<< Ραψωδία ι | [ Εἰσαγωγή ] | Ραψωδία λ >> |
"Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιεν Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄρρηκτον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη. |
Στῆς Αἰολίας τὸ νησὶ τότε ἤρθαμε, ποῦ ζοῦσε τοῦ Ἱππότη ὁ γιὸς ὁ Αἴολος, τῶν θεῶν ἀγαπημένος· νησὶ πλεούμενο· χαλκὸς τειχὶ τὸ περιζώνει, γερὸ σὲ ὀρθὰ καὶ γλιστερὰ θεμελιωμένο βράχια. |
|
5 | τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες· ἔνθ᾽ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, |
Καὶ δώδεκα εἶχε αὐτὸς παιδιὰ μὲς στ' ὥριο του παλάτι, ἕξη κοπέλλες, κι ἕξη γιοὺς, τῆς ὥρας παλληκάρια. Στὶς ἕξη θυγατέρες του δίνει γαμπροὺς τοὺς γιούς του, ποὺ ζοῦνε μὲ τὸν κύρη τους καὶ μὲ τὴν ἄξια μάνα, καὶ μύρια χαίρουνται μαζὶ πιοτὰ καὶ καλοφάγια. |
10 | κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα· νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι. καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, |
Ὁλήμερα γεμάτο ἀχὸ καὶ τσίκνα τὸ παλάτι, κι ὁλονυχτὶς πλαγιάζουνε μὲ τὰ καλά τους ταίρια, πάνω σὲ μαλακὰ χαλιὰ καὶ σκαλιστὰ κρεβάτια. Σ' αὐτῶν τὴ χώρα φτάσαμε καὶ τὰ λαμπρὰ παλάτια. Μήνα μὲ ξενοφίλευαν καὶ καθετὶς ρωτοῦσαν, |
15 | Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, |
γιὰ τὸ Ἴλιο, γιὰ τοὺς Ἀχαιοὺς, τὰ πλοῖα, τὸ γυρισμό τους· κι ἐγὼ τοῦ τὰ δηγόμουνα μὲ τὴ σειρά καθένα. Μὰ σὰν τοῦ ζήτησα κι ἐγὼ νὰ μὲ ξεπροβοδώση, ὄχι δὲν εἶπε, μόν' καλὴ προβόδωση μοῦ κάνει. Ἔγδαρε βόδι ἐννιάχρονο, καὶ μοῦ 'δωσε τ' ἀσκί του |
20 | ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν, ὅν κ᾽ ἐθέλῃσι. νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· |
μὲ κάθε ἀνέμου βουητεροῦ φυσήματα γεμάτο· τὶ ὁ γιὸς τοῦ Κρόνου φύλακα τὸν εἶχε τῶν ἀνέμων, νὰ παύη ἢ νὰ σηκώνη αὐτὸς ὅποιον ἀγέρα θέλει. Καὶ μ' ἀσημένιο τό 'δεσε μὲς στὸ καράβι νῆμα, ποὺ μήτε λίγο φύσημα ἀπεκεῖ νὰ μὴν ξεφεύγη· |
25 | αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ᾽ ἄρ᾽ ἔμελλεν ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν. |
καὶ μοῦ ἔβγαλε τὸ Ζέφυρο γιὰ νὰ καταβοδώση κι ἐμᾶς καῖ τᾶ καράβια μας· μὰ ὁ δρόμος νὰ τελειώση δὲν ἔμελλε· τὶ ἀπ' ἀγνωσιὰ χαθήκαμε δική μας· |
"ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, |
Μέρες ἐννιὰ ἀρμενίζαμε μερονυχτίς· στὶς δέκα ἀρχίζει πιὰ καὶ φαίνουνταν ἡ γῆς ἡ πατρική μου, |
|
30 | καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ δῶχ᾽ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, |
καὶ τὶς φωτιὲς ξανοίγαμε ποὺ καῖγαν ἀντικρύ μας. Τότες ἐγὼ γλυκόπεσα στὸν ὕπνο ἀποσταμένος, ποὺ κανενὸς δὲν ἄφηνα τοῦ καραβιοῦ τὴ σκότα, μόνε ἴδιος μου τὴν κράταγα, πιὸ γλήγορα νὰ 'ρθοῦμε· κι ὅλοι οἱ συντρόφοι μου ἀρχινοῦν κι ἀναμεσά τους κρένουν, |
