<< Ραψωδία ζ [ Εἰσαγωγή ] Ραψωδία θ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία η
Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνουν.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  ὧς ὁ μὲν ἔνθ᾽ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
ἡ δ᾽ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ᾽ ἵκανε,
στῆσεν ἄρ᾽ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
     Ἔτσι ὁ τρανός, πολύπαθος Δυσσέας προσευκόταν,
καθὼς τὴν κόρη φέρνανε στὴ χώρα τὰ μουλάρια.
Καὶ ὡς ἔφτασε στὰ ξακουστὰ παλάτια τοῦ γονιοῦ της,
στὰ ξώθυρα σταμάτησε, κι οἱ θεόμοιαστοι ἀδερφοί της,
5 ἵσταντ᾽ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ᾽ ὑπ᾽ ἀπήνης
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
αὐτὴ δ᾽ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
τήν ποτ᾽ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
ζυγώσανε καὶ στάθηκαν καὶ ξέζεψαν τὰ ζῶα,
καὶ τὰ καθάρια φέρανε φορέματα στὸν πύργο.
Πέρασε τότε ἡ Ναυσικᾶ στὸ θάλαμο της ἴσια,
ὅπου ἡ γριὰ Εὐρυμέδουσα καλὴ φωτιὰ ἄναβέ της,
ἡ συγυρίστρα ποὺ ἄλλοτε ἀπ' τὴν Ἀπείρη πλοῖα,
10 Ἀλκινόῳ δ᾽ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
Φαιήκεσσιν ἄνασσε, θεοῦ δ᾽ ὣς δῆμος ἄκουεν·
ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
τὴ φέρανε γοργόλαμνα καὶ δῶρο τήνε δῶσαν
τοῦ Ἀλκίνου, πρῶτος βασιλιᾶς σὰν ποὺ ἤταν τῶ Φαιάκων,
καὶ σὰ θεὸ τὸν ἄκουγαν· τὴν κόρη εἶχε ἀναθρέψει,
αὐτὴ, καὶ τὴ φωτιὰ ἄναβε καὶ τοίμαζε τὸ δεῖπνο.
  καὶ τότ᾽ Ὀδυσσεὺς ὦρτο πόλινδ᾽ ἴμεν· ἀμφὶ δ᾽ Ἀθήνη      Τότε ὁ Δυσσέας σηκώθηκε στὴ χώρα νὰ κινήση,
15 πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ᾽ Ὀδυσῆι,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
κερτομέοι τ᾽ ἐπέεσσι καὶ ἐξερέοιθ᾽ ὅτις εἴη.
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
κι ἡ Ἀθηνᾶ καλόθελα τοῦ σκόρπισε κατάχνια,
μὴν τὸν ξανοίξη Φαίακας τρανόψυχος, κι ἀρχίση
λόγια νὰ βγάζη ἀγγιχτικά, καὶ νὰ ρωτάη ποιός εἶναι.
Κι ὅ,τι ἔκανε στὴν πρόσχαρη τὴ χώρα νὰ πατήση
τὸν ἀνταμώνει ἡ Ἀθηνᾶ, ἡ θεὰ ἡ γαλανομάτα,
20 παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
στῆ δὲ πρόσθ᾽ αὐτοῦ, ὁ δ᾽ ἀνείρετο δῖος Ὀδυσσεύς·
ἀθῶο κορίτσι μοιάζοντας ποὺ στάμνα κουβαλοῦσε.
Ὀμπρός του στάθη, κι ὁ τρανὸς τήνε ρωτᾶ Ὀδυσσέας·
  "ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
Ἀλκινόου, ὃς τοῖσδε μετ᾽ ἀνθρώποισι ἀνάσσει;
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ᾽ ἱκάνω
     “Παιδί μου, μπορεῖς νὰ μὲ πᾶς στοῦ Ἀλκίνου τὰ παλάτια,
τοῦ ἄντρα, ποὺ εἶναι ὁ βασιλιᾶς ἐτούτων τῶν ἀνθρώπων;
Τυραννισμένος ἔρχουμαι καὶ ξένος ἐδῶ πέρα,
25 τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν."
ἀπὸ λημέρια ἀπόμακρα, κι ἀπ' ,ὅσους κατοικᾶνε
τὴ χώρα καὶ τὴ γῆς αὐτὴ κανένα δὲ γνωρίζω.”
  τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
"τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
     Κι ἡ γαλανόματη ἡ θεὰ γυρίζει καὶ τοῦ κρένει·
“Θὰ σοῦ τὰ δείξω, ξένε μου πατέρα, ἐγὼ τὰ σπίτια
ποὺ μοῦ ζητᾶς, τ' εἶναι σιμὰ στοῦ ἄξιου τοῦ γονιοῦ μου.
30 ἀλλ᾽ ἴθι σιγῇ τοῖον, ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω,
μηδέ τιν᾽ ἀνθρώπων προτιόσσεο μηδ᾽ ἐρέεινε.
οὐ γὰρ ξείνους οἵδε μάλ᾽ ἀνθρώπους ἀνέχονται,
οὐδ᾽ ἀγαπαζόμενοι φιλέουσ᾽ ὅς κ᾽ ἄλλοθεν ἔλθῃ.
νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
Ἔρχου σωπαίνοντας ἐσύ, κι ἐγὼ μπροστὰ πηγαίνω·
κανέναν ἄλλον μὴν κοιτᾶς, καὶ μὴ ρωτᾶς κανέναν,
γιατὶ τοὺς ξένους τοῦτοι ἐδῶ δὲν τοὺς πολυχωνεύουν,
κι ἂν κάποιος ἀπ' ἀλλοῦθε ἐρθῆ, φιλίες δὲν τοῦ ἀνοίγουν,
ἔχοντας θάρρος στὰ γοργὰ καράβια τους, ποὺ σκίζουν
35 λαῖτμα μέγ᾽ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ᾽ ἐνοσίχθων·
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα."
τὰ πέλαα μὲ τὴ συνεργιὰ τοῦ θεοῦ τοῦ κοσμοσείστη,
ποὺ σὰν πουλιὰ γοργοπετοῦν ἢ σὰν τοῦ νοῦ τὴ σκέψη.”
  ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
τὸν δ᾽ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
     Εἶπε, κι ὀμπρὸς ἡ Ἀθηνᾶ ξεκίνησε μὲ βιάση,
καὶ πίσωθε στ' ἀχνάρια της ἀκολουθοῦσε ἐκεῖνος.
