προσπέφτω ἀποσταμένος.
450 ἀλλ᾽ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι." Σπλαχνίσου με, καὶ ἰκέτης σου παινιέμαι, βασιλιά μου.”
  ὣς φάθ᾽, ὁ δ᾽ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ᾽ ἐσάωσεν
ἐς ποταμοῦ προχοάς. ὁ δ᾽ ἄρ᾽ ἄμφω γούνατ᾽ ἔκαμψε
χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
     Κι αὐτὸς τὸ ρέμα κόβει εὐτὺς, καὶ σταματάει τὸ κῦμα,
κι ἁπλώνει ὀμπρός του σιγαλιά, καὶ τόνε σώζει στὸ ἔβγα
τοῦ ποταμοῦ· καὶ λύγισε ὁ Δυσσέας τὰ γόνατά του,
καὶ τ' ἀντρειωμένα χέρια του, κομμένος ἀπ' τὸ κῦμα.
455 ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
ἂν στόμα τε ῥῖνάς θ᾽· ὁ δ᾽ ἄρ᾽ ἄπνευστος καὶ ἄναυδος
κεῖτ᾽ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
Εἶχε πρησμένο τὸ κορμί, κι ἀνάβρυζαν οἱ ἅρμες
στὸ στόμα, στὰ ρουθούνια του· χωρὶς μιλιὰ κι ἀνάσα
καὶ ναρκωμένος κοίτουνταν ἀπ' τὸν πολὺ τὸν κόπο.
Μὰ πάλε σὰν ξανάσανε καὶ συμμαζώχτη ὁ νοῦς του,
ξέλυσε ἀμέσως τῆς θεᾶς τὸ μαγικὸ μαγνάδι,
460 καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
ἂψ δ᾽ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ᾽ ἄρ᾽ Ἰνὼ
δέξατο χερσὶ φίλῃσιν· ὁ δ᾽ ἐκ ποταμοῖο λιασθεὶς
σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
καὶ μέσα στ' ἁρμυρὰ νερὰ τοῦ ποταμοῦ τ' ἀφῆκε.
Κῦμα μεγάλο τό 'συρε στῆς θάλασσας τὸ ρέμα,
κι ἡ θεὰ Ἰνὼ τὸ δέχτηκε γοργὰ στὰ δυό της χέρια·
τότες αὐτὸς ἀφήνει πιὰ τὸν ποταμό, καὶ πέφτει
πάνω στὰ βοῦρλα, καὶ ,φιλάει τὴ γῆς τὴν καρποδότρα,
καὶ μὲ βαρειά 'λεγε ψυχὴ μὲς στὸν ἀντρίκιο νοῦ του·
465 "ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
εἰ μέν κ᾽ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
μή μ᾽ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
αὔρη δ᾽ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
     “Ἀλλοίς μου, τί θὰ πάθω ἐδῶ, καὶ ποῦ θὰ καταντήσω ;
Τὴ νύχτα τὴν ἀνήσυχη στὸν ποταμὸ ἂν περάσω,
ἡ κακὴ πάχνη κι ἡ ψιλὴ δροσιὰ μπορεῖ νὰ σβήσουν
ὁλότελα τὸ πνέμα μου τ' ἀχνὸ καὶ θολωμένο,
τὶ ἀγέρι τὴν αὐγὴ ψυχρὸ φυσάει ἀπ' τὸ ποτάμι.
470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."
Στὴ ράχη πάλε ἂν ἀνεβῶ, καὶ στοῦ δασιοῦ τοὺς ἴσκιους,
καῖ μέσα στὰ πυκνὰ δεντριὰ ἂν πλαγιάσω, νὰ ξεκάμω
τὸ σύγκρυο καὶ τὴν κούραση, κι ὕπνος γλυκὸς μὲ πάρη,
θεριὰ φοβᾶμαι μὴ μὲ βροῦν καὶ θῦμα τους μὲ κάμουν.”
  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·      Καὶ αὐτὸ νὰ κάνη φάνηκε στὸ νοῦ του πιὸ συφέρο·
475 βῆ ῥ᾽ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
ἐν περιφαινομένῳ· δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους,
ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης.
τοὺς μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
οὔτε ποτ᾽ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
σὲ δάσο γυροθώρητο ποὺ ηὖρε σιμὰ στὸ ρέμα,
μπῆκε καὶ χώθηκε σὲ δυὸ χαμόδεντρ' ἀποκάτω,
ποὺ ἀπὸ μιὰ ρίζα βγαίνανε· ἐλιά 'τανε κι ἀγρίλι.
Μήτ' οἱ ἀνέμοι οἱ σύνυγροι ἐκεῖ πέρα ἀγριοφυσοῦσαν,
μήτε τοῦ ἥλιου οἱ φωτερὲς ἀχτίδες κατεβαῖναν,
480 οὔτ᾽ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπ᾽ Ὀδυσσεὺς
δύσετ᾽. ἄφαρ δ᾽ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
ὅσσον τ᾽ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
μήτε βροχὴ τὰ πέρναγε· τόσο πυκνὰ πλεγμένα
τό 'να μὲ τ' ἄλλο βρίσκουνταν· ἐκεῖ ὁ Δυσσέας τραβήχτη,
καὶ μὲ τὰ χέρια στοίβαξε μεμιὰς μεγάλη στρώση·
γιατ' εἶχε φύλλα περισσὰ τριγύρω σκορπισμένα,
ποὺ σώνανε καὶ δυὸ καὶ τρεῖς νομάτους νὰ σκεπάσουν,
485 ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
ἐν δ᾽ ἄρα μέσσῃ λέκτο, χύσιν δ᾽ ἐπεχεύατο φύλλων.
ὡς δ᾽ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
ἀγροῦ ἐπ᾽ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
μὰ καὶ χειμώνας νά 'τανε μὲ κρύο σὰ φαρμάκι.
Τὰ εἶδε ὁ ἄντρας ὁ πολύπαθος, καὶ χάρηκε ἡ ψυχή του,
καὶ πλάγιασε στὴ μέση τους, κι ἔρριξε φύλλα πλῆθος
ἀπάνω του. Σὰν ποὺ δαυλὸ στὴ μαύρη στάχτη κρύβεις,
μὲς σ' ἐξοχὴ παράμερη, ποὺ λείπουνε γειτόνοι,
490 σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
ὕπνον ἐπ᾽ ὄμμασι χεῦ᾽, ἵνα μιν παύσειε τάχιστα
δυσπονέος καμάτοιο φίλα βλέφαρ᾽ ἀμφικαλύψας.
καὶ σώζεις σπόρο τῆς φωτιᾶς, μὴν ἀπ' ἀλλοῦθε ἀνάψης,
ἔτσι ὁ Δυσσέας σκεπάστηκε μὲ φύλλα· κι ἡ Παλλάδα
ὕπνο στὰ μάτια τοῦ 'σταξε γιὰ νὰ τὸν ἀλαφρώση
ἀπ' τὴ βαρειὰ τὴν κούραση, τὰ βλέφαρα του κλειώντας.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001