35 | καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
πὼς τάχα μάλαμα ἔφερνα κι ἀσημικὸ μαζί μου, τοῦ Αἰόλου τοῦ τρανόκαρδου τοῦ γιοῦ τοῦ Ἱππότη δῶρο. Καὶ γύρισε καὶ μίλησε τοῦ πλαγινοῦ του κάποιος. |
"᾽ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται. |
“Γιὰ δῆτε πῶς τὸν ἀγαποῦν παντοῦ καὶ τὸν τιμοῦνε, σ' ὅποιους ἀνθρώπους ἔρχεται καὶ σ' ὅποια χώρα βγαίνει. |
|
40 | πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ληίδος, ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες· καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι Αἴολος. ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν, |
Ἀπ' τὴν Τρωάδα θησαυροὺς πολλοὺς κι ὡραίους φέρνει, κι ἐμεῖς, ποὺ τὸ ἴδιο κάναμε ταξίδι ὅπως ἐκεῖνος, γυρίζουμε στὸν τόπο μας μὲ τ' ἀδειανὰ τὰ χέρια. Καὶ τώρα δὲς τί ὁ Αἴολος τοῦ χάρισε γιὰ ἀγάπη· ἂς πᾶμε κι ἂς κοιτάξουμε τί νά 'ναι τάχα ἐτοῦτα, |
45 | ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.᾽ | πόσο χρυσάφι μὲς στ' ἀσκὶ καὶ πόσο ἀσήμι φέρνει.” |
"ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων· ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν. τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε |
Εἶπαν, καὶ νίκησε ἡ κακὴ βουλὴ μὲς στοὺς συντρόφους. Λῦσαν τ' ἀσκί, καὶ ξέσπασαν παντῆς λογῆς ἀνέμοι, καὶ στρόβιλος τοὺς τράβηξε μακριὰ ἀπὸ τὴν πατρίδα στὰ πέλαγα, καὶ κλαίγανε· κι ἐγὼ ξυπνῶ καὶ βλέπω, |
|
50 | ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην. ἀλλ᾽ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ᾽ ἐνὶ νηὶ κείμην. αἱ δ᾽ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ |
καὶ μοναχός μου ἀνάδευα μέσα στὸν ἄξιο νοῦ μου, γιά ἀπὸ τὸ πλοῖο νὰ ριχτῶ καὶ νὰ χαθῶ στὸ κῦμα, γιά νὰ ὑποφέρω ἀμίλητα καὶ ζωντανὸς νὰ μείνω. Κι εἶπα νὰ μείνω ζωντανός, καὶ στὸ καράβι μέσα κοιτόμουν ὁλοσκέπαστος· καὶ στὸ νησὶ τοῦ Αἰόλου |
55 | αὖτις ἐπ᾽ Αἰολίην νῆσον, στενάχοντο δ᾽ ἑταῖροι. | οἱ ἀνέμοι μᾶς ξανάσπρωξαν, κι οἱ ἄλλοι ἀναστενάζαν. |
"ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ, αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος, δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον |
Βγήκαμε τότες, πήραμε νερό, κι ἡ συντροφιά μου καθίσαν κι ἔφαγαν κοντὰ στὰ γλήγορα καράβια. Κι ἀπὸ φαγὶ κι ἀπὸ πιοτὸ σὰ χόρτασε ἡ καρδιά μας, πῆρα μαζί μου κήρυκα, κι ἀπ' τοὺς συντρόφους ἕναν, |
|