Κι οἱ Φαίακες δὲν τὸν ἔνιωσαν οἱ θαλασσακουσμένοι,
40 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ᾽ ἐνὶ θυμῷ.
θαύμαζεν δ᾽ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
αὐτῶν θ᾽ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
ὀμπρός τους καθὼς διάβαινε περνώντας ἀπ' τὴ χώρα,
τὶ ἡ ὄμορφη καὶ φοβερὴ θεὰ Ἀθηνᾶ τὸν εἶχε
ὁλόσκεπο ἀπὸ καταχνιά, ποθώντας τὸ καλό του.
Καὶ τὸ λιμάνι θάμαζε μὲ τὰ καράβια ἐκεῖνος,
τὶς ἀγορὲς ποὺ κάθουνταν οἱ ἡρῶοι, καὶ τὰ μεγάλα
45 ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
ἀλλ᾽ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ᾽ ἵκοντο,
τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
τὰ ξυλοσκέπαστα τειχιά, ποὺ θάμα ἦταν μονάχο.
Καὶ στὰ παλάτια τὰ λαμπρὰ τοῦ βασιλιᾶ σὰ φτάσαν,
τότες τοῦ κρένει ἡ Ἀθηνᾶ, ἡ θεὰ ἡ γαλανομάτα·
  "οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
     “Νά τα τὰ σπίτια ποὺ ζητᾶς, ὦ ξένε μου πατέρα·
θὰ βρῆς ἐκεῖ τοὺς διόθρεφτους ἀφέντες στὸ τραπέζι·
50 δαίτην δαινυμένους· σὺ δ᾽ ἔσω κίε, μηδέ τι θυμῷ
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Ἀρήτη δ᾽ ὄνομ᾽ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
ὡς τόσο κίνα μέσα ἐσὺ, κι ἂς μὴ σὲ πιάνη φόβος·
ἄντρας μὲ θαρρετὴ καρδιὰ σὲ κάθε καμωμά του
πιὸ ἄξιος πάντα θὰ φανῆ, κι ἂς ἔρχεται ἀπ' ἀλλοῦθε.
Καὶ πρῶτα τὴ βασίλισσα θὰ βρῆς μὲς στὰ παλάτια·
τὴ λὲν Ἀρήτη, κι ἔρχεται κι ἐκείνη ἀπὸ τοὺς ἴδιους
55 τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
ὅς ποθ᾽ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
προγόνους ποὺ γεννήθηκε ὁ βασιλέας Ἀλκίνος.
Πρῶτα ὁ Ναυσίθος ἦρθε, ὁ γιὸς τοῦ σείστη Ποσειδώνα
καὶ τῆς Περίβοιας, ποὺ ἤτανε περίσσια ἡ ὀμορφιά της.
Κόρη τοῦ μεγαλόκαρδου Εὐρυμέδοντα στερνή 'ταν
ἐκείνη, τῶν περήφανων Γιγάντων βασιλέα.
60 ἀλλ᾽ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ᾽ αὐτός·
τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
Ναυσίθοος δ᾽ ἔτεκεν ῾Ρηξήνορά τ᾽ Ἀλκίνοόν τε.
τὸν μὲν ἄκουρον ἐόντα βάλ᾽ ἀργυρότοξος Ἀπόλλων
Τοὺς ἔχασε τοὺς ἄμυαλους, καὶ χάθηκε κι ἐκεῖνος.
Μὲ τὴν Περίβοια πλάγιασε τότες ὁ κοσμοσείστης,
καὶ τὸ Ναυσίθο γέννησε, τὸ ρήγα τῶν Φαιάκων.
Δυὸ γιοὺς ἐτοῦτος γέννησε, Ρηξήνορα καὶ Ἀλκίνο.
Καὶ νιόπαντρος καὶ δίχως γιὸ ὁ Ρηξήνορας σὰν ἦταν,
65 νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
Ἀρήτην· τὴν δ᾽ Ἀλκίνοος ποιήσατ᾽ ἄκοιτιν,
καί μιν ἔτισ᾽, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
ὅσσαι νῦν γε γυναῖκες ὑπ᾽ ἀνδράσιν οἶκον ἔχουσιν.
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
τὸν ἔκρουσε ὁ Ἀπόλλωνας ὁ ἀργυροδοξαράτος,
καὶ μόνη σπίτι του ἄφησε μιὰ κόρη, τὴν Ἀρήτη·
αὐτὴν ὁ Ἀλκίνος ἔκαμε κατόπι σύγκλινή του,
καὶ τὴν τιμοῦσε ὅσο καμιὰ στὸν κόσμο δὲν τιμιέται,
ἀπ' ὅσες ζοῦν σὲ χέρια ἀντρὸς στὰ σπιτικά τους τώρα.
70 ἔκ τε φίλων παίδων ἔκ τ᾽ αὐτοῦ Ἀλκινόοιο
καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
δειδέχαται μύθοισιν, ὅτε στείχῃσ᾽ ἀνὰ ἄστυ.
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
ᾗσι τ᾽ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
Θερμὰ τήνε λατρεύουνε, καὶ τ' ἀκριβὰ παιδιά της,
κι ἴδιος ὁ Ἀλκίνος, κι ὁ λαός, ποὺ σὰ θεὰ τὴ βλέπει
καὶ γκαρδιακὰ τὴ δέχεται στὴ χώρα σὰ διαβαίνη.
Καὶ μήτε λείπει στοχασιὰ ποτὲς ἀπὸ τὸ νοῦ της,
μόν' τῶν ἀντρῶν ποὺ συμπονεῖ τὶς διαφορὲς τελειώνει.
75 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν."
Καὶ σένα ἂ συμπονέση αὐτή, πάλε θὰ δῆς μιὰ μέρα
τοὺς φίλους σου καὶ τοὺς δικούς, καὶ θὰ ξανάρθης πάλε
στὸ σπίτι τ' ἁψηλόσκεπο τῆς γονικῆς σου χώρας.”
  ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
πόντον ἐπ᾽ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
     Αὐτὰ εἶπε, καὶ τραβᾶ ἡ θεὰ στ' ἀτρύγητα πελάγη,
κι ἀπ' τὴ Σκερία τὴν ὄμορφη φτάνει στὸ Μαραθώνα,
80 ἵκετο δ᾽ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
δῦνε δ᾽ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
Ἀλκινόου πρὸς δώματ᾽ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
ὥρμαιν᾽ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
κατόπι στὴν πλατύδρομη τὴ χώρα της Ἀθήνας,
καὶ μπαίνει στὸ στεριόχτιστο ναὸ τοῦ Ἐρεχτέα.
