ΚΟΜΑΤΑΣ | ||
Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα [τὸν Συβαρίταν] φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. |
||
ΛΑΚΩΝ | ||
Οὐκ ἀπὸ
τὰς κράνας; Σίττ᾽, ἀμνίδες; Οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; |
||
5 | ΚΟ. | Τὰν ποίαν
σύριγγα; Τὺ γάρ ποκα, δῶλε Σιβύρτα,
ἐκτάσα σύριγγα; Τί δ᾽ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; |
ΛΑ. | Τάν μοι
ἔδωκε Λύκων, ὠλεύθερε. Τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; Εἰπέ, Κομάτα. |
|
10 | Οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. | |
ΚΟ | Τὸ Κροκύλος
μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ᾽, ὦ κακέ, καὶ τόκ᾽ ἐτάκευ βασκαίνων καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. |
|
ΛΑ. | Οὐ μὰν, οὐ τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων | |
15 | τὰν βαίταν
ἀπέδυσ᾽ ὁ Καλαιθίδος· ἢ κατὰ τήνας
τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν. |
|
ΚΟ. | Οὐ μὰν,
οὐ ταύτας τὰς λιμνάδας, ὠγαθέ, Νύμφας,
αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. |
|
20 | ΛΑ. | Αἴ τοι
πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν.
Ἀλλ᾽ ὦν αἴ κα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδὲν ἱερόν, ἀλλ᾽ ἄγε τοι διαείσομαι ἔστε κ᾽ ἀπείπῃς. |
ΚΟ. | Ὗς ποτ᾽
Ἀθαναίαν ἔριν ἤρισεν. Ἠνίδε κεῖται
ὥριφος· ἀλλ᾽ ἄγε καὶ τύ νιν᾽ εὔβοτον ἀμνὸν ἔρειδε. |
|
25 | ΛΑ. | Καὶ πῶς,
ὦ κίναδεῦ, τάδε κείσεται ἐξ ἴσω ἄμμιν;
Τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; Τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν; |
ΚΟ. | Ὅστις
νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. Ἀλλὰ γὰρ οὔτι |
|
30 | ὥριφος ἰσοπαλής τοι, ἴδ᾽ ὁ τράγος οὖτος. Ἔρισδε. | |
ΛΑ. | Μὴ σπεῦδ᾽.
Οὐ γάρ τοι πυρὶ θάλπεαι. Ἅδιον ᾀσῇ
τῆδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. Ψυχρὸν ὕδωρ τουτεὶ καταλείβεται· ὧδε πεφύκει ποία, χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὦδε λαλεῦντι. |
|
35 | ΚΟ. | Ἀλλ᾽
οὔτι σπεύδω· μέγα δ᾽ ἄχθομαι, εἰ τυ με
τολμῇς
ὄμμασι τοῖσδ᾽ ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. Ἴδ᾽ ἁ χάρις ἐς τί ποχ᾽ ἕρπει. Θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. |
ΛΑ. | Καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας | |
40 | μέμναμ᾽, ὦ φθονερόν τυ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως; | |
ΚΟ. | Ἁνίκ᾽
ἐπύγιζόν τυ, τὺ δ᾽ ἄλγεες· αἱ δὲ χίμαιραι
αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη. |
|
ΛΑ. | Μὴ βάθιον
τήνω πυγίσματος, ὗβε, ταφείης.