60 | βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δ᾽ ἐκίχανον δαινύμενον παρὰ ᾗ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν. ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ ἑζόμεθ᾽· οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο· |
κι ὡς στοῦ Αἰόλου πήγαμε τὰ ξακουστὰ παλάτια· τὸν ηὖρα καὶ τρωγόπινε μὲ σύγκοιτη καὶ τέκνα. Ἅμα ἤρθαμε, καθίσαμε κοντὰ στοὺς παραστάτες, πὰς στὸ κατώφλι· ἀπόρησαν αὐτοὶ καὶ μὲ ρωτοῦσαν· |
"᾽πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων; | “Πῶς ἦρθες ; τί κακοτυχιὰ σὲ βρῆκε, ὦ Ὀδυσσέα ; | |
65 | ἦ μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ᾽ ἀφίκοιο πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.᾽ |
Πρόθυμα ἐμεῖς σὲ στείλαμε στῆς γῆς σου τὰ λημέρια, καὶ στὰ παλάτια, κι ὅπου ἀλλοῦ λαχτάραγε ἡ καρδιά σου.” |
"ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ· "ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος σχέτλιος. ἀλλ᾽ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.᾽ |
Εἶπαν κι ἐγὼ ἀποκρίθηκα μὲ τὴν ψυχὴ θλιμμένη· “Κακοὶ συντρόφοι μ' ἔβλαψαν, κι ὕπνος σκληρὸς ἀντάμα· μὰ ἐσεῖς ποὺ δύναμη ἔχετε, γλυτῶστε μας, ὦ φίλοι.” |
|
70 | "ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν, οἱ δ᾽ ἄνεῳ ἐγένοντο· πατὴρ δ᾽ ἠμείβετο μύθῳ· |
Μὲ τέτοια λόγια μαλακὰ τοὺς μίλησα, μὰ ἐκεῖνοι ἄλαλοι μείνανε ὅλοι τους, κι ἀπάντησε ὁ πατέρας· |
"᾽ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων· οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν· |
“Γκρεμίσου, κακορίζικε, μεμιὰς ἀπ' τὸ νησί μου· καλὸ δὲν τό 'χω νὰ δεχτῶ καὶ νὰ ξεπροβοδώσω ἄνθρωπο ποὺ οἱ μακαριστοὶ θεοὶ τὸν κατατρέχουν. |
|
75 | ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.᾽ | Γκρεμίσου, τὶ θεῶν ὀργὴ σ' ἔχει ὡς ἐδῶ σταλμένο,” |
"ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ. τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή. |
Εἶπε, καὶ μ' ἔδιωξε ἀπ' ἐκεῖ κι ἐγὼ βαριοθλιβόμουν. Καὶ βγήκαμε ἀρμενίζοντας μὲ τὴν καρδιὰ καημένη. Καὶ μὲ σκιαγμένο οἱ ἄντρες νοῦ βαριὰ λαμνοκοποῦσαν, τοῦ κάκου, τὶ δὲ φαίνονταν τοῦ γυρισμοῦ ἡ ἐλπίδα. |
|
80 | ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν ἠπύει εἰσελάων, ὁ δέ τ᾽ ἐξελάων ὑπακούει. ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς, |
Ἓξ μέρες ἀρμενίζαμε νύχτα καὶ μέρα τὸ ἴδιο, στὶς ἑφτὰ μέρες φτάνουμε στῆς Λάμος τ' ὥριο κάστρο, στὴν ἁψηλὴ Τηλέπυλο, τῶ Λαιστρυγόνων χώρα, ποὺ βοσκὸς μπαίνει καὶ βοσκὸ ποὺ βγαίνει συντυχαίνει. Ἄγρυπνος ἄνθρωπος μιστοὺς δυὸ ἐκεῖ μποροῦσε νά 'χη, |
85 | τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων· ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι. ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν |
τὸν ἕναν βόδια βόσκοντας, κι ἀρνιὰ λευκὰ τὸν ἄλλον τὶ οἱ δρόμοι βρίσκουνται κοντὰ τῆς νύχτας καὶ τῆς μέρας. Στ' ὥριο λιμάνι μπήκαμε ποὺ βράχοι τὸ τειχίζουν τετράψηλοι κι ἀπὸ τὴ μιὰ πλευρὰ κι ἀπὸ τὴν ἄλλη, κι ἄκρες προβάλλουν πεταχτὲς ἀντίκρυ ἡ μιὰ τῆς ἄλλης |
90 | ἐν στόματι προύχουσιν, ἀραιὴ δ᾽ εἴσοδός ἐστιν, ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας. αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι· οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῷ, οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον, λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη· |
στὴ θάλασσα, κι εἶναι στενὸ τοῦ λιμανιοῦ τὸ ἔμπα· κεῖ μέσα φέρανε ὅλοι τους τὰ δίπλωρα καράβια. Κοντὰ κοντὰ τὰ δέσανε μὲς στὸ βαθιὸ λιμιώνα, τὶ κῦμα ἐκεῖ δὲ φούσκωνε μικρὸ μήτε μεγάλο, παρὰ γαλήνη ἁπλώνονταν ὁλόλευκη παντοῦθε. |
95 | αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν, αὐτοῦ ἐπ᾽ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών. ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα, καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα. |
Ἐγὼ μονάχος ἄραξα τὸ μαῦρο πλοῖο μου ἔξω κατὰ τὴν ἄκρη, κι ἔδεσα στοὺς βράχους τὰ παράγγια, κι ἀνέβηκα καὶ στάθηκα στ' ἁψήλου ν' ἀγναντέψω· μὰ μήτε ἀντρῶνε φαίνονταν μήτε βοδιῶν σημάδια, μόνε καπνὸ ἀγναντεύαμε κι ἀνέβαινε ἀπὸ χάμου. |
100 | δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες, ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας. οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην, |
Τότες συντρόφους ἔστειλα νὰ πᾶνε καὶ νὰ μάθουν τί λογῆς ζοὺν σ' αὐτὴ τὴ γῆς σιταροφάγοι ἀνθρῶποι· διάλεξα δυό, καὶ κήρυκα τοὺς ἔδωσα γιὰ τρίτο. Κι αὐτοὶ τὸ δρόμο πήρανε τὸν ἴσιο, ποὺ τ' ἁμάξια στὴ χώρα ἀπ' τ' ἁψηλὰ βουνὰ τὰ ξύλα κατεβάζαν. |
105 | κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ, θυγατέρ᾽ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον· οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο |
Κόρη ἀνταμώνουν ποὺ ἔπαιρνε νερὸ ἀπ' τὴ χώρα ἀπόξω, τοῦ Λαιστρυγόνα βασιλιᾶ τὴ ζουλεμένη κόρη. Στὴν Ἀρτακία κατέβαινε, τὴν κρουσταλλένια βρύση, πού φέρνανε ἀπ' ἐκεῖ νερὸ στὴ χώρα· αὐτοῦ σταθῆκαν, τῆς μίλησαν, καὶ ρώτηξαν ποιὸς νά 'τανε τοῦ τόπου |
110 | ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι· ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα εὗρον, ὅσην τ᾽ ὄρεος κορυφήν, κατὰ δ᾽ ἔστυγον αὐτήν. ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, |
ὁ βασιλιάς, καὶ τάχα ποιούς ὅριζε αὐτὸς ἀνθρώπους. Κι ἐκείνη εὐτὺς τοὺς ἔδειξε τὰ σπίτια τοῦ γονιοῦ της. Καὶ βρῆκαν τὴ γυναίκα του μὲς στὰ τρανὰ παλάτια, σὰν κορφοβούνι θεόρατη, κι ἡ ὄψη της τρομάρα. Φωνάζει αὐτὴ ἀπ' τὴν ἀγορὰ μεμιὰς τὸν Ἀντιφάτη, |
