<< Εισαγωγή 11-20 >>

Πλάτωνος Ἡ Ἑβδόμη Ἐπιστολὴ

The Seventh Letter By Plato

Translated by J. Harward

1-10

[7.323δ] Πλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις εὖ πράττειν.
Plato to the relatives and friends of Dion. Welfare.
ἐπεστείλατέ μοι νομίζειν δεῖν τὴν διάνοιαν ὑμῶν εἶναι τὴν αὐτὴν ἣν εἶχεν καὶ Δίων, καὶ δὴ καὶ κοινωνεῖν διεκελεύεσθέ [7.324α] μοι, καθ᾽ ὅσον οἷός τέ εἰμι ἔργῳ καὶ λόγῳ. ἐγὼ δέ, εἰ μὲν δόξαν καὶ ἐπιθυμίαν τὴν αὐτὴν ἔχετε ἐκείνῳ, σύμφημι κοινωνήσειν, εἰ δὲ μή, βουλεύσεσθαι πολλάκις. τίς δ᾽ ἦν ἡ ἐκείνου διάνοια καὶ ἐπιθυμία, σχεδὸν οὐκ εἰκάζων ἀλλ᾽ ὡς εἰδὼς σαφῶς εἴποιμ᾽ ἄν. (1) You write to me that I must consider your views the same as those of Dion, and you urge me to aid your cause so far as I can in word and deed. My answer is that, if you have the same opinion and desire as he had, I consent to aid your cause; but if not, I shall think more than once about it. Now what his purpose and desire was, I can inform you from no mere conjecture but from positive knowledge.
ὅτε γὰρ κατ᾽ ἀρχὰς εἰς Συρακούσας ἐγὼ ἀφικόμην, σχεδὸν ἔτη τετταράκοντα γεγονώς, Δίων εἶχε τὴν ἡλικίαν ἣν τὰ νῦν Ἱππαρῖνος γέγονεν, καὶ ἣν ἔσχεν [7.324β] τότε δόξαν, ταύτην καὶ διετέλεσεν ἔχων, Συρακοσίους οἴεσθαι δεῖν ἐλευθέρους εἶναι, κατὰ νόμους τοὺς ἀρίστους οἰκοῦντας· ὥστε οὐδὲν θαυμαστὸν εἴ τις θεῶν καὶ τοῦτον εἰς τὴν αὐτὴν δόξαν περὶ πολιτείας ἐκείνῳ γενέσθαι σύμφρονα ποιήσειεν. τίς δ᾽ ἦν ὁ τρόπος τῆς γενέσεως αὐτῆς, οὐκ ἀπάξιον ἀκοῦσαι νέῳ καὶ μὴ νέῳ, πειράσομαι δὲ ἐξ ἀρχῆς αὐτὴν ἐγὼ πρὸς ὑμᾶς διεξελθεῖν· ἔχει γὰρ καιρὸν τὰ νῦν. For when I made my first visit to Sicily, being then about forty years old, Dion was of the same age as Hipparinos is now, and the opinion which he then formed was that which he always retained, I mean the belief that the Syracusans ought to be free and governed by the best laws. So it is no matter for surprise if some God should make Hipparinos adopt the same opinion as Dion about forms of government. But it is well worth while that you should all, old as well as young, hear the way in which this opinion was formed, and I will attempt to give you an account of it from the beginning. For the present is a suitable opportunity. 
Νέος ἐγώ ποτε ὢν πολλοῖς δὴ ταὐτὸν ἔπαθον· ᾠήθην, εἰ θᾶττον ἐμαυτοῦ γενοίμην κύριος, ἐπὶ τὰ κοινὰ τῆς πόλεως [7.324c] εὐθὺς ἰέναι. καί μοι τύχαι τινὲς τῶν τῆς πόλεως πραγμάτων τοιαίδε παρέπεσον. ὑπὸ πολλῶν γὰρ τῆς τότε πολιτείας λοιδορουμένης μεταβολὴ γίγνεται, καὶ τῆς μεταβολῆς εἷς καὶ πεντήκοντά τινες ἄνδρες προύστησαν ἄρχοντες, ἕνδεκα μὲν ἐν ἄστει, δέκα δ᾽ ἐν Πειραεῖ--περί τε ἀγορὰν ἑκάτεροι τούτων ὅσα τ᾽ ἐν τοῖς ἄστεσι διοικεῖν ἔδει--τριάκοντα δὲ πάντων [7.324d] ἄρχοντες κατέστησαν αὐτοκράτορες. τούτων δή τινες οἰκεῖοί τε ὄντες καὶ γνώριμοι ἐτύγχανον ἐμοί, καὶ δὴ καὶ παρεκάλουν εὐθὺς ὡς ἐπὶ προσήκοντα πράγματά με. καὶ ἐγὼ θαυμαστὸν οὐδὲν ἔπαθον ὑπὸ νεότητος· ᾠήθην γὰρ αὐτοὺς ἔκ τινος ἀδίκου βίου ἐπὶ δίκαιον τρόπον ἄγοντας διοικήσειν δὴ τὴν πόλιν, ὥστε αὐτοῖς σφόδρα προσεῖχον τὸν νοῦν, τί πράξοιεν. (2) In my youth I went through the same experience as many other men. I fancied that if, early in life, I became my own master, I should at once embark on a political career. And I found myself confronted with the following occurrences in the public affairs of my own city. The existing constitution being generally condemned, a revolution took place, and fifty-one men came to the front as rulers of the revolutionary government, namely eleven in the city and ten in the Peiraeus-each of these bodies being in charge of the market and municipal matters-while thirty were appointed rulers with full powers over public affairs as a whole. Some of these were relatives and acquaintances of mine, and they at once invited me to share in their doings, as something to which I had a claim. The effect on me was not surprising in the case of a young man. I considered that they would, of course, so manage the State as to bring men out of a bad way of life into a good one. So I watched them very closely to see what they would do. 
καὶ ὁρῶν δήπου τοὺς ἄνδρας ἐν χρόνῳ ὀλίγῳ χρυσὸν ἀποδείξαντας τὴν ἔμπροσθεν πολιτείαν--τά τε ἄλλα καὶ φίλον [7.324e] ἄνδρα ἐμοὶ πρεσβύτερον Σωκράτη, ὃν ἐγὼ σχεδὸν οὐκ ἂν αἰσχυνοίμην εἰπὼν δικαιότατον εἶναι τῶν τότε, ἐπί τινα τῶν πολιτῶν μεθ᾽ ἑτέρων ἔπεμπον, βίᾳ ἄξοντα ὡς ἀποθανούμενον, [7.325a] ἵνα δὴ μετέχοι τῶν πραγμάτων αὐτοῖς, εἴτε βούλοιτο εἴτε μή· ὁ δ᾽ οὐκ ἐπείθετο, πᾶν δὲ παρεκινδύνευσεν παθεῖν πρὶν ἀνοσίων αὐτοῖς ἔργων γενέσθαι κοινωνός--ἃ δὴ πάντα καθορῶν καὶ εἴ τιν᾽ ἄλλα τοιαῦτα οὐ σμικρά, ἐδυσχέρανά τε καὶ ἐμαυτὸν ἐπανήγαγον ἀπὸ τῶν τότε κακῶν. (3) And seeing, as I did, that in quite a short time they made the former government seem by comparison something precious as gold-for among other things they tried to send a friend of mine, the aged Socrates, whom I should scarcely scruple to describe as the most upright man of that day, with some other persons to carry off one of the citizens by force to execution, in order that, whether he wished it, or not, he might share the guilt of their conduct; but he would not obey them, risking all consequences in preference to becoming a partner in their iniquitous deeds-seeing all these things and others of the same kind on a considerable scale, I disapproved of their proceedings, and withdrew from any connection with the abuses of the time. 
Χρόνῳ δὲ οὐ πολλῷ μετέπεσε τὰ τῶν τριάκοντά τε καὶ πᾶσα ἡ τότε πολιτεία· πάλιν δὲ βραδύτερον μέν, εἷλκεν δέ με ὅμως ἡ [7.325b] περὶ τὸ πράττειν τὰ κοινὰ καὶ πολιτικὰ ἐπιθυμία. ἦν οὖν καὶ ἐν ἐκείνοις ἅτε τεταραγμένοις πολλὰ γιγνόμενα ἅ τις ἂν δυσχεράνειεν, καὶ οὐδέν τι θαυμαστὸν ἦν τιμωρίας ἐχθρῶν γίγνεσθαί τινών τισιν μείζους ἐν μεταβολαῖς· καίτοι πολλῇ γε ἐχρήσαντο οἱ τότε κατελθόντες ἐπιεικείᾳ. κατὰ δέ τινα τύχην αὖ τὸν ἑταῖρον ἡμῶν Σωκράτη τοῦτον δυναστεύοντές τινες εἰσάγουσιν εἰς δικαστήριον, ἀνοσιωτάτην αἰτίαν ἐπιβαλόντες [7.325c] καὶ πάντων ἥκιστα Σωκράτει προσήκουσαν· ὡς ἀσεβῆ γὰρ οἱ μὲν εἰσήγαγον, οἱ δὲ κατεψηφίσαντο καὶ ἀπέκτειναν τὸν τότε τῆς ἀνοσίου ἀγωγῆς οὐκ ἐθελήσαντα μετασχεῖν περὶ ἕνα τῶν τότε φευγόντων φίλων, ὅτε φεύγοντες ἐδυστύχουν αὐτοί.  (4) Not long after that a revolution terminated the power of the thirty and the form of government as it then was. And once more, though with more hesitation, I began to be moved by the desire to take part in public and political affairs. Well, even in the new government, unsettled as it was, events occurred which one would naturally view with disapproval; and it was not surprising that in a period of revolution excessive penalties were inflicted by some persons on political opponents, though those who had returned from exile at that time showed very considerable forbearance. But once more it happened that some of those in power brought my friend Socrates, whom I have mentioned, to trial before a court of law, laying a most iniquitous charge against him and one most inappropriate in his case: for it was on a charge of impiety that some of them prosecuted and others condemned and executed the very man who would not participate in the iniquitous arrest of one of the friends of the party then in exile, at the time when they themselves were in exile and misfortune. 
Σκοποῦντι δή μοι ταῦτά τε καὶ τοὺς ἀνθρώπους τοὺς πράττοντας τὰ πολιτικά, καὶ τοὺς νόμους γε καὶ ἔθη, ὅσῳ μᾶλλον διεσκόπουν ἡλικίας τε εἰς τὸ πρόσθε προύβαινον, τοσούτῳ χαλεπώτερον ἐφαίνετο ὀρθῶς εἶναί μοι τὰ πολιτικὰ [7.325d] διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τ᾽ εἶναι πράττειν--οὓς οὔθ᾽ ὑπάρχοντας ἦν εὑρεῖν εὐπετές, οὐ γὰρ ἔτι ἐν τοῖς τῶν πατέρων ἤθεσιν καὶ ἐπιτηδεύμασιν ἡ πόλις ἡμῶν διῳκεῖτο, καινούς τε ἄλλους ἀδύνατον ἦν κτᾶσθαι μετά τινος ῥᾳστώνης--τά τε τῶν νόμων γράμματα καὶ ἔθη διεφθείρετο καὶ ἐπεδίδου θαυμαστὸν ὅσον, ὥστε με, [7.325e] τὸ πρῶτον πολλῆς μεστὸν ὄντα ὁρμῆς ἐπὶ τὸ πράττειν τὰ κοινά, βλέποντα εἰς ταῦτα καὶ φερόμενα ὁρῶντα πάντῃ πάντως, τελευτῶντα ἰλιγγιᾶν, καὶ τοῦ μὲν σκοπεῖν μὴ ἀποστῆναι μή ποτε ἄμεινον ἂν γίγνοιτο περί τε αὐτὰ ταῦτα καὶ [7.326a] δὴ καὶ περὶ τὴν πᾶσαν πολιτείαν, τοῦ δὲ πράττειν αὖ περιμένειν ἀεὶ καιρούς, τελευτῶντα δὲ νοῆσαι περὶ πασῶν τῶν νῦν πόλεων ὅτι κακῶς σύμπασαι πολιτεύονται--τὰ γὰρ τῶν νόμων αὐταῖς σχεδὸν ἀνιάτως ἔχοντά ἐστιν ἄνευ παρασκευῆς θαυμαστῆς τινος μετὰ τύχης--λέγειν τε ἠναγκάσθην, ἐπαινῶν τὴν ὀρθὴν φιλοσοφίαν, ὡς ἐκ ταύτης ἔστιν τά τε πολιτικὰ δίκαια καὶ τὰ τῶν ἰδιωτῶν πάντα κατιδεῖν· κακῶν οὖν οὐ [7.326b] λήξειν τὰ ἀνθρώπινα γένη, πρὶν ἂν ἢ τὸ τῶν φιλοσοφούντων ὀρθῶς γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς ἢ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν ἔκ τινος μοίρας θείας ὄντως φιλοσοφήσῃ. (5) As I observed these incidents and the men engaged in public affairs, the laws too and the customs, the more closely I examined them and the farther I advanced in life, the more difficult it seemed to me to handle public affairs aright. For it was not possible to be active in politics without friends and trustworthy supporters; and to find these ready to my hand was not an easy matter, since public affairs at Athens were not carried on in accordance with the manners and practices of our fathers; nor was there any ready method by which I could make new friends. The laws too, written and unwritten, were being altered for the worse, and the evil was growing with startling rapidity. The result was that, though at first I had been full of a strong impulse towards political life, as I looked at the course of affairs and saw them being swept in all directions by contending currents, my head finally began to swim; and, though I did not stop looking to see if there was any likelihood of improvement in these symptoms and in the general course of public life, I postponed action till a suitable opportunity should arise. Finally, it became clear to me, with regard to all existing cornmunities, that they were one and all misgoverned. For their laws have got into a state that is almost incurable, except by some extraordinary reform with good luck to support it. And I was forced to say, when praising true philosophy that it is by this that men are enabled to see what justice in public and private life really is. Therefore, I said, there will be no cessation of evils for the sons of men, till either those who are pursuing a right and true philosophy receive sovereign power in the States, or those in power in the States by some dispensation of providence become true philosophers. 
Ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον, ὅτε πρῶτον ἀφικόμην. ἐλθόντα δέ με ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλιωτικῶν τε καὶ Συρακουσίων τραπεζῶν πλήρης, οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ, [7.326c] καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ· ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ᾽ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο--οὐχ οὕτως θαυμαστῇ φύσει κραθήσεται--σώφρων δὲ οὐδ᾽ ἂν μελλήσαι ποτὲ γενέσθαι, καὶ δὴ καὶ περὶ τῆς ἄλλης ἀρετῆς ὁ αὐτὸς λόγος ἂν εἴη, πόλις τε οὐδεμία ἂν ἠρεμήσαι κατὰ νόμους οὐδ᾽ οὑστινασοῦν ἀνδρῶν οἰομένων ἀναλίσκειν μὲν δεῖν [7.326d] πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν γίγνεσθαι πλὴν ἐς εὐωχίας καὶ πότους καὶ ἀφροδισίων σπουδὰς διαπονουμένας· ἀναγκαῖον δὲ εἶναι ταύτας τὰς πόλεις τυραννίδας τε καὶ ὀλιγαρχίας καὶ δημοκρατίας μεταβαλλούσας μηδέποτε λήγειν, δικαίου δὲ καὶ ἰσονόμου πολιτείας τοὺς ἐν αὐταῖς δυναστεύοντας μηδ᾽ ὄνομα ἀκούοντας ἀνέχεσθαι.  (6) With these thoughts in my mind I came to Italy and Sicily on my first visit. My first impressions on arrival were those of strong disapproval-disapproval of the kind of life which was there called the life of happiness, stuffed full as it was with the banquets of the Italian Greeks and Syracusans, who ate to repletion twice every day, and were never without a partner for the night; and disapproval of the habits which this manner of life produces. For with these habits formed early in life, no man under heaven could possibly attain to wisdom-human nature is not capable of such an extraordinary combination. Temperance also is out of the question for such a man; and the same applies to virtue generally. No city could remain in a state of tranquillity under any laws whatsoever, when men think it right to squander all their property in extravagant, and consider it a duty to be idle in everything else except eating and drinking and the laborious prosecution of debauchery. It follows necessarily that the constitutions of such cities must be constantly changing, tyrannies, oligarchies and democracies succeeding one another, while those who hold the power cannot so much as endure the name of any form of government which maintains justice and equality of rights.
Ταῦτα δὴ πρὸς τοῖς πρόσθε διανοούμενος, εἰς Συρακούσας [7.326e] διεπορεύθην, ἴσως μὲν κατὰ τύχην, ἔοικεν μὴν τότε μηχανωμένῳ τινὶ τῶν κρειττόνων ἀρχὴν βαλέσθαι τῶν νῦν γεγονότων πραγμάτων περὶ Δίωνα καὶ τῶν περὶ Συρακούσας· δέος δὲ μὴ καὶ πλειόνων ἔτι, ἐὰν μὴ νῦν ὑμεῖς ἐμοὶ πείθησθε τὸ δεύτερον συμβουλεύοντι. πῶς οὖν δὴ λέγω πάντων [7.327a] ἀρχὴν γεγονέναι τὴν τότε εἰς Σικελίαν ἐμὴν ἄφιξιν; ἐγὼ συγγενόμενος Δίωνι τότε νέῳ κινδυνεύω, τὰ δοκοῦντα ἐμοὶ βέλτιστα ἀνθρώποις εἶναι μηνύων διὰ λόγων καὶ πράττειν αὐτὰ συμβουλεύων, ἀγνοεῖν ὅτι τυραννίδος τινὰ τρόπον κατάλυσιν ἐσομένην μηχανώμενος ἐλάνθανον ἐμαυτόν. δίων μὲν γὰρ δή, μάλ᾽ εὐμαθὴς ὢν πρός τε τἆλλα καὶ πρὸς τοὺς τότε ὑπ᾽ ἐμοῦ λόγους γενομένους, οὕτως ὀξέως ὑπήκουσεν [7.327b] καὶ σφόδρα, ὡς οὐδεὶς πώποτε ὧν ἐγὼ προσέτυχον νέων, καὶ τὸν ἐπίλοιπον βίον ζῆν ἠθέλησεν διαφερόντως τῶν πολλῶν Ἰταλιωτῶν τε καὶ Σικελιωτῶν, ἀρετὴν περὶ πλείονος ἡδονῆς τῆς τε ἄλλης τρυφῆς ἠγαπηκώς· ὅθεν ἐπαχθέστερον τοῖς περὶ τὰ τυραννικὰ νόμιμα ζῶσιν ἐβίω μέχρι τοῦ θανάτου τοῦ περὶ Διονύσιον γενομένου. (7) With a mind full of these thoughts, on the top of my previous convictions, I crossed over to Syracuse-led there perhaps by chance-but it really looks as if some higher power was even then planning to lay a foundation for all that has now come to pass with regard to Dion and Syracuse-and for further troubles too, I fear, unless you listen to the advice which is now for the second time offered by me. What do I mean by saying that my arrival in Sicily at that movement proved to be the foundation on which all the sequel rests? I was brought into close intercourse with Dion who was then a young man, and explained to him my views as to the ideals at which men should aim, advising him to carry them out in practice. In doing this I seem to have been unaware that I was, in a fashion, without knowing it, contriving the overthrow of the tyranny which; subsequently took place. For Dion, who rapidly assimilated my teaching as he did all forms of knowledge, listened to me with an eagerness which I had never seen equalled in any young man, and resolved to live for the future in a better way than the majority of Italian and Sicilian Greeks, having set his affection on virtue in preference to pleasure and self-indulgence. The result was that until the death of Dionysios he lived in a way which rendered him somewhat unpopular among those whose manner of life was that which is usual in the courts of despots. 
Μετὰ δὲ τοῦτο διενοήθη μὴ μόνον ἐν αὑτῷ ποτ᾽ ἂν γενέσθαι ταύτην τὴν διάνοιαν, ἣν [7.327c] αὐτὸς ὑπὸ τῶν ὀρθῶν λόγων ἔσχεν, ἐγγιγνομένην δὲ αὐτὴν καὶ ἐν ἄλλοις ὁρῶν κατενόει, πολλοῖς μὲν οὔ, γιγνομένην δ᾽ οὖν ἔν τισιν, ὧν καὶ Διονύσιον ἡγήσατο ἕνα γενέσθαι τάχ᾽ ἂν συλλαμβανόντων θεῶν, γενομένου δ᾽ αὖ τοῦ τοιούτου τόν τε αὐτοῦ βίον καὶ τὸν τῶν ἄλλων Συρακουσίων ἀμήχανον ἂν μακαριότητι συμβῆναι γενόμενον. πρὸς δὴ τούτοις ᾠήθη δεῖν ἐκ παντὸς τρόπου εἰς Συρακούσας ὅτι τάχιστα ἐλθεῖν ἐμὲ [7.327d] κοινωνὸν τούτων, μεμνημένος τήν τε αὑτοῦ καὶ ἐμὴν συνουσίαν ὡς εὐπετῶς ἐξηργάσατο εἰς ἐπιθυμίαν ἐλθεῖν αὐτὸν τοῦ καλλίστου τε καὶ ἀρίστου βίου· ὃ δὴ καὶ νῦν εἰ διαπράξαιτο ἐν Διονυσίῳ ὡς ἐπεχείρησε, μεγάλας ἐλπίδας εἶχεν ἄνευ σφαγῶν καὶ θανάτων καὶ τῶν νῦν γεγονότων κακῶν βίον ἂν εὐδαίμονα καὶ ἀληθινὸν ἐν πάσῃ τῇ χώρᾳ κατασκευάσαι. (8) After that event he came to the conclusion that this conviction, which he himself had gained under the influence of good teaching, was not likely to be confined to himself. Indeed, he saw it being actually implanted in other minds-not many perhaps, but certainly in some; and he thought that with the aid of the Gods, Dionysios might perhaps become one of these, and that, if such a thing did come to pass, the result would be a life of unspeakable happiness both for himself and for the rest of the Syracusans. Further, he thought it essential that I should come to Syracuse by all manner of means and with the utmost possible speed to be his partner in these plans, remembering in his own case how readily intercourse with me had produced in him a longing for the noblest and best life. And if it should produce a similar effect on Dionysios, as his aim was that it should, he had great hope that, without bloodshed, loss of life, and those disastrous events which have now taken place, he would be able to introduce the true life of happiness throughout the whole territory.
