<<<
>>>

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη



 
 
 
 

   
   37. Καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω, συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ᾽ ὀξὺ δεδορκώς, οἷος καὶ πράγμασι χρήσασθαι ἄν, εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν, ἀλλὰ μετὰ τῆς πολι τικῆς καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα, ἔτι δὲ καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως, οὐ τῶν κατοικιδίων τις οὐδ᾽ οἷος πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσι.    37. Λοιπὸν καὶ ἐγὼ θέλω τὸν μαθητήν μου νὰ εἶνε δυνατὸς καὶ εἰς τὴν σκέψιν καὶ εἰς τὸν λόγον, νὰ ἔχῃ ὀξεῖαν τὴν ἀντίληψιν καὶ νὰ εἶνε ἱκανὸς νὰ διευθύνῃ τὰ δημόσια πράγματα, ἂν τοῦ ἀνατεθῇ ἐξουσία· νὰ ἔχῃ γνώσεις στρατιωτικάς, καὶ ἐκτὸς τῆς πολιτικῆς πείρας, νὰ γνωρίζῃ πῶς διοικοῦνται οἱ στρατοὶ καὶ μάλιστα νὰ ἔχῃ μεταβῆ εἰς στρατόπεδον καὶ νὰ εἶδε στρατιώτας γυμναζομένους ἢ παρατασσομένους· νὰ γνωρίζῃ δὲ καὶ τὰ ὅπλα καὶ τὰ πολεμικὰ μηχανήματα, προσέτι τί εἶνε ἡ πλευρικὴ καὶ τι ἡ κατὰ μέτωπον ἐπίθεσις, πῶς εἶνε οἱ λόχοι καὶ πῶς οἱ ἱππεῖς, τί εἶνε ἔφοδος καὶ τί ὑπερφαλάγγισις· ἐν γένει δὲ νὰ μὴ εἶναι κανεὶς ἐξ ἐκείνων, οἵτινες, τὸν περισσότερων καιρὸν διέρχονται ἐντὸς τῆς κατοικίας των, οὔτε νὰ περιμένῃ νὰ μανθάνῃ μόνον ἀπὸ τοὺς ἄλλους τὰ συμβαίνοντα καὶ νὰ τὰ πιστεύῃ ὅπως τοῦ τὰ λέγουν.
38. Μάλιστα δὲ καὶ πρὸ τῶν πάντων ἐλεύθερος ἔστω τὴν γνώμην καὶ μήτε φοβείσθω μηδένα μήτε ἐλπιζέτω μηδέν, [50] ἐπεὶ ὅμοιος ἔσται τοῖς φαύλοις δικασταῖς πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐπὶ μισθῷ δικάζουσιν. Ἀλλὰ μὴ μελέτω αὐτῷ μήτε Φίλιππος ἐκκεκομμένος τὸν ὀφθαλμὸν ὑπὸ Ἀστέρος τοῦ Ἀμφιπολίτου τοῦ τοξότου ἐν Ὀλύνθῳ, ἀλλὰ τοιοῦτος οἷος ἦν δειχθήσεται· μήτ᾽ εἰ Ἀλέξανδρος ἀνιάσεται ἐπὶ τῇ Κλείτου σφαγῇ ὠμῶς ἐν τῷ συμποσίῳ γενομένῃ, εἰ σαφῶς ἀναγράφοιτο· οὐδὲ Κλέων αὐτὸν φοβήσει μέγα ἐν τῇ ἐκκλησίαι δυνάμενος καὶ κατέχων τὸ βῆμα, ὡς μὴ εἰπεῖν ὅτι ὀλέθριος καὶ μανικὸς ἄνθρωπος οὗτος ἦν· οὐδὲ ἡ σύμπασα πόλις τῶν Ἀθηναίων, ἢν τὰ ἐν Σικελίᾳ κακὰ ἱστορῇ καὶ τὴν Δημοσθένους λῆψιν [51] καὶ τὴν Νικίου τελευτὴν καὶ ὡς ἐδίψων καὶ οἷον τὸ ὕδωρ ἔπιναν καὶ ὡς ἐφονεύοντο πίνοντες οἱ πολλοί, ἡγήσεται γὰρ — ὅπερ δικαιότατον — ὑπ᾽ οὐδενὸς τῶν νοῦν ἐχόντων αὐτὸς ἕξειν τὴν αἰτίαν, ἢν τὰ δυστυχῶς ἢ ἀνοήτως γεγενημένα ὡς ἐπράχθη διηγῆται· οὐ γὰρ ποιητὴς αὐτῶν, ἀλλὰ μηνυτὴς ἦν. Ὥστε κἂν καταναυμαχῶνται τότε, οὐκ ἐκεῖνος ὁ καταδύων ἐστί, κἂν φεύγωσιν, οὐκ ἐκεῖνος ὁ διώκων, ἐκτὸς εἰ μή, εὔξασθαι δέον, παρέλειπεν· ἐπεί