115 | ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον· τὼ δὲ δύ᾽ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην. αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ᾽ ἀίοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, |
τὸν ἄντρα της, κι αὐτὸς φριχτὸ ξολοθρεμὸ ποθώντας, ἁρπάζει κάνει δεῖπνο του τὸν ἕν' ἀπ' τοὺς συντρόφους. Οἱ ἄλλοι οἱ δυὸ πετάχτηκαν καὶ δρόμο στὰ καράβια. Τότες ἐκεῖνος χούγιαξε στὴ χώρα, κι οἱ ἀντρειωμένοι οἱ Λαιστρυγόνες χούμιξαν ὁλοῦθε σὰν ἀκοῦσαν, |
120 | μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων· ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο. |
ἀρίθμητοι, καὶ μοιάζανε Γίγαντες, κι ὄχι ἀνθρῶποι. Πέτρες, ἑνὸς ἀντρὸς φορτιὸ τὴν καθεμιά, τινάζαν ἀπὸ τὰ βράχια, κι ἔφερναν ἀχὸ στὰ πλοῖα μεγάλο, τὶ οἱ ναῦτες ξολοθρεύονταν καὶ τὰ καράβια σπάζαν. Σὰν ψάρια τοὺς καμάκιζαν κι ἄθλιο φαγὶ τοὺς κάναν. |
125 | ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τῷ ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρᾐροιο. αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα ἐμβαλέειν κώπῃς, ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν· |
Κι ὅσο ἀφανίζονταν αὐτοὶ μὲς στὸ βαθιὸ λιμιώνα, ἐγὼ τὸ κοφτερὸ σπαθὶ τραβῶ ἀπὸ τὸ πλευρό μου, καὶ κόβω τὰ πρυμόσκοινα τοῦ μαύρου καραβιοῦ μου. Νὰ πέσουν τότες στὸ κουπὶ προστάζω τοὺς συντρόφους, τὸ χάρο νὰ ξεφύγουμε· κι αὐτοὶ καθίζουν ὅλοι, |
130 | οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο. |
κι ἀναταράζουν τὰ νερὰ μὲ φόβο καὶ τρομάρα. Φεύγει ἀπ' τοὺς βράχους μιὰ χαρὰ τοὺς κρεμαστούς, καὶ βγαίνει στὴ θάλασσα τὸ πλοῖο μου· τ' ἄλλα χαθῆκαν ὅλα. |
"ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. |
Καὶ πλέγαμε βαριόψυχοι, ποὺ ἂν κι ἤμαστε σωσμένοι τόσους συντρόφους χάσαμε καλοὺς κι ἀγαπημένους. |
|
135 | Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιε Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο· ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο μητρός τ᾽ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα. |
Στὴν Αἴα τότες ἤρθαμε, νησὶ ποὺ κατοικοῦσε ἡ Κίρκη, ἡ ὡριόμαλλη θεά, κι ἡ ἀνθρωπολαλοῦσα, τοῦ Αἰήτη τοῦ κακόβουλου ἡ φοβερή αὐταδέρφη. Γονιοί τους καὶ τῶν δυονῶν ὁ φωτιστής ὁ Ἥλιος κι ἡ Πέρση, ποὺ τοῦ Ὠκεανοῦ παινιόταν θυγατέρα. |
140 | ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν. ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας κείμεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς, |