Ταῦτα Δίων ὀρθῶς διανοηθεὶς ἔπεισε μεταπέμπεσθαι Διονύσιον ἐμέ, καὶ αὐτὸς ἐδεῖτο πέμπων ἥκειν ὅτι τάχιστα ἐκ [7.327e] παντὸς τρόπου, πρίν τινας ἄλλους ἐντυχόντας Διονυσίῳ ἐπ᾽ ἄλλον βίον αὐτὸν τοῦ βελτίστου παρατρέψαι. λέγων δὲ τάδε ἐδεῖτο, εἰ καὶ μακρότερα εἰπεῖν. τίνας γὰρ καιρούς, ἔφη, μείζους περιμενοῦμεν τῶν νῦν παραγεγονότων θείᾳ τινὶ τύχῃ; καταλέγων δὲ τήν τε ἀρχὴν τῆς Ἰταλίας καὶ Σικελίας [7.328a] καὶ τὴν αὑτοῦ δύναμιν ἐν αὐτῇ, καὶ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν τὴν Διονυσίου, φιλοσοφίας τε καὶ παιδείας ὡς ἔχοι σφόδρα λέγων, τούς τε αὑτοῦ ἀδελφιδοῦς καὶ τοὺς οἰκείους ὡς εὐπαράκλητοι εἶεν πρὸς τὸν ὑπ᾽ ἐμοῦ λεγόμενον ἀεὶ λόγον καὶ βίον, ἱκανώτατοί τε Διονύσιον συμπαρακαλεῖν, ὥστε εἴπερ ποτὲ καὶ νῦν ἐλπὶς πᾶσα ἀποτελεσθήσεται τοῦ τοὺς αὐτοὺς φιλοσόφους τε καὶ πόλεων ἄρχοντας μεγάλων [7.328b] συμβῆναι γενομένους. τὰ μὲν δὴ παρακελεύματα ἦν ταῦτά τε καὶ τοιαῦτα ἕτερα πάμπολλα, (9) Holding these sound views, Dion persuaded Dionysios to send for me; he also wrote himself entreating me to come by all manner of means and with the utmost possible speed, before certain other persons coming in contact with Dionysios should turn him aside into some way of life other than the best. What he said, though perhaps it is rather long to repeat, was as follows: "What opportunities," he said, "shall we wait for, greater than those now offered to us by Providence?" And he described the Syracusan empire in Italy and Sicily, his own influential position in it, and the youth of Dionysios and how strongly his desire was directed towards philosophy and education. His own nephews and relatives, he said, would be readily attracted towards the principles and manner of life described by me, and would be most influential in attracting Dionysios in the same direction, so that, now if ever, we should see the accomplishment of every hope that the same persons might actually become both philosophers and the rulers of great States. These were the appeals addressed to me and much more to the same effect. 
Τὴν δ᾽ ἐμὴν δόξαν τὸ μὲν περὶ τῶν νέων, ὅπῃ ποτὲ γενήσοιτο, εἶχεν φόβος--αἱ γὰρ ἐπιθυμίαι τῶν τοιούτων ταχεῖαι καὶ πολλάκις ἑαυταῖς ἐναντίαι φερόμεναι--τὸ δὲ Δίωνος ἦθος ἠπιστάμην τῆς ψυχῆς πέρι φύσει τε ἐμβριθὲς ὂν ἡλικίας τε ἤδη μετρίως ἔχον.  (10) My own opinion, so far as the young men were concerned, and the probable line which their conduct would take, was full of apprehension-for young men are quick in forming desires, which often take directions conflicting with one another. But I knew that the character of Dion's mind was naturally a stable one and had also the advantage of somewhat advanced years. 

 

Αρχή σελίδας
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr
Ιανουάριος 2001