Ἦρθε στοῦ Ἀλκίνου τ' ἀκουστὰ παλάτια κι ὁ Ὀδυσσέας,
κι ὁ νοῦς του σάστιζε πρὶν πάη στὰ χαλκωτὰ κατώφλια·
τὶ σὰ φῶς ἥλιου ἢ φεγγαριοῦ στὰ μάτια του φαινόταν
85 δῶμα καθ᾽ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ᾽ ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
σταθμοὶ δ᾽ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
τοῦ Ἀλκίνου τοῦ τρανόκαρδου τὸ θεόρατο παλάτι.
Χαλκένιοι τοῖχοι στέκονταν ἀπ' τὸ κατώφλι ὡς μέσα
στὰ βάθια, καὶ ζωνόντανε μὲ λαζουρὶ στεφάνι·
θύρες χρυσὲς σφαλνούσανε τὸ στεριωμένο χτίριο,
μὲ παραστάτες ἀργυροὺς στὸ χαλκωτὸ κατώφλι,
90 ἀργύρεον δ᾽ ἐφ᾽ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
χρύσειοι δ᾽ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
μὲ ἀνώφλι, ὁλάργυρο κι αὐτό, καὶ μὲ χρυσὴ κρικελα.
Εἶχε καὶ δυὸ ἀργυρόχρυσους ἀπ' τὰ δυὸ πλάγια σκύλους,
ποὺ ὁ Ἤφαιστος τοὺς ἔφτιαξε μὲ τὴ σοφή του τέχνη,
τὸν πύργο νὰ φυλάγουνε τοῦ Ἀλκίνου τοῦ μεγάλου,
ἀθάνατοι κι ἀγέραστοι γιὰ πάντα καὶ γιὰ πάντα.
95 ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ᾽ ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ᾽ ἐνὶ πέπλοι
λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
Θρονιὰ στὸν τοῖχο ἀραδιαστὰ κι ἀπὸ τὰ δυὸ τὰ πλάγια,
ἀπ' τὸ κατώφλι ὡς τὰ βαθιά, μὲ ντύματα ἀποπάνω,
ἔργα ψιλὰ καλόγνεστα τῶν γυναικῶν, βαλμένα.
Σ' ἐκεῖνα ἀπάνω οἱ προεστοὶ καθόνταν τῶ Φαιάκων,
καὶ τρώγανε καὶ πίνανε, τὶ εἶχαν πολλὰ ὀμπροστά τους.
100 χρύσειοι δ᾽ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
Σὲ στυλοβάτες δουλευτοὺς χρυσὰ ἀγοράκια στέκαν,
καὶ κράταγαν στὰ χέρια τους λαμπάδες ἀναμμένες,
ποὺ φέγγανε τῶ σύδειπνων τὴ νύχτα στὰ παλάτια.
Πενήντα μὲς στοὺς πύργους του γυναῖκες εἶχε ἐργάτρες·
ἄλλες τους στὸ χερόμυλο ξανθὸ σιτάρι ἀλέθουν,
105 αἱ δ᾽ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
καιρουσσέων δ᾽ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
ἄλλες τους φαίνουνε πανὶ καὶ κλώθουν καθισμένες,
σὰ φύλλα λεύκας ἁψηλῆς σαλεύοντας· καὶ τόσο
κρουστόφαντα εἶναι τὰ λινὰ ποὺ τρέχει ὁγρὸ τὸ λάδι.
Τὶ ὅσο περνοῦν οἱ Φαίακες στὸν κόσμο ὅλους τοὺς ἄλλους
σὲ καραβιοῦ κυβέρνημα, τόσο πιδέξες εἶναι
110 ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
ἔκτοσθεν δ᾽ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
τετράγυος· περὶ δ᾽ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
στὸ φάδι κι οἱ γυναῖκες τους, ποὺ ἡ Ἀθηνᾶ νὰ φτιάνουν
ὥρια δουλειὰ τὶς ἔμαθε, καὶ νοῦ λαμπρὸ ἔδωσέ τους.
Παρόξω ἀπ' τὴν αὐλὴ, σιμὰ στὴ θύρα, ἔχει περβόλι,
τεσσάρω ζευγαριῶν παντοῦ καλοφραγμένο γύρω,
ποὺ δέντρα πλῆθος φαίνουνται ἁψηλὰ καὶ φουντωμένα·
115 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ᾽ ἀπολείπει
χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ᾽ αἰεὶ
Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
ἐκεῖ ἀπιδιές, ροδιές, μηλιές μὲ τὰ λαμπρὰ τὰ μῆλα,
συκιὲς γλυκόκαρπες κι ἐλιὲς γερὲς καὶ φουντωμένες.
Δὲ λείπει ὁλοχρονὶς καρπός, χειμώνα καλοκαίρι·
τὶ ἄλλα τ' ἀγέρι τὸ γλυκὸ γεννάει κι ἄλλα ὡριμάζει.
120 ὄγχνη ἐπ᾽ ὄγχνῃ γηράσκει, μῆλον δ᾽ ἐπὶ μήλῳ,
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ᾽ ἐπὶ σύκῳ.
ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
τέρσεται ἠελίῳ, ἑτέρας δ᾽ ἄρα τε τρυγόωσιν,
Μεστώνει ἀπίδι, κι ἄλλο ἀνθεῖ, καὶ μῆλο πὰς στὸ μῆλο,
πὰς στὸ σταφύλι ἄλλο τσαμπί, καὶ σῦκο πὰς στὸ σῦκο,
Βρίσκεται φυτεμένο ἐκεῖ καὶ πλούσιο ἀμπελοκήπι,
μὲ ἁλώνι μέσα λιακωτὸ σὲ γῆς καλοστρωμένη,
ποὺ ἀπὸ τὸν ἥλιο δέρνεται· σταφύλια ἀλλοῦ τρυγιοῦνται,
125 ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ᾽ ὄμφακές εἰσιν
ἄνθος ἀφιεῖσαι, ἕτεραι δ᾽ ὑποπερκάζουσιν.
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
ἐν δὲ δύω κρῆναι ἡ μέν τ᾽ ἀνὰ κῆπον ἅπαντα
ἀλλοῦ πατιοῦνται· παραμπρὸς κρεμιένται οἱ ἀγουρίδες
στὸ ξάνθισμά τους· παρακεῖ νὰ βάφουν ἀρχινᾶνε.
Ἔχει κι ὡριόπλουμες βραγιὲς στοῦ περβολιοῦ τὶς ἄκρες,
κάθε λογῆς, ποὺ ὁλοχρονὶς σφαντάζουνε στὸ μάτι·
καὶ βρύσες δυό· σκορπιέται ἡ μιὰ μὲς σ' ὅλο τὸ περβόλι,
130 σκίδναται, ἡ δ᾽ ἑτέρωθεν ὑπ᾽ αὐλῆς οὐδὸν ἵησι
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
τοῖ᾽ ἄρ᾽ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
κι ἡ ἄλλη κάτω ἀπ' τῆς αὐλῆς διαβαίνει τὸ κατώφλι,
πρὸς τὸ παλάτι, κι ἔπαιρναν κεῖθε νερὸ οἱ πολῖτες.
Τέτοια οἱ θεοὶ χαρίζανε λαμπρὰ τοῦ Ἀλκίνου δῶρα,
  ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
     Στάθηκ' ἐκεῖ ὁ πολύπαθος, ὁ μέγας Ὀδυσσέας
κοιτώντας. Καὶ σὰ θάμασε τὸ καθετὶς στὸ νοῦ του,
135 καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
ἀπ' τὸ κατώφλι πέρασε καὶ μπῆκε στὸ παλάτι.
Καὶ βρῆκε αὐτοῦ τοὺς προεστοὺς κι ἀρχόντους τῶν Φαιάκων,
ποὺ μὲ ποτήρια στάζανε τοῦ Ἑρμῆ τοῦ ἀγρυπνομάτη,
τὶ ἐκείνου χῦναν τὶς στερνὲς σταλιὲς πριχοῦ πλαγιάσουν.
Περνάει ὀμπρός τους ὁ τρανός, πολύπαθος Δυσσέας,
140 πολλὴν ἠέρ᾽ ἔων, ἥν οἱ περίχευεν Ἀθήνη,
ὄφρ᾽ ἵκετ᾽ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
ἀμφὶ δ᾽ ἄρ᾽ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
καὶ τότε δή ῥ᾽ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
οἱ δ᾽ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
σὲ ἀνιὰ ποὺ τοῦ περέχυνε ἡ θεὰ Ἀθηνᾶ κρυμμένος,
ὥσπου ἦρθε στὴν Ἀρήτη ὀμπρὸς καὶ στὸν ἀφέντη Ἀλκίνο.
Ἀγγίζει τῆς βασίλισσας τὰ γόνατα ὁ Δυσσέας,
κι ἡ καταχνιὰ ἡ θεόσταλτη σκορπιέται πίσωθέ του.
Ἄνθρωπο βλέπουν τότε αὐτοί, καὶ σὰ βουβοὶ ἀπομνήσκουν,
145 θαύμαζον δ᾽ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· μὲ θαυμασμὸ κοιτώντας τον· κι αὐτὸς παρακαλεῖ τους·
  "Ἀρήτη, θύγατερ ῾Ρηξήνορος ἀντιθέοιο,
σόν τε πόσιν σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας
τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
     “Ἀρήτη, τοῦ Ρηξήνορα τοῦ ἰσόθεου θυγατέρα,
στὸν ἄντρα σου ὁ πολύπαθος προσπέφτω καὶ σ' ἐσένα,
κι αὐτοὺς ἐδῶ τοὺς σύνδειπνους, ποὺ οἱ θεοὶ νὰ τοὺς χαρίζουν
χρυσὴ ζωή, καὶ στὰ παιδιὰ ν' ἀφήσουνε τὰ πλούτια
150 κτήματ᾽ ἐνὶ μεγάροισι γέρας θ᾽ ὅ τι δῆμος ἔδωκεν·
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ᾽ ἱκέσθαι
θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω."
τῶν πύργων τους, κι ὅ,τι τιμὲς τοὺς ἔχει δώσει ὁ κόσμος.
Στεῖλτε καὶ μένα γλήγορα νὰ φτάσω στὴν πατρίδα,
ποὺ τόσους χρόνους δέρνουμαι μακριὰ ἀπὸ τοὺς δικούς μου.”
  ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν
πὰρ πυρί· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
     Εἶπε, καὶ χάμου κάθισε, πὰς στῆς γωνιᾶς τὴ στάχτη
πρὸς τὴ φωτιά· καὶ σύχαζαν οἱ ἄλλοι σωπασμένοι.
155 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
Τέλος ἀργὰ τοὺς μίλησε ὁ Ἐχένηος ὁ γέρος
ἥρωας, ποὺ στοὺς Φαίακες στὰ χρόνια ἦταν ὁ πρῶτος,
ἄξιος στὰ λόγια, καὶ ἤξερε πολλὰ καὶ περασμένα·
αὐτὸς μὲ νοῦ καλόγνωμο ξαγόρεψέ τους κι εἶπε·
  "Ἀλκίνο᾽, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,      “Ἀλκίνο, δὲν τὸ κρίνω αὐτὸ καλό, καὶ δὲν ταιριάζει
160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν,
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
ἄλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
πὰς στῆς γωνιᾶς νὰ κάθεται τὴ στάχτη χάμου ὁ ξένος.
Ἐσένα αὐτοὶ προσμένουνε ν' ἀκούσουν, καὶ βαστιένται.
Μόν' πάρ' τον, σὲ ἀργυρόδετη καθέδρα κάθισέ τον,
καὶ πρόσταξε τοὺς κήρυκες κρασὶ ν' ἀνεκατέψουν,
σταλιὲς καὶ τοῦ βροντόχαρου νὰ στάξουμε τοῦ Δία,
165 σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ·
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων."
ποὺ ὅποιον σεμνὰ παρακαλεῖ, τὸν προβοδάει ἐκεῖνος.
Ἂς δώση κι ἡ κελάρισσα δεῖπνο τοῦ ξένου ὅ,τι ἔχει.”
  αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
ὦρσεν ἀπ᾽ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
     Τ' ἀκούγει αὐτὰ καὶ παίρνει εὐτὺς ἀπὸ τὸ χέρι ὁ Ἀλκίνος
τὸ βαθιοστόχαστο Ὀδυσσέα τὸν πολυσοφισμένο,
κι ἀπ' τὴ γωνιὰ πὰς σὲ θρονὶ λαμπρὸ τόνε καθίζει,
170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
ἀφοῦ τὸ γιό του σήκωσε, τὸν ἀκριβὸ Λαοδάμα,
ποὺ ὅντας του μυριαγάπητος καθότανε σιμά του.
Καὶ μπρίκι γιὰ τὸ νίψιμο τοῦ φέρνει τότε ἡ βάγια,
ὥριο, χρυσό, καὶ χύνει του στὴν ἀργυρή λεγένη,
καὶ τότες στρώνει ἀντίκρυ του γυαλιστερὸ τραπέζι.
175 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
Σεμνὴ κελάρισσα ἔφερε ψωμὶ καὶ παραθέτει,
κι ἀπὸ τὰ καλοφάγια της τοῦ φίλεψε περίσσια.
Κι ὁ θεῖος, ὁ πολύπαθος τρωγόπινε Ὀδυσσέας.
Τότες τοῦ κήρυκα μιλάει καὶ λέει ὁ ἀντρεῖος Ἀλκίνος·
  "Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον      “Ἔλα, Ποντόνε, τὸ κρασὶ μὲς στὸ κροντήρι σμίξε,
180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ."
καὶ σ' ὅλους μοίρασέ το ἐδῶ, νὰ στάξουμε τοῦ Δία,
ποὺ ὅποιον σεμνὰ παρακαλεῖ τὸν προβοδάει ἐκεῖνος.”
  ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽, ὅσον ἤθελε θυμός,
     Εἶπε καὶ τὸ γλυκὸ κρασὶ καλόσμιξε ὁ Ποντόνος,
καὶ γύρω μοίρασε ἀπαρχὴ μὲ τὰ ποτήρια σὲ ὅλους.
Καὶ σάνε στάξαν κι ἤπιανε ὅσο ἤθελε ἡ καρδιά τους,
185 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· ὁ Ἀλκίνος τότε ὁ βασιλιὰς ξαγόρεψέ τους κι εἶπε·
  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες·
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
     “Ἀκοῦτε με, τῶ Φαιάκωνε ὦ προεστοὶ κι ἀρχόντοι,
τὰ ὅσα μέσα μου ἀγρικῶ νὰ σᾶς τὰ φανερώσω,
Τώρα ποὺ φάγατε ἤπιατε, σύρτε νὰ κοιμηθῆτε,
καὶ τὸ ταχὺ περσότερους γερόντους προσκαλοῦμε,
190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
μνησόμεθ᾽, ὥς χ᾽ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
πομπῇ ὑφ᾽ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
τὸν ξένο νὰ φιλέψουμε, καὶ στοὺς θεοὺς θυσίες
καλὲς ἀφοῦ προσφέρουμε, τὸν πηγαιμὸ νὰ δοῦμε
τοῦ ξένου· νὰ τὸν στείλουμε μὲ συνοδειὰ δική μας,
ἀκόπιαστα κι ἀνέπονα στὸν τόπο του νὰ φτάση,
καὶ νά 'βρη γλήγορη χαρὰ ὅσο μακριὰ κι ἂν εἶναι·
195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ᾽ ἔπειτα
πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθεν,
μηδὲ νὰ πάθη βλάψιμο ἢ κακὸ μὲς στὸ ταξίδι,
μπριχοῦ νὰ μπῆ στὴ χώρα του· ποὺ ἐκεῖ κατόπι θά 'χη
ὅσα στὸν κόσμο ἡ Μοῖρα του κι οἱ σοβαρὲς οἱ Κλῶστρες
μὲ τὴν κλωστὴ τοῦ γνέσανε σὰν τόνε 'γέννα ἡ μάνα.
Ὅμως ἂν εἶναι ἀθάνατος ποὺ ἦρθε ἀπ' τὰ οὐράνια,
200 ἄλλο τι δὴ τόδ᾽ ἔπειτα θεοὶ περιμηχανόωνται.
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
ἡμῖν, εὖτ᾽ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
δαίνυνταί τε παρ᾽ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
εἰ δ᾽ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
τότες κάτι ἄλλο μελετοῦν οἱ θεοὶ νὰ μᾶς σκαρώσουν.
Τὶ ὡς τὰ τώρα ἀσκέπαστοι φανερωθῆκαν πάντα
σ' ἐμᾶς, λαμπρὲς σὰ σφάζουμε ἑκατοβοδιὲς σ' ἐκείνους,
μαζί μας τρωγοπίνοντας, κοντά μας καθισμένοι.
Κι ἂν κάποιος πὰς στὸ δρόμο του ποτὲς τοὺς ἀνταμώση,
205 οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων."
δὲν κρύβονται γιατὶ μ' αὐτοὺς γενιά 'μαστε, σὰν πού 'ναι
καὶ οἱ Κύκλωπες καὶ τ' ἄγρια τὰ γένη τῶ Γιγάντων.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"Ἀλκίνο᾽, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
     Καὶ γύρισε ὁ τετράξυπνος Δυσσέας κι ἀπολογήθη·
“Ὁ νοῦς σου ἄλλα ἂς νοιάζεται, ὦ Ἀλκίνο· δὲν τοὺς μοιάζω
καθόλου τοὺς ἀθάνατους ποὺ κατοικοῦν τὰ οὐράνια,
210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
οὕς τινας ὑμεῖς ἴστε μάλιστ᾽ ὀχέοντας ὀιζὺν
ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
καὶ δ᾽ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
μήτε κορμὶ μήτε μορφή· θνητὸς μονάχος εἶμαι.
Κι ὅσους ἐσεῖς γνωρίζετε βαριὰ δυστυχισμένους,
μ' αὐτοὺς ἐγὼ στὶς συφορὲς νὰ παραβγῶ μποροῦσα.
Κι εἶχα 'γώ κι ἄλλα μου δεινὰ νὰ σᾶς στορήσω ἀκόμα,
ὅσα ἀπὸ θέλημα θεῶν σωρὸς μοῦ μαζωχτῆκαν·
215 ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, ἥ τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ᾽ αἰεὶ
μὰ ἀφῆστε με, ὅσο κι ἂν πονῶ, θροφὴ νὰ πιάσω τώρα·
πιὸ ἀδιάντροπο ἀπὸ τὴν κοιλιὰ τὴ μαύρη ἄλλο δὲν ἔχει,
ποὺ τὴ δική της ὄρεξη νὰ βλέπης σ' ἀναγκάζει,
κι ἂς ἔχης μύρια βάσανα καὶ λύπες στὴν ψυχή σου.
Λύπες κι ἐγὼ ἔχω στὴν ψυχή, κι ὡς τόσο αὐτὴ ὁλοένα,
220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑμεῖς δ᾽ ὀτρύνεσθαι ἅμ᾽ ἠοῖ φαινομένηφιν,
ὥς κ᾽ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
φαῒ γυρεύει καὶ πιοτό ὅσα ἔπαθα, τὰ σβήνει
ἀπὸ τὸ νοῦ μου ὁλότελα, καὶ νὰ γεμίση θέλει.
Ὡς τόσο τοιμαστῆτε ἐσεῖς στὸ χάραμα τῆς μέρας
νὰ φέρτε ἐμένα τὸ φτωχὸ στὸ χῶμα τῶ γονιῶ μου,
κατόπι τόσα ποὺ ἔπαθα· νὰ δῶ, κι ἂς ἀπεθάνω,
225 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα." τὰ χτήματα, τοὺς δούλους μου καὶ τ' ἁψηλὸ παλάτι.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ ὅσον ἤθελε θυμός,
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
     Αὐτὰ εἶπε, κι ὅλοι δέχτηκαν κι ἀνάμεσο τους εἶπαν
ὁ ξένος νὰ προβοδωθῆ, γιατὶ σωστὰ λαλοῦσε.
Καὶ σάνε στάξαν, κι ἤπιανε ὅσο ἤθελε ἡ καρδιά τους,
σῦραν οἱ ἄλλοι σπίτι του καθένας, νὰ πλαγιάσουν·
230 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
ἥσθην· ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός.
τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἰδοῦσα
μὰ στὸ παλάτι ἀπόμεινε ὁ θεῖος ὁ Ὀδυσσέας,
καὶ πλάγια του καθίσανε ἡ Ἀρήτη κι ὁ Ἀλκίνος
ὁ θεόμοιαστος· καὶ σήκωσαν οἱ δοῦλες τὰ τραπέζια.
Καὶ τότες πρώτη τοῦ μιλάει ἡ Ἀρήτη ἡ ἀσπροχέρα,
τηρώντας τὰ ὥρια του σκουτιά, χιτώνα καὶ χλαμύδα,
235 καλά, τά ῥ᾽ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
ποὺ ἀτή της τά ' φτιασε μαζὶ μὲ τὶς σπιτογυναῖκες·
καὶ λάλησέ του κι εἶπε του μὲ φτερωμένα λόγια·
  "ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ᾽ ἔδωκεν;
οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ᾽ ἱκέσθαι;"
     “Αὐτὸ ἐγὼ θέλω, ξένε μου, νὰ σὲ ρωτήξω πρῶτα·
ποιός εἶσαι, κι ἀπὸ ποῦ, καὶ ποιός σοῦ 'δωσ' αὐτὰ τὰ ροῦχα;
Δὲν εἶπες πὼς οἱ θάλασσες ἐδῶ ριγμένο σ' ἔχουν;”
240 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
κήδε᾽, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος γυρίζει καὶ τῆς κρένει·
“Εἶναι βαρὺ, ὦ βασίλισσα, νὰ διηγηθῶ ἕνα ἕνα
τὰ πάθια μου, τ' οἱ θεοὶ πολλὰ μοῦ δῶκαν οἱ ἐπουράνιοι
αὐτὰ μονάχα θὰ σοῦ πῶ, ποὺ ρώτηξες νὰ μάθης.
Εἶναι μακριὰ στὰ πέλαγα κάποιο νησί, Ὠγυγία,
245 ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
ἀλλ᾽ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
ποὺ ἡ μαριόλα ἡ Καλυψώ, τοῦ Ἄτλαντα ἡ θυγατέρα,
πανώρια, μὰ καὶ φοβερὴ θεὰ τό 'χει λημέρι·
μήτε θεοὶ μήτε θνητοὶ μ' αὐτὴ δὲ συντροφιάζουν.
Μὰ ἐμένα μ' ἔφερε ὁ θεὸς τὸ δύστυχο σιμά της,
τότες ποὺ ὁ Δίας τὸ γοργὸ καράβι μοῦ 'χε σπάσει
250 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
μ' ἀστροπελέκι ἀστραφτερὸ στὰ μαῦρα πέλαα μέσα.
Ὅλοι μου τότες οἱ καλοὶ χαθήκανε συντρόφοι·
κι ἐγὼ τοῦ πλοίου ἀγκαλιαστὰ κρατώντας τὴν καρίνα,
μέρες ἐννιὰ κυλιόμουνα· δέκατη μαύρη νύχτα,
καὶ στὸ νησὶ οἱ ἀθάνατοι τῆς Ὠγυγίας μὲ ρίξαν,
255 ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ᾽ αἰεὶ
τῆς Καλυψῶς τῆς φοβερῆς κι ὡριόμαλλης λημέρι.
Μὲ πῆρε αὐτή, μὲ φίλευε καὶ μ' ἔθρεφε μὲ πόνο,
καὶ νὰ μὲ κάνη ἀθάνατο κι ἀγέραστο μελέτα·
ὡς τόσο ἐμένα στῆς καρδιᾶς δὲ μ' ἔπειθε τὰ βάθια.
θρόνους ἑφτὰ κρατιόμουνα, καὶ τὰ σκουτιὰ ποὺ ἐκείνη
260 δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
ἀλλ᾽ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
καὶ τότε δή μ᾽ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Ζηνὸς ὑπ᾽ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ᾽ αὐτῆς.
πέμπε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ᾽ ἔδωκε,
μοῦ χάριζε τ' ἀχάλαστα, τὰ πότιζα μὲ δάκρυα·
μὰ σὰ γυρίσαν κι ἤρθανε τὰ ὀχτὼ τὰ χρόνια, τότες
μὲ παρακίναε κι ἔλεγε στὴ γῆς μου νὰ μισέψω·
γιά ὁ Δίας τῆς τὸ πρόσταξε, γιά γνώμη ἦταν δική της.
Μὲ βάζει σὲ καλόδετο σάλι, πολλὲς μοῦ δίνει
265 σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
θροφές, ψωμί, γλυκὸ κρασί, λαμπρὰ σκουτιὰ μὲ ντύνει,
καὶ ἀγέρι πρύμο καὶ ἁπαλὸ κατόπι μοῦ φυσάει.
Μέρες στὰ πέλαα δεκαφτὰ ἀρμενίζοντας πλανιόμουν,
στὶς δεκοχτὼ φανήκανε ὀμπροστά μου τὰ ἰσκιωμένα
βουνὰ τῆς γῆς σας· πήδηξε ἀπὸ χαρὰ ἡ καρδιά μου,
270 δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
τοῦ δύστυχου· τὶ συφορὲς εἶχα νὰ πάθω κι ἄλλες
πολλές, ποὺ μοῦ τὶς τοίμαζε ὁ θεὸς ὁ κοσμοσείστης.
Αὐτὸς ἀνέμους σήκωσε καὶ μοῦ 'κλεισε τὸ δρόμο,
κι ἀγρίεψε τὶς θάλασσες, ποὺ νὰ βαστῶ τὸ σάλι
δὲ μ' ἄφηναν, μόνε συχνὰ ἀνεστέναζα στὸ κῦμα.
275 τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ᾽· αὐτὰρ ἐγώ γε
νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
ἔνθα κέ μ᾽ ἐκβαίνοντα βιήσατο κῦμ᾽ ἐπὶ χέρσου,
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
Σκορπάει τὸ σάλι ἡ τρικυμιά, κι ἐγὼ μὲ τὸ κολύμπι
τότ' ἔσκιζα τὰ τρίσβαθα νερά, ὥσπου ἐδῶ στὴ γῆς σας
μὲ σπρώξανε καὶ μ' ἔφεραν οἱ θαλασσιὲς κι οἱ ἀνέμοι.
Ἂν τότες ἔκανα στεριά, θὰ μ' ἔδερνε τὸ κῦμα
σὲ πέτρες σπώντας μὲ χοντρὲς καὶ σ' ἄχαρα λημέρια·
280 ἀλλ᾽ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
ἐκ δ᾽ ἔπεσον θυμηγερέων, ἐπὶ δ᾽ ἀμβροσίη νὺξ
ἤλυθ᾽. ἐγὼ δ᾽ ἀπάνευθε διιπετέος ποταμοῖο
μὰ πίσω ἀποτραβήχτηκα, καὶ κολυμπώντας ἦρθα
στὸν ποταμό, ποὺ πιὸ ἥμερος μοῦ φάνη ἐκεῖ ὁ τόπος,
γυμνὸς ἀπὸ χοντρόπετρες, κρυμμένος ἀπὸ ἀνέμους.
Ἔπεσα ἐκεῖ, συνέφερα, καὶ φάνη ἡ θεία ἡ νύχτα·
καὶ πέρ' ἀπ' τὸ οὐρανόθρεφτο ποτάμι ξεκινώντας,
285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
ἠφυσάμην· ὕπνον δὲ θεὸς κατ᾽ ἀπείρονα χεῦεν.
ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
εὗδον παννύχιος καὶ ἐπ᾽ ἠῶ καὶ μέσον ἦμαρ.
δείλετό τ᾽ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
μὲς στὰ χαμόδεντρα ἔγειρα, μὲ σωριασμένα φύλλα
ἀπάνω μου, καὶ μοῦ 'χυσε ὁ θεὸς ἀτέλειωτο ὕπνο.
Ἐκεῖ, στὰ φύλλα ἀνάμεσα, μὲ στήθια ταραγμένα,
ὁλονυχτὶς κοιμόμουνα ὡς αὐγὴ καὶ μεσημέρι.
Μ' ἀφήνει ὁ ὕπνος ὁ γλυκὸς στὸ γέρμα τοῦ ἥλιου ἀπάνω,
290 ἀμφιπόλους δ᾽ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
παιζούσας, ἐν δ᾽ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
τὴν ἱκέτευσ᾽· ἡ δ᾽ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
καὶ νιώθω τὶς συντρόφισσες τῆς κόρης σου, ποὺ παῖζαν
στὸν ἄμμο· ἐκείνη σὰ θεὰ σφαντοῦσε ἀνάμεσά τους.
Τῆς πρόσπεσα, κι αὐτὴ ἔδειξε περίσσια φρονιμάδα,
ὅση δὲν ὄλπιζα ποτὲς ἀπὸ μικρὴ νὰ τύχω·
τὶ οἱ νέοι πάντα ἀστοχασιὲς νὰ κάνουν συνηθᾶνε.
295 ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ᾽ αἴθοπα οἶνον
καὶ λοῦσ᾽ ἐν ποταμῷ καί μοι τάδε εἵματ᾽ ἔδωκε.
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα."
Μοῦ 'δωσε γέμα καὶ λαμπρὸ κρασί, καὶ στὸ ποτάμι
σὰ λούστηκα, μὲ τὰ σκουτιὰ μὲ φόρεσε ποὺ βλέπεις.
Σοῦ τά 'πα ὅλα ἀληθινά, ὅσὸ ἂν πονῆ ἡ ψυχή μου.”
  τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
"ξεῖν᾽, ἦ τοι μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησε
     Κι ὁ Ἀλκίνος τότες γύρισε καὶ λάλησέ του κι εἶπε·
“Δὲν τὸ στοχάστη ἡ κόρη μου σωστά, ὦ ξένε, ἐτοῦτο,
300 παῖς ἐμή, οὕνεκά σ᾽ οὔ τι μετ᾽ ἀμφιπόλοισι γυναιξὶν
ἦγεν ἐς ἡμέτερον, σὺ δ᾽ ἄρα πρώτην ἱκέτευσας."
ποὺ ἴσια σ' ἐμᾶς δὲ σ' ἔφερε μαζὶ μὲ τὶς γυναῖκες,
ἂν κι ἐσὺ πρῶτα πρόσπεσες καὶ τὴν παρακαλοῦσες.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"ἥρως, μή τοι τοὔνεκ᾽ ἀμύμονα νείκεε κούρην·
ἡ μὲν γάρ μ᾽ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος γυρίζει καὶ τοῦ κρένει·
“Μὴν τὴ μαλώσης, ὦ ἥρωα, τὴν ἄφταιγή σου κόρη·
μοῦ 'λεγε αὐτὴ κατόπι της νὰ ρθῶ μὲ τὶς γυναῖκες,
305 ἀλλ᾽ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
δύσζηλοι γάρ τ᾽ εἰμὲν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων."
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
"ξεῖν᾽, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
μὰ ἐγὼ ἀπὸ φόβο καὶ ντροπὴ δὲν ἤθελα νὰ σμίξω,
νὰ μῆ μᾶς δῆς, κι ἀπὸ θυμὸ ἄξαφνα ὁ νοῦς σου ἀνάψη·
γιατὶ εὔκολα ὀργιζόμαστε στὴ γῆς έμεῖς οἱ ἀνθρώποι.”
Κι ὁ Ἀλκίνος πάλε γύρισε καὶ λάλησέ του κι εἶπε·
“Ἐμένα, ὦ ξένε, ἀνώφελα ἡ ψυχή μου δὲ χολώνει
310 μαψιδίως κεχολῶσθαι· ἀμείνω δ᾽ αἴσιμα πάντα.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ᾽ ἐγώ περ,
παῖδά τ᾽ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
αὖθι μένων· οἶκον δέ κ᾽ ἐγὼ καὶ κτήματα δοίην,
στὰ στήθια μου· κάλλιο ὅλα μας μὲ μέτρο νά 'ναι πάντα.
Μακάρι ὁ Δίας κι ἡ Ἀθηνᾶ κι ὁ Ἀπόλλωνας νὰ δώσουν
σὰν τέτοιος πού 'σαι στή μορφή, κι ὁμόγνωμος μ' ἐμένα,
νὰ πάρής καὶ τὴν κόρη μου καὶ νὰ λεχτῆς γαμπρός μου
κι ἐδῶ νὰ ζῆς· θὰ σοῦ 'δινα καὶ χρήματα καὶ σπίτι,
315 εἴ κ᾽ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ᾽ οὔ τις ἐρύξει
Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
πομπὴν δ᾽ ἐς τόδ᾽ ἐγὼ τεκμαίρομαι, ὄφρ᾽ ἐὺ εἰδῇς,
αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
λέξεαι, οἱ δ᾽ ἐλόωσι γαλήνην, ὄφρ᾽ ἂν ἵκηαι
ἂν ἔμνησκες αὐτόθελα· μὰ ἂν ὄχι, δὲ σὲ βιάζει
κανένας ἀπ' τοὺς Φαίακες· νὰ μὴν τὸ δώση ὁ Δίας.
Ξέρε πὼς αὔριο συνοδειὰ θὰ βάλω νὰ σὲ πάρουν·
θὰ κοίτεσαι πηγαίνοντας καὶ θὰ γλυκοκοιμᾶσαι,
κι αὐτοὶ τ' ἀτάραγα νερὰ θὰ σκίζουν ὡς νὰ φτάσης
320 πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ᾽ Εὐβοίης,
τήν περ τηλοτάτω φάσ᾽ ἔμμεναι, οἵ μιν ἴδοντο
λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν ῾Ραδάμανθυν
ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
στὴ γῆς σου καὶ στὰ σπίτια σου, κι ὅπου ἀγαπᾶς, μὰ ἂς εἶναι
ἀκόμα πιὸ μακρύτερα τὸ μέρος κι ἀπ' τὴν Εὔβοια,
ποὺ λὲν στὴν ἄκρη βρίσκεται τοῦ κόσμου ὅσοι τὴν εἶδαν
ἀπ' τοὺς δικούς μας, τὸν ξανθὸ Ραδάμανθη σὰν πῆραν,
νὰ πάη νὰ δῆ τὸν Τιτυὸ ποὺ γιὸς εἶναι τῆς Γαίας.
325 καὶ μὲν οἱ ἔνθ᾽ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ᾽ ὀπίσσω.
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ."
Ἐκεῖ τότε ἦρθαν ὅλοι τους, καὶ δίχως κόπο φτάσαν
μονημερίς, καὶ γύρισαν πίσω στὴ γῆς τους πάλε.
Καὶ θένα δῆς τί πλοῖα λαμπρὰ καὶ τί λεβέντες ἔχω,
ποὺ ἀνατινάζουν τοὺς ἀφροὺς μὲ τοῦ κουπιοῦ τὴν πλάτη.”
  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,      Σ' αὐτὰ τὰ λόγια χάρηκε ὁ πολύπαθος Δυσσέας,
330 εὐχόμενος δ᾽ ἄρα εἶπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
"Ζεῦ πάτερ, αἴθ᾽ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ᾽ ἱκοίμην."
καὶ τότες προσευκήθηκε κι εἶπε· “Πατέρα Δία,
μακάρι καθετὶς νὰ βγῆ ποὺ λάλησε ὁ Ἀλκίνος·
ἔτσι, στήν τροφοδότρα γῆς ἄσβηστη δόξα νά 'χη,
κι ἐγὼ νὰ τύχω γυρισμὸ στὴν πατρική μου χώρα.”
  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·      Τέτοια μιλοῦσαν κι ἔλεγαν ἐκεῖνοι ἀνάμεσό τους·
335 κέκλετο δ᾽ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε᾽ ἐμβαλέειν, στορέσαι τ᾽ ἐφύπερθε τάπητας
χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
καὶ πρόσταξε τὶς δοῦλες της ἡ Ἀρήτη ἡ ἀσπροχέρα
στρωσίδια νὰ τοιμάσουνε, νὰ βάλουνε τὰ χράμια
τὰ κερμεζὰ καὶ τὰ ὄμορφα, κι ἀπάνω τους τὰ πεύκια,
καὶ τὶς φλοκάτες τὶς κρουστὲς γιὰ ντύσιμο ἀποπάνω.
Κι οἱ δοῦλες βγήκανε μὲ φῶς στὰ χέρια νὰ τοῦ στρώσουν·
340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
ὤτρυνον δ᾽ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
"ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή."
ὣς φάν, τῷ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
καὶ τὸ κλινάρι τὸ στεριὸ σὰν ἔστρωσαν καὶ φτιάξαν,
πήγανε στάθηκαν κοντὰ στὸν Ὀδυσσέα καὶ τοῦ εἶπαν·
“Σήκου, νὰ πᾶς νὰ κοιμηθῆς, ὦ ξένε, εἶναι στρωμένα.”
Εἶπαν, κι ἐκείνου ποθητὸ τοῦ φάνη τὸ κλινάρι.
  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς      Τότε ὁ πολυβασάνιστος, ὁ θεῖος Ὀδυσσέας
345 τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ·
Ἀλκίνοος δ᾽ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
κοιμήθηκε στὸ τορνευτὸ τῆς αἴθουσας κρεβάτι·
στοῦ παλατιοῦ τ' ἀπόβαθα πλαγιάζει κι ὁ Ἀλκίνος,
καὶ δίπλα του ἡ βασίλισσα τοῦ σιάζει τὰ στρωσίδια.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001