Ἐκεῖ τὸ ἀράξαμε σιγὰ στὴν ἄκρη τὸ καράβι, μὲς σὲ λιμάνι ἀπάνεμο, καὶ θεὸς μᾶς ὁδηγοῦσε. Βγήκαμε τότες μείναμε δυὸ μέρες καὶ δυὸ νύχτες, τὶ ὁ ἀποσταμὸς τὴν ἔτρωγε κι ὁ πόνος τὴν καρδιά μας. Τὴν τρίτη σὰ μᾶς ἔφερε τὴ μέρα ἡ χρυσαυγούλα, |
145 | καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, |
πῆρα τὸ κοφτερὸ σπαθὶ καὶ τὸ κοντάρι τότες, κι ἀπ' τὸ καράβι κίνησα κι ἀνέβηκα τ' ἁψήλου, ἴσως κι ἀνθρώπων ἔργα ἰδῶ κι ἀκούσω τὴ λαλιά τους. Σὲ βράχου στάθηκα κορφή, κι ἀγνάντια μου τηρώντας, ἀπ' τὴν ἁπλόχωρη τὴ γῆς καπνὸ θωρῶ καὶ βγαίνει, |
150 | Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν. ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης |
μέσ' ἀπ' τὰ δάση τὰ πυκνά, στῆς Κίρκης τὰ παλάτια. Καὶ τότες συλλογιόμουνα κι ἀνάδευα στὸ νοῦ μου, ἐκεῖ ποὺ μαῦρο εἶδα καπνὸ νὰ πάγω καὶ νὰ μάθω. Κι αὐτὸ μοῦ φάνη πιὸ σωστό· νὰ σύρω πρῶτα κάτου στὸ γοργὸ πλοῖο καὶ φαγὶ νὰ δώσω τῶ συντρόφων, |
155 | δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης |
κι ἀπὲ νὰ στείλω μέρος τους νὰ πᾶνε καὶ νὰ μάθουν. Ὅτι ἔφτανα πρὸς τὸ γυρτὸ καράβι, λὲς καὶ κάποιος θεὸς νὰ μὲ σπλαχνίστηκε τὸν ἔρμο, κι ἕνα λάφι μοῦ στέλνει ἁψηλοκέρατο, παχύ, στὸ δρόμο ἀπάνω, ποὺ ἀπὸ τοῦ δάσου τὴ βοσκὴ κατέβαινε στὸ ρέμα |
160 | πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα πλῆξα· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός. τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς |
νὰ ξεδιψάση, ποὺ τοῦ ἡλιοῦ ἡ πυράδα τό 'χε ἀνάψει. Κεῖ ποὺ ἔβγαινε, τὸ βάρεσα στὸ ραχοκόκκαλο του, κι ἀπὸ τὴν ἄλλη πέρασε τὸ χάλκινο κοντάρι. Πέφτει βογγώντας καταγῆς, καὶ πέταξε ἡ πνοή του. Τὸ πάτησα, κι ἀπ' τὴν πληγὴ τραβώντας τὸ κοντάρι, |
165 | εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ εἴασ᾽· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, πεῖσμα δ᾽, ὅσον τ᾽ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν |
τὸ στρώνω χάμου, καὶ σκοινὶ μὲ λυγαριὲς καὶ βοῦρλα ὡς μιὰν ὀργυιὰ σὰν ἔστριψα, μὲ τέχνη ἀπ' ἄκρη ὡς ἄκρη, καλόδεσα τοῦ θεότρανου τοῦ ζώου μαζὶ τὰ πόδια, καἰ στὸ καράβι τὀ 'φερα ἀπ' το σβέρκο φορτωμένος μὲ τὸ κοντάρι ἀκούμπισμα, τὶ ἀλλιῶς δὲ θὰ δυνόμουν |
170 | ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν. κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ᾽ ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· |
μὲ τὸ ἕνα χέρι νὰ βαστῶ τέτοιο θεριὸ στὸν ὦμο. Μπρὸς στὸ καράβι τό 'ριξα, καὶ σήκωσα τοὺς φίλους, καθένα τους σιμώνοντας καὶ καλοπιάνοντας τους· |
"ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ᾽ ἀχνύμενοί περ | “Ἂν καὶ θλιβόμαστε, παιδιά, δὲν κατεβαίνουμε ὅμως | |