Ἀλλὰ γὰρ ἕρφ᾽, ὦδ᾽ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. |
|
45 | ΚΟ. | Οὐχ ἑρψῶ
τηνεί. Τουτεὶ δρύες, ὧδε κύπειρος,
ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι, ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο, ταὶ δ᾽ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι, καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. |
50 | ΛΑ. | Ἦ μὰν
ἀρνακίδας τε καὶ εἴρια τῆδε πατησεῖς,
αἴ κ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύπερ ὄσδεις. Στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. |
55 | ΚΟ. | Αἰ δέ
κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχων᾽ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τᾶν παρὰ τὶν μαλακώτερα πολλάκις ἀρνῶν. Στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας. |
60 | ΛΑ. | Αὐτόθε
μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. Ἀλλὰ τίς ἄμμε, τίς κρινεῖ; Αἴθ᾽ ἔνθοι ποχ᾽ ὁ βουκόλος ὧδε Λυκώπας, |
ΚΟ. | Οὐδὲν
ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρίκας |
|
65 | τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. | |
ΛΑ. | Βωστρέωμες. | |
ΚΟ. | ||
ΛΑ. | Ἰώ, ξένε. μικκὸν ἄκουσον |
|
τῆδ᾽ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. Τὺ δ᾽, ὦ φίλε, μήτ᾽ ἐμὲ, Μόρσων, ἐν χάριτι κρίνῃς, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσῃς. |
||
70 | ΚΟ. | Ναί, ποτὶ
τᾶν Νυμφᾶν, Μόρσων φίλε, μήτε Κομάτᾳ
τὸ πλέον ἰθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ. Ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῶ Συβαρίτα. |
ΛΑ. | Μὴ τύ τις ἠρώτη, πὸτ τῶ Διός, αἴτε Σιβύρτα | |
75 | αἴτ᾽ ἐμόν ἐστι, κάκιστε, τὸ ποίμνιον; Ὡς λάλος ἐσσί. | |
ΚΟ. | Βέντισθ᾽
οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω
κοὐδέν καυχέομαι· τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί. |
|
ΛΑ. | Εἶα λέγ᾽,
εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν
αὖθις
ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα. |
|
80 | ΚΟ. | Ταὶ Μοῖσαί
με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδόν
Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα. |
ΛΑ. | Καὶ γὰρ
ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν
αὐτῷ
κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. |
|
ΚΟ. | Πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, | |
85 | καί μ᾽ ἁ παῖς ποθορεῦσα· “Τάλαν”, λέγει, “αὐτὸς ἀμέλγεις;” | |
ΛΑ. | Φεῦ φεῦ·
Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. |
|
ΚΟ. | Βάλλει
καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. |
|
90 | ΛΑ. | Κἠμὲ
γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει· λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα. |
ΚΟ. | Ἀλλ᾽
οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει. |
|
ΛΑ. | Οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὀρομαλίδες· αἱ μὲν ἔχοντι | |
95 | λεπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελίχροι. | |
ΚΟ. | Κἠγὼ
μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν,
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει. |
|
ΛΑ. | Ἀλλ᾽
ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα
πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. |
|
100 | ΚΟ. | Σίττ᾽
ἀπὸ τᾶς κοτίνω, ταὶ μηκάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. |
ΛΑ. | Οὐκ ἀπὸ
τᾶς δρυὸς, οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;
Τουτεὶ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος. |
|
ΚΟ. | Ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, | |
105 | ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. | |
ΛΑ. | Χἁμῖν
ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. |
|
ΚΟ. | Ἀκρίδες,
αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι. |
|
110 | ΛΑ. | Τοὶ τέττιγες,
ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·
οὕτως κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς. |
ΚΟ. | Μισέω
τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. |
|
ΛΑ. | Καὶ γὰρ ἐγὼν μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα | |
115 | σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. | |
ΚΟ. | Ἦ οὐ
μέμνασ᾽, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ
σεσαρώς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; |
|
ΛΑ. | Τοῦτο
μὲν οὐ μέμναμ᾽· ὅτι μάν ποκα τῆδέ τυ
δήσας
Εὐμάρας ἐκάθηρε καλῶς, μάλα τοῦτό γ᾽ ἴσαμι. |
|
120 | ΚΟ. | Ἤδη τις,
Μόρσων, πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;
Σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. |
ΛΑ. | Κἠγὼ
μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις.
Ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα. |
|
ΚΟ. | Ἱμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ, Κρᾶθι, | |
125 | οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι. | |
ΛΑ. | Ῥείτω
χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
ἁ παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. |
|
ΚΟ. | Ταὶ μὲν
ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι.
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται. |
|
130 | ΛΑ. | Ταῖσι
δ᾽ ἐμαῖς ὀΐεσσι πάρεστι μὲν ἁ μελίτεια
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. |
ΚΟ. | Οὐκ ἔραμ᾽
Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε
τῶν ὤτων καθελοῖσ᾽, ὅκα οἱ τὰν φάσσαν ἔδωκα. |
|
ΛΑ. | Ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ᾽ αὐτῷ | |
135 | τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με καρτ᾽ ἐφίλησεν. | |
ΚΟ. | Οὐ θεμιτόν,
Λάκων, ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδ᾽ ἔποπας κύκνοισι· τὺ δ᾽, ὦ τάλαν, ἐσσὶ φιλεχθής. |
|
ΜΟΡΣΩΝ | ||
Παύσασθαι
κέλομαι τὸν ποιμένα. Τὶν δέ, Κομᾶτα,
δωρεῖται Μόρσων τὰν ἀμνίδα. Καὶ τὺ δὲ θύσας |
||
140 | ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. | |
ΚΟ. | Πεμψῶ,
ναὶ τὸν Πᾶνα. Φριμάσσεο, πᾶσα τραγίσκων
νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχαξῶ κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκ᾽ ἤδη ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. |
|
145 | Αἶγες
ἐμαὶ, θαρσεῖτε, κερούτιδες· αὔριον ὔμμε
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. Οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ γ᾽ ἔμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. Ὃ δ᾽ αὖ πάλιν. Ἀλλὰ γενοίμαν, |
|
150 | αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. | |