τοί γε εἰ σιωπήσας αὐτὰ ἢ πρὸς τοὐναντίον εἰπὼν ἐπανορθώσασθαι ἐδύνατο, ῥᾷστον ἦν ἑνὶ καλάμῳ λεπτῷ τὸν Θουκυδίδην ἀνατρέψαι μὲν τὸ ἐν ταῖς Ἐπιπολαῖς παρατείχισμα, [52] καταδῦσαι δὲ τὴν Ἑρμοκράτους τριήρη καὶ τὸν κατάρατον Γύλιππον διαπεῖραι μεταξὺ ἀποτειχίζοντα καὶ ἀποταφρεύοντα τὰς ὁδούς, καὶ τέλος Συρακουσίους μὲν ἐς τὰς λιθοτομίας ἐμβαλεῖν, τοὺς δὲ Ἀθηναίους περιπλεῖν Σικελίαν καὶ Ἰταλίαν μετὰ τῶν πρώτων τοῦ Ἀλκιβιάδου ἐλπίδων. Ἀλλ᾽, οἶμαι, τὰ μὲν πραχθέντα οὐδὲ Κλωθὼ ἂν ἔτι ἀνακλώσειεν οὐδὲ Ἄτροπος μετατρέψειε. 38. Κυρίως δὲ καὶ πρὸ πάντων νὰ ἔχῃ ἐλευθέραν τὴν γνώμην καὶ οὔτε κανένα νὰ φοβῆται, οὔτε τίποτε νὰ ἐλπίζῃ, ἄλλως θα εἶνε ὅμοιος μὲ τους διεφθαρμένους δικαστάς, οἵτινες κρίνουν κατὰ χάριν ἢ ἐχθρικῶς, δωροδοκούμενοι. Ἄν ὁ Φίλιππος ἔχασε τὸν ἕνα ὀφθαλμον εἰς τὴν Ὄλυνθον, πληγωθεὶς ὑπὸ τοῦ Ἀστέρος τοῦ Ἀμφιπολίτου, νὰ μὴ δυσκολευθῇ νὰ μᾶς τὸν παρουσιάσῃ μονόφθαλμον, ὅπως ἦτο· οὔτε ἡ δυσαρέσκεια τοῦ Ἀλεξάνδρου νὰ τὸν ἐμποδίσῃ νὰ γράψῃ ἀκριβῶς τὸν σκληρὸν φόνον τοῦ Κλείτου εἰς τὸ συμπόσιον· οὔτε νὰ φοβηθῇ τὸν Κλέωνα, ὡς ἔχοντα μεγάλην δημοτικότητα καὶ παρασύροντα τὸν λαὸν διὰ τοῦ λόγου, καὶ νὰ μὴ γράφῃ ὅτι ἦτο ἄνθρωπος ὀλέθριος καὶ παράφρων· οὔτε ὁλόκληρον τὴν πόλιν τῶν Ἀθηνῶν νὰ φοβηθῇ, ἂν διηγηθῇ τὰς συμφορὰς τῆς εἰς Σικελίαν ἐκστρατείας, τὴν σύλληψιν τοῦ Δημοσθένους καὶ τὸν θάνατον τοῦ Νικίου, τὴν δίψαν τῶν στρατιωτῶν τοῦ Νικίου καὶ τί ἦτο τὸ νερόν, τὸ ὁποῖον ἔπινον καὶ πῶς ἐφονεύθησαν οἱ περισσότεροι ἐνῷ ἔπινον. Διότι πολὺ ὀρθῶς. θὰ σκέπτεται ὅτι οὐδεὶς τῶν φρονίμων θὰ τὸν κατηγορήσῃ, ἐὰν διηγῆται τὰ ἀτυχῶς ἤ ἀνοήτως γενόμενα ὅπως ἔγιναν· δὲν τὰ ἔπραξεν αὐτός, ἀλλ᾽ ἀναφέρει ὅσα ἔγιναν· ὥστε, καὶ ἂν ἐνικήθησαν εἰς ναυμαχίαν, δὲν ἦτο αὐτὸς ὅστις ἐβύθισεν, ἂν ἐτράπησαν εἰς φυγήν, δὲν τοὺς κατεδίωκεν αὐτός· θὰ ἠδύνατο μόνον νὰ τὸν μεμφθῶσιν, ἂν παρέλειψε νὰ εὐχηθῇ ὑπὲρ τῆς πατρίδος του, ἐνῷ ἦτον ἀνάγκη. Ἄν ἦτο δυνατὸν νὰ ἐπανορθόνωνται τὰ πολεμικὰ ἀτυχήματα διὰ τῆς ἀποσιωπήσεως ἢ ἂν τὰ διηγηθῶμεν ἀντιθέτως πρὸς τὴν ἀλήθειαν, θὰ ἦτο πολὺ εὔκολον εἰς τὸν Θουκυδίδην νὰ καταρρίψῃ διὰ λεπτοῦ καλάμου τὸ εἰς τὰς Ἐπιπολὰς παρατείχισμα, νὰ βυθίσῃ τὴν τριήρη τοῦ Ἑρμοκράτους, νὰ λογχίσῃ τὸν κατηραμένον Γύλιππον, ἐνῶ κατεγίνετο ν᾽ ἀποφασίσῃ καὶ ἀποκλείῃ τὰς ὁδούς, καὶ τέλος τοὺς μὲν Συρακουσίους νὰ ρίψῃ εἰς τα λατομεῖα, οἱ δὲ Ἀθηναῖοι νὰ περιπλεύσουν τὴν Σικελίαν καὶ Ἰταλίαν καὶ νὰ πραγματοποιηθοῦν αἱ πρῶται τοῦ Ἀλκιβιάδου ἐλπίδες. Νομίζω ὅμως ὅτι οὔτε ἡ μοῖρα Κλωθὼ θὰ ἠδύνατο ν᾽ ἀνακλώσῃ τὰ γενόμενα, οὔτε ἡ Ἄτροπος νὰ τὰ μετατρέψῃ.
   
39. Τοῦ δὴ συγγραφέως ἔργον ἓν, ὡς ἐπράχθη, εἰπεῖν. Τοῦτο δ᾽ οὐκ ἂν δύναιτο, ἄχρι ἂν ἢ φοβῆται Ἀρτοξέρξην ἰατρὸς αὐτοῦ ὤν, ἢ ἐλπίζῃ κάνδυν πορφυροῦν καὶ στρεπτὸν χρυσοῦν καὶ ἵππον τῶν Νισαίων λήψεσθαι μισθὸν τῶν ἐν τῇ γραφῇ ἐπαίνων, ἀλλ᾽ οὐ Ξενοφῶν αὐτὸ ποιήσει, δίκαιος συγγραφεύς, οὐδὲ Θουκυδίδης, [53] ἀλλὰ κἂν ἰδίᾳ μισῇ τινας, πολὺ ἀναγκαιότερον ἡγήσεται τὸ κοινὸν καὶ τὴν ἀλήθειαν περὶ πλείονος ποιήσεται τῆς ἔχθρας, κἂν φιλῇ, ὅμως οὐκ ἀφέξεται ἁμαρτάνοντος· ἓν γὰρ, ὡς ἔφην, τοῦτο ἴδιον ἱστορίας, καὶ μόνῃ θυτέον τῇ ἀληθείαι, εἴ τις ἱστορίαν γράψων ἴῃ, τῶν δὲ ἄλλων ἁπάντων ἀμελητέον αὐτῷ, καὶ ὅλως πῆχυς εἷς καὶ μέτρον ἀκριβές, ἀποβλέπειν μὴ εἰς τοὺς νῦν ἀκούοντας, ἀλλ᾽ εἰς τοὺς μετὰ ταῦτα συνεσομένους τοῖς συγγράμμασιν.    39. Τοῦ συγγραφέως λοιπὸν τὸ καθῆκον εἶνε ἕν, νὰ διηγηθῇ τὰ πράγματα ὡς ἔγιναν. Ἀλλὰ δὲν δύναται νὰ πράξῃ τοῦτο, ὅταν φοβῆται τὸν Ἀρταξέρξην, τοῦ ὁποίου εἶνε ἰατρός, ἢ νὰ ἐλπίζῃ νὰ λάβῃ μανδύαν πορφυροῦν καὶ χρυσοῦν περιδέραιον καὶ ἵππον τῆς Νίσης ὡς ἀμοιβήν τῶν εὶς τὴν ἱστορίαν του ἐπαίνων. Τοιοῦτον τι ὅμως δὲν θὰ ἔπραττεν ἕνας Ξενοφῶν, δίκαιος συγγραφεύς, οὔτε ἕνας Θουκυδίδης. Ἀλλὰ καὶ ἂν προσωπικῶς μισῇ τινας, θὰ θεωρήσῃ πολὺ ἀναγκαιότερον τὸ κοινὸν συμφέρον καὶ πολὺ περσσότερον θὰ φροντίσῃ διὰ τὴν ἀλήθειαν παρὰ διὰ τὴν ἔχθραν του, καὶ ἂν πρόκειται περὶ φίλου δὲν θὰ παραβλέψῃ τὰ σφάλματά του· διότι, ὡς εἶπα, τῆς ἱστορίας αὐτὸ εἶνε τὸ καθῆκον καὶ μόνον εἰς τὴν ἀλήθειαν πρέπει νἀφοσιωθῇ ὁ θέλων νὰ γράψῃ ἱστορίαν, δι᾽ ὅλα δὲ τὰ ἄλλα νὰ μὴ φροντίζῃ· καὶ ἐν γένει ὡς κανόνα πρέπει νὰ ἔχῃ ὅτι γράφει ὄχι διὰ τοὺς συγχρόνους του, ἀλλὰ διὰ τοὺς μεταγενεστέρους καὶ εἰς τούτους νἀποβλέπῃ.
40. Εἰ δὲ τὸ παραυτίκα τις θεραπεύοι, τῆς τῶν κολακευόντων μερίδος εἰκότως ἂν νομισθείη, οὓς πάλαι ἡ ἱστορία καὶ ἐξ ἀρχῆς εὐθὺς ἀπέτραπτο, οὐ μεῖον ἢ κομμωτικὴν ἡ γυμναστική. Ἀλεξάνδου γοῦν καὶ τοῦτο ἀπομνημονεύουσιν, [54] ὅς, Ἡδέως ἄν, ἔφη, πρὸς ὀλίγον ἀνεβίουν, ὦ Ὀνησίκριτε, ἀποθανών, ὡς μάθοιμι ὅπως ταῦτα οἱ ἄνθρωποι τότε ἀναγιγνώσκουσιν. Εἰ δὲ νῦν αὐτὰ ἐπαινοῦσι καὶ ἀσπάζονται, μὴ θαυμάσῃς· οἴονται γὰρ οὐ μικρῷ τινι τῷ δελέατι τούτῳ ἀνασπάσειν ἕκαστος τὴν παρ᾽ ἡμῶν εὔνοιαν. Ὁμήρῳ γοῦν, καίτοι πρὸς τὸ μυθῶδες τὰ πλεῖστα συγγεγραφότι ὑπὲρ τοῦ Ἀχιλλέως, ἤδη καὶ πιστεύειν τινὲς ὑπάγονται, μόνον τοῦτο εἰς ἀπόδειξιν τῆς ἀληθείας μέγα τεκμήριον τιθέμενοι, ὅτι μὴ περὶ ζῶντος ἔγραφεν· οὐ γὰρ εὑρίσκουσιν οὗτινος ἕνεκα ἐψεύδετ᾽ ἄν. 40. Ἐὰν δ᾽ ἐξ ἐναντίας φροντίζῃ μόνον διὰ τὴν ἐφήμερον ἐντύπωσιν, θὰ καταταχθῇ εἰς τοὺς κόλακας, τοὺς ὁποίους ἡ ἱστορία ἀποστρέφεται ἀνέκαθεν ὄχι ὀλιγώτερον ἀφ᾽ ὅσον ἡ γυμναστικὴ ἀποστρέφεται τὴν καλλωπιστικὴν τέχνην. Ἀναφέρεται μεταξὺ ἄλλων ὅτι ὁ Ἀλέξανδρος εἶπε μίαν ἡμέραν τὰ ἐξῆς: Ἤθελα, Ὀνησίκριτε, ἀφοῦ ἀποθάνω, νἀναζήσω ἐπ᾽ ὀλίγον, διὰ νὰ ἴδω πῶς οἱ ἄνθρωποι θὰ κρίνουν ὅσα ἱστοροῦνται περὶ ἐμοῦ. Ἐὰν τώρα ἐπαινοῦν καὶ ἐγκωμιάζουν, τοῦτο δὲν εἶναι παράδοξον, διότι ἕκαστος μὲ αὐτὸ τὸ δόλωμα προσπαθεῖ νὰ συλλάβῃ τὴν εὔνοιάν μου. Καίτοι ὅσα ὁ Ὅμηρος ἔγραψε περὶ τοῦ Ἀχιλλέως ἀποκλίνουσι τὰ πλεῖστα πρὸς τὸ μυθῶδες, τινες σήμερον κλίνουν νὰ τὰ πιστεύουν, διότι θεωροῦν ὡς μεγάλην ἐγγύησιν ἀληθείας ὅτι δὲν ἔγραφε περὶ ζῶντος· καὶ εἰς τοιαύτην περίπτωσιν δὲν ἐννοοῦν διὰ ποῖον λόγον θὰ ἐψεύδετο.
   
  41. Τοιοῦτος οὖν μοι ὁ συγγραφεὺς ἔστω, ἄφοβος, ἀδέκαστος, ἐλεύθερος, παρρησίας καὶ ἀληθείας φίλος, ὡς ὁ κωμικός φησι, τὰ σῦκα σῦκα, τὴν σκάφην δὲ σκάφην ὀνομάσων, [55] οὐ μίσει οὐδὲ φιλίᾳ τι νέμων οὐδὲ φειδόμενος ἢ ἐλεῶν ἢ αἰσχυνόμενος ἢ δυσωπούμενος, ἴσος δικαστής, εὔνους ἅπασιν ἄχρι τοῦ μὴ θατέρῳ ἀπονεῖμαι πλεῖον τοῦ δέοντος, ξένος ἐν τοῖς βιβλίοις καὶ ἄπολις, αὐτόνομος, ἀβασίλευτος, οὐ τί τῷδε ἢ τῷδε δόξει λογιζόμενος, ἀλλὰ τί πέπρακται λέγων.    41. Τοιοῦτον λοιπὸν θέλω τὸν συγγραφέα, ἄφοβον, ἀνώτερον ἀμοιβῶν καὶ δώρων, ἐλεύθερον, φίλον τῆς εἰλικρινείας καὶ τῆς ἀληθείας, ὁ ὁποῖος, κατὰ τὸν κωμικόν, νὰ λέγῃ τὰ σῦκα σῦκα καὶ τὴν σκάφην σκάφῃν· οὔτε εἰς τὸ μῖσος οὔτε εἰς τὴν φιλίαν νὰ χαρίζεται· νὰ μὴ φείδεται ἢ νὰ λυπῆται ἢ νὰ ἐντρέπεται νὰ γράψῃ τὴν ἀλήθειαν ἢ νὰ τήν ἀποσιωπᾷ, διὰ νὰ περιποιηθῇ· νὰ εἶνε ἴσος πρὸς ὅλους δικαστὴς καὶ ἐξ ἴσου φίλος πρὸς ὅλους, ὥστε νὰ μὴ ἀπονέμῃ εἰς κανένα περισσότερον ἀφ᾽ ὅ,τι τοῦ ἀνήκει· νὰ εἶνε ξένος πρὸς τὰ βιβλία του καὶ νὰ μὴ θεωρῇ πατρίδα καμμίαν πόλιν, ἀνεξάρτητος καὶ μὴ ὑποκείμενος εἰς κανένα βασιλέα· νὰ μὴ σκέπτεται δὲ πῶς θὰ φανοῦν εἰς τὸν τάδε καὶ τὸν τάδε ὅσα γράφει, ἀλλὰ νὰ γράφῃ ὅ,τι ἔγιναν.
   
42. Ὁ δ᾽ οὖν Θουκυδίδης εὖ μάλα τοῦτ᾽ ἐνομοθέτησε καὶ διέκρινεν ἀρετὴν καὶ κακίαν συγγραφικήν, ὁρῶν μάλιστα θαυμαζόμενον τὸν Ἡρόδοτον, ἄχρι τοῦ καὶ Μούσας κληθῆναι αὐτοῦ τὰ βιβλία· κτῆμα γάρ φησι μᾶλλον ἐς ἀεὶ συγγράφειν ἤπερ ἐς τὸ παρὸν ἀγώνισμα, καὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι, ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς ὕστερον. Καὶ ἐπάγει τὸ χρήσιμον καὶ ὃ τέλος ἄν τις εὖ φρονῶν ὑπόθοιτο ἱστορίας, [56] ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια καταλάβοι, ἔχοιεν, φησί, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες εὖ χρῆσθαι τοῖς ἐν ποσί.    42. Ὁ Θουκυδίδης βλέπων πόσον ἐθαυμάζετο ὁ Ἡρόδοτος, ὥστε καὶ Μοῦσαι νὰ ὀνομασθοῦν τὰ βιβλία του, πολὺ καλῶς ὥρισε καὶ διέκρινε τὴν τελείαν ἀπὸ τὴν ἐλαττωματικήν ἱστορίαν· καί, ὡς λέγει, ἔγραφε μνημεῖον αἰώνιον καὶ ὄχι προσωρινὸν κατασκεύασμα, καὶ δὲν ἐπιδιώκει τὰ μυθώδη, ἀλλὰ τὴν ἀληθειαν τῶν γενομένων, χάριν τῶν μεταγενεστέρων. Συμπεραίνει δὲ ποία θὰ εἶνε ἡ χρησιμότης, πρᾶγμα τὸ ὁποῖον πρέπει νὰ θέτῃ ὡς σκοπὸν τῆς ἱστορίας πᾶς φρόνιμος, καὶ λέγει ὅτι, ἐάν ποτε συμβοῦν τὰ ὅμοια, οἱ μεταγενέστεροι θὰ δυνηθοῦν ὁδηγούμενοι ἐκ τῶν προηγουμένων νὰ διεξαγάγουν καλῶς τὰ ἐνεστῶτα.
   
43. Καὶ τὴν μὲν γνώμην τοιαύτην ἔχων ὁ συγγραφεὺς ἡκέτω μοι, τὴν δὲ φωνὴν καὶ τὴν τῆς ἑρμηνείας ἰσχύν, τὴν μὲν σφοδρὰν ἐκείνην καὶ κάρχαρον καὶ συνεχῆ ταῖς περιόδοις καὶ ἀγκύλην ταῖς ἐπιχειρήσεσι καὶ τὴν ἄλλην τῆς ῥητορείας δεινότητα μὴ κομιδῇ τεθηγμένος ἀρχέσθω τῆς γραφῆς, ἀλλ᾽ εἰρηνικώτερον διακείμενος, καὶ ὁ μὲν νοῦς σύστοιχος ἔστω καὶ πυκνός, ἡ λέξις δὲ σαφὴς καὶ πολιτική, οἵα ἐπισημότατα δηλοῦν τὸ ὑποκείμενον.    43. Τοιοῦτον λοιπὸν χαρακτῆρα πρέπει νὰ ἔχῃ ὁ συγγραφεὺς ὅστις θὰ ἔλθῃ πρὸς ἐμέ· ὅσον δὲ ἀφορᾷ εἰς τὴν γλῶσσαν καὶ τὸ ὕφος του δὲν πρέπει νὰ εἶνε πολὺ συνηθισμένα εἰς τὸν σφοδρὸν καὶ τραχὺν λόγον μὲ τὰς συνεχεῖς περιόδους καὶ τὰ τρυφνὰ ἐπιχειρήματα καὶ τήν ἄλλην δεινότητα τῆς ρητορικῆς· διὰ ν᾽ ἀρχίσῃ νὰ γράφῃ ἱστορίαν, πρέπει νὰ ἔχῃ ἠρεμωτέραν τὴν διάθεσιν. Καὶ αἱ μὲν ἔννοιαί του πρέπει νὰ ἔχουν τάξιν καὶ νὰ εἶνε πυκναί, ἡ δὲ φράσις σαφὴς καὶ ἡ πρέπουσα εἰς τὰς πολιτικὰς ὑποθέσεις καὶ ἀκριβέστατα νὰ ἐκφράζη τὸ σημαινόμενον.
44. Ὡς γὰρ τῇ γνώμῃ τοῦ συγγραφέως σκοποὺς ὑπεθέμεθα παρρησίαν καὶ ἀληθείαν, οὕτω δὲ καὶ τῇ φωνῇ αὐτοῦ εἰς σκοπὸς ὁ πρῶτος, σαφῶς δηλῶσαι καὶ φανότατα ἐμφανίσαι τὸ πρᾶγμα, [57] μήτε ἀπορρήτοις καὶ ἔξω πάτου ὀνόμασι μήτε τοῖς ἀγοραίοις τούτοις καὶ καπηλικοῖς, ἀλλ᾽ ὡς μὲν τοὺς πολλούς συνεῖναι, τοὺς δὲ πεπαιδευμένους ἐπαινείσαι, καὶ μὴν καὶ σχήμασι κεκοσμήσθω ἀνεπαχθέσι καὶ τὸ ἀνεπιτήδευτον μάλιστα ἔχουσιν· ἐπεὶ τοῖς κατηρτυμένοις τῶν ζωμῶν ἐοικότας ἀποφαίνει τοὺς λόγους. 44. Διότι ὅπως εἰς τὴν σκέψιν τοῦ συγγραφέως ὥς σκοπὸν ὡρίσαμεν τὴν ἀλήθειαν καὶ τὴν παρρησίαν, οὕτω καὶ τῆς γλώσσης πρῶτος σκοπὸς πρέπει νὰ εἶνε νὰ ἐκφράσῃ καθαρῶς καὶ να ἐκδηλώσῃ τελείως τὸ πρᾶγμα, οὔτε ἀκατανοήτους καὶ ἀχρήστους λέξεις μεταχειριζόμενος, οὔτε τὰς ἀγοραίας καὶ χυδαίας, ἀλλὰ τοιαύτας ὥστε καὶ οἱ πολλοὶ νὰ ἐννοοῦν καὶ οἱ μορφωμένοι νὰ ἐπιδοκιμάζουν. Νὰ στολίζῃ δὲ τὸ ὕφος του μὲ σχήματα, ἀλλ᾽ ὄχι φορτικὰ καὶ ἐπιτηδευμένα, ἀλλὰ τὰ ἔργα του θὰ ὁμοιάζουν μὲ φαγητὰ καθ᾽ ὑπερβολήν καρυκευμένα.
   
45. Καὶ ἡ μὲν γνώμη κοινωνείτω καὶ προσαπτέσθω τι καὶ ποιητικῆς, παρ᾽ ὅσον μεγαληγόρος καὶ διηρμένη καὶ ἐκείνη, καὶ μάλισθ᾽ ὁπόταν παρατάξεσι καὶ μάχαις καὶ ναυμαχίαις συμπλέκηται· δεήσει γὰρ τότε ποιητικοῦ τινος ἀνέμου ἐπουριάσοντος τὰ ἀκάτια καὶ συνδιοίσοντος ὑψηλὴν καὶ ἐπ᾽ ἄκρων τῶν κυμάτων τὴν ναῦν. [58] Ἡ λέξις δὲ ὅμως ἐπὶ γῆς βεβηκέτω, τῷ μὲν κάλλει καὶ τῷ μεγέθει τῶν λεγομένων συνεπαιρομένη καὶ ὡς ἔνι μάλιστα ὁμοιουμένη, ξενίζουσα δὲ μηδ᾽ ὑπὲρ τὸν καιρὸν ἐνθουσιῶσα· κίνδυνος γὰρ αὐτῇ τότε μέγιστος παρακινῆσαι καὶ κατενεχθῆναι ἐς τὸν τῆς ποιητικῆς κορύβαντα, ὥστε μάλιστα πειστέον τηνικαῦτα τῷ χαλινῷ καὶ σωφρονητέον, εἰδότας ὡς ἱπποτυφία τις καὶ ἐν λόγοις πάθος οὐ μικρὸν γίγνεται. Ἄμεινον οὖν ἐφ᾽ ἵππου ὀχουμένῃ τότε τῇ γνῶμῃ τὴν ἑρμηνειαν πεζῇ συμπαραθεῖν, ἐχομένην τοῦ ἐφιππίου, ὡς μὴ ἀπολείποιτο τῆς φορᾶς.    45. Τὸ πνεῦμα τοῦ ἱστορικοῦ ἂς προσεγγίζῃ ἐνίοτε εἰς τὴν ποίησιν καὶ ἂς δανείζεται παρ᾽ αὐτῆς μεγαλοπρέπειαν καὶ ὕψος, μάλιστα ὅταν περιγράφῃ παρατάξεις, μάχας καὶ ναυμαχίας· διότι τότε εἶναι ἀνάγκη νὰ πνεύσῃ οὔριος ποιητικὸς ἄνεμος, ὑπὸ τὴν πνοὴν τοῦ ὁποίου τὸ πλοῖόν του νὰ φεύγῃ ὡς ἱπτάμενον καὶ μόλις θίγον τὰς κορυφὰς τῶν κυμάτων. Ἡ γλῶσσά του ὅμως ἂς βαδίζῃ εἰς τὴν γῆν· καὶ νὰ συνανυψοῦται μὲν καὶ ὅσον τὸ δυνατὸν ν᾽ ἀφομοιοῦται μὲ τὸ κάλλος καὶ τὸ μέγεθος τῶν περιγραφομένων, νὰ μὴ ἐξέρχεται ὅμως ἀπὸ τὸν χαρακτῆρα της, οὔτε ἀκαίρως νὰ ἐνθουσιάζεται· διότι εἰς τοιαύτην περίπτωσιν διατρέχει μέγαν κίνδυνον νὰ ἐξέλθῃ ἀπὸ τὴν τροχιάν της καὶ πέσῃ εἰς τὴν ποιητικήν μανίαν· ὥστε τότε μάλιστα πρέπει νὰ τὴν συγκρατῇ ὁ χαλινὸς εἰς φρόνησιν, καθότι καὶ εἰς τὰ λογοτεχνικὰ ἔργα ἡ ἀλαζονεία εἶνε ἐλάττωμα ὄχι μικρόν. Τὸ καλλίτερον λοιπὸν εἶνε, ἐνῷ ἡ σκέψις θὰ πορεύεται ἔφιππος, ἡ ἔκφρασις νὰ παρακολουθῇ πεζὴ καὶ κρατουμένη ἀπὸ τὸ ἐφίππιον, οὕτως ὥστε νὰ μὴ ὑστερήσῃ.
   
46. Καὶ μὴν καὶ συνθήκῃ τῶν ὀνομάτων εὐκράτῳ καὶ μέσῃ χρηστέον, οὔτε ἄγαν ἀφιστάντα καὶ ἀπαρτῶντα — τραχὺ γάρ — οὔτε ῥυθμῷ παρ᾽ ὀλίγον, ὡς οἱ πολλοί, συνάπτοντα· τὸ μὲν γὰρ ἐπαίτιον, τὸ δὲ ἀηδὲς τοῖς ἀκούουσι.    46. Ἀλλὰ καὶ εἰς τήν σύνθεσιν τῶν λέξεων πρέπει ὁ συγγραφεὺς νὰ τηρῇ μέτρον καὶ ν᾽ ἀκολουθῇ μέσην ὁδόν, καὶ οὔτε λίαν μεμακρυσμέναι καὶ χωρισμέναι νὰ εἶνε, οὔτε χωρὶς ρυθμὸν νὰ συνάπτωνται, ὅπως πράττουν οἱ πολλοί· διότι τὸ μὲν πρῶτον εἶνε ἐλαττωματικόν, τὸ δὲ δεύτερον δυσάρεστον εἰς τὴν ἀκοήν.
   
47. [59] Τὰ δὲ πράγματα αὐτὰ οὐχ ὡς ἔτυχε συνακτέον, ἀλλὰ φιλοπόνως καὶ ταλαιπώρως πολλάκις περὶ τῶν αὐτῶν ἀνακρίναντα, καὶ μάλιστα μὲν παρόντα καὶ ἐφορῶντα, εἰ δὲ μή, τοῖς ἀδεκαστότερον ἐξηγουμένοις προσέχοντα καὶ οὓς εἰκάσειεν ἄν τις ἥκιστα πρὸς χάριν ἢ ἀπέχθειαν ἀφαιρήσειν ἢ προσθήσειν τοῖς γεγονόσι. Κἀνταῦθα ἤδη καὶ στοχαστικός τις καὶ συνθετικὸς τοῦ πιθανωτέρου ἔστω.    47. Τὰ δὲ γεγονότα δὲν πρέπει νὰ συλλέγωνται ὅπως τύχουν, ἀλλ᾽ ἀφοῦ μὲ ἐπιμέλειαν καὶ κόπον πολλάκις τὰ ἐξετάσῃ ὁ συγγραφεὺς νὰ τὰ γράψῃ· εἰ δυνατὸν δὲ νὰ εἶνε παρών καὶ νὰ ἐπιβλέπῃ, ἄλλως νὰ λαμβάνῃ τὰς πληροφορίας του ἀπὸ τοὺς μᾶλλον ἀμερολήπτους καὶ ἀπὸ ἐκείνους οἵτινες εἶνε ἀνώτεροι ὑπονοίας ὅτι πρὸς χάριν ἢ ἀπὸ ἔχθραν θὰ ἐλαττώσουν ἢ θὰ μεγαλοποιήσουν τὰ γεγονότα. Τότε δὲ πάλιν νὰ διακρίνῃ καὶ νὰ ἐκλέγῃ τὰ πιθανώτερα.
48. Καὶ ἐπειδὰν ἀθροίσῃ ἅπαντα ἢ τὰ πλεῖστα, πρῶτα μὲν ὑπόμνημα τι συνυφαινέτω αὐτῶν καὶ σῶμα ποιείτω ἀκαλλὲς ἔτι καὶ ἀδιάρθρωτον· εἶτα ἐπιθεὶς τὴν τάξιν ἐπαγέτω τὸ κάλλος καὶ χρωννύτω τῇ λέξει καὶ σχηματιζέτω καὶ ῥυθμιζέτω. 48. Καὶ ὅταν τὰ συναθροίσῃ ὅλα ἢ τὰ περισσότερα, κατ᾽ ἀρχὰς νὰ καταστρώσῃ προσχεδίασμα, σῶμα χωρὶς κάλλος καὶ ἀσυνάρθρωτον· ἔπειτα θὰ τὸ τακτοποιήσῃ, θὰ τὸ καλλωπίσῃ, θὰ δώσῃ τὸ χρῶμα τοῦ ὕφους, τὴν μορφήν καὶ τὴν συμμετρίαν.
49. Καὶ ὅλως ἐοικέτω τότε τῷ τοῦ Ὁμήρου Διὶ ἄρτι μὲν τὴν τῶν ἱπποπόλων Θρῃκῶν [60] γῆν ὁρῶντι, ἄρτι δὲ τὴν Μυσῶν· κατὰ ταῦτα καὶ αὐτὸς ἄρτι μὲν τὰ ἴδια ὁράτω καὶ δηλούτω ἡμῖν οἷα ἐφαίνετο αὐτῷ ἀφ᾽ ὑψηλοῦ ὁρωντι, ἄρτι δὲ τὰ Περσῶν, εἶτ᾽ ἀμφότερα, εἰ μάχοιντο. Καὶ ἐν αὐτῇ δὲ τῇ παρατάξει μὴ πρὸς ἓν μέρος ὁράτω μηδὲ ἐς ἕνα ἱππέα ἢ πεζόν, εἰ μὴ Βρασίδας τις εἴη προπηδῶν ἢ Δημοσθένης ἀνακόπτων τὴν ἐπίβασιν· ἐς τοὺς στρατηγοὺς μέντοι τὰ πρῶτα, καὶ εἴ τι παρεκελεύσαντο, κἀκεῖνο ἀκηκούσθω, καὶ ὅπως καὶ ᾗτινι γνώμῃ καὶ ἐπινοίᾳ ἔταξαν. Ἐπειδὰν δὲ ἀναμιχθῶσι, κοινὴ ἔστω ἡ θέα, καὶ ζυγοστατείτω τότε ὥσπερ ἐν τρυτάνῃ τὰ γιγνόμενα καὶ συνδιωκέτω καὶ συμφευγέτω. 49. Πρέπει δὲ τότε νὰ εἶνε ἐντελῶς ὅμοιος πρὸς τὸν Ὁμηρικὸν Δία, ὅστις ὁτὲ μὲν βλέπει εἰς τὴν χώραν τῶν ἱπποτρόφων Θρακῶν, ὁτὲ δὲ εἰς τὴν χώραν τῶν Μυσῶν· ὁμοίως καὶ αὐτὸς ὁτὲ μὲν θὰ βλέπῃ τὰ πράγματα τῆς πατρίδος του καὶ θὰ μᾶς λέγῃ πῶς τοῦ ἐφαίνοντο ἀπὸ περιωπῆς βλεπόμενα, ὁτὲ δὲ τὰ τῶν Περσῶν, ἔπειτα δὲ καὶ τὰ δύο συγχρόνως, ἐὰν πολεμήσουν. Ἀλλὰ καὶ κατὰ τὴν διάρκειαν τῆς μάχης δὲν πρέπει νὰ παρατηρῇ πρὸς τὸ ἓν μέρος, οὔτε πρὸς ἕνα ἱππέα ἢ πεζόν, ἐκτὸς ἂν οὗτος εἶνε ὁ Βρασίδας, ὅστις πρῶτος πηδᾷ εἰς τὴν ἀπόβασιν ἢ ὁ Δημοσθένης ἐμποδίζων τὴν ἀπόβασιν. Εἰς τοὺς στρατηγοὺς πρέπει πρωτίστως νὰ προσέχῃ καὶ ἂν δώσουν καμμίαν διαταγὴν, νὰ τήν ἀκούσῃ καὶ νὰ ἐξακριβώσῃ τὸν λόγον καὶ τὸν σκοπόν της. Ὅταν δὲ συμπλακοῦν, θὰ τοὺς παρακολουθῇ ὅλους συγχρόνως· καὶ τότε πρέπει νὰ ζυγίζῃ ὅπως εἰς ζυγαριὰν τὰ γινόμενα καὶ νὰ παρακολουθῇ τοὺς διώκοντας καὶ νὰ φεύγῃ μετὰ τών φευγόντων.

 
 
 

22. λατομεῖα: Δηλαδὴ τὸ ἐναντίον ἐκείνου τὸ ὁποῖον ἔγινεν. Οἱ αἰχμαλωτισθέντες Ἀθηναῖοι, ὅσοι δὲν ἐσφάγησαν, ἐρρίφθησαν εἰς τὰ λατομεῖα.

23. ἰατρός: Ἐννοεῖ τὸν Κτησίαν, ὅστις ἔγραψεν ἱστορίαν τῆς Περσίας, τῆς ὁποίας μόνον ἀποσπάσματά τινα ἐσώθησαν.

24. Οἱ ἵπποι τῆς Νίσης ἐθεωροῦντο οἱ ὡραιότατοι καὶ εὐγενέστατοι τῶν ἵππων.

25. Ὀνησίκριτος:Ναύαρχος τοῦ Ἀλεξάνδρου, ὅστις ἔγραφεν ἱστορίαν, ὑπερακοντίσασαν πάντα τὰ τερατώδη μυθεύματα, τὰ ὁποῖα ἐγράφησαν περὶ τοῦ Ἀλεξάνδρου.

26. ἄπολις: Ὁ Λουκιανὸς μεταχειρίζεται τὴν λέξιν "ἄπολις", πρὸς ἀπόδοσιν τῆς ὁποίας θὰ ἦτο ἴσως ὑπερβολικἡ ἡ λέξις "ἄπατρις".

27. ἀπόβασις:Θουκυδιδ. Βιβλ. Δ᾽.
 


 
 
 
<<<
[ Αρχή Σελίδας ]

 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000