175 | εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ· ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.᾽ |
στοῦ Ἅδη ἀκόμα τοὺς βυθοὺς πρὶν ἔρθη ἡ μαύρη ἡ ὥρα. Ἐλᾶτε, κι ὅσο βρίσκεται στὸ πλοῖο μας φαγοπότι, ἂς θυμηθοῦμε τὸ φαῒ, κι ἂς μὴ μᾶς δέρνη ἡ πεῖνα.” |
"ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο |
Εἶπα, κι αύτοὶ μ' ἀκούσανε, ξεσκέπασαν τὰ μάτια, κι ἀπάνου στὴν ἀκρογιαλιὰ θαμάζανε τὸ λάφι, |
|
180 | θηήσαντ᾽ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ· |
κεῖνο τὸ θεότρανο θεριό. Σὰν τό εἰδαν καὶ χαρῆκαν, χερονιφτῆκαν κι ἔστρωσαν ἀρχοντικὸ τραπέζι. Καὶ τότε ἐκεῖ καθόμασταν ὁλήμερα ὡς τὸ γέρμα, μ' ἄσωστο κρέας, μὲ γλυκὸ κρασὶ φαγοποτώντας· μἁ ὁ ἥλιος σὰ βασίλεψε κι ἁπλώθηκε σκοτάδι, |
185 | ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
τότες κι ἐμεῖς πλαγιάσαμε στὸ περιγιάλι ἀπάνω. |
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· "᾽κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι· |
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα, κι ὅλους σὲ σύναξη ἔφερα, καὶ μίλησά τους κι εἶπα· “Ὅσος κι ἂν εἶναι ὁ πόνος σας, συντρόφοι, ἀκούσετέ με. |
|
190 | ὦ φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς, οὐδ᾽ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν, οὐδ᾽ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον εἴ τις ἔτ᾽ ἔσται μῆτις. ἐγὼ δ᾽ οὔκ οἴομαι εἶναι. εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν |
Ποῦ 'ναι ἡ αὐγὴ δὲν ξέρουμε, καὶ ποῦ 'ναι τὸ σκοτάδι, καὶ ποῦ βουτάει κάτω ἀπ' τὴ γῆς ὁ φωτιστὴς ὁ Ἥλιος, καὶ πάλε ποῦ σηκώνεται· μὰ ἐλᾶτε κι ἂς σκεφτοῦμε ἂν κάποιος τρόπος βρίσκεται· δὲ βλέπω ἐγὼ κανέναν. Ἀνέβηκα στὸ ξάγναντο ποὺ εἶναι ὅλο βράχια καὶ εἶδα, |
195 | νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ᾽ ἐνὶ μέσσῃ ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.᾽ |
νησὶ ποὺ ἀτέλειωτα κρατοῦν πέλαα στεφανωμένο· νησὶ στρωμένο χαμηλά, μὰ ξάνοιγα στὴ μέση καπνὸ ποὺ μέσ' ἀπ' τὰ πυκνὰ τὰ δάσια ξεκινοῦσε.” |
"ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο |
Εἶπα, κι αὐτοὺς τοὺς κόπηκε ἡ καρδιά, τι ἀνιστοροῦσαν τὰ ὅσα ὁ Λαιστρυγόνας πρὶν τοὺς ἔκαμε Ἀντιφάτης, |
|
200 | Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο. κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες· ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. "αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους ἠρίθμεον, ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα· |
κι ὁ ἀντροφάγος Κύκλωπας μὲ τὴ σκληρὴ τὴ γνώμη, καὶ δάκρυα ἀρχίσανε πικρὰ νὰ χύνουν καὶ νὰ κλαῖνε. Μὰ τί ὄφελος τοὺς ἔφερνε τὸ τόσο μοιρολόγι ; Τότ' ἐγὼ χώρισα σὲ δυὸ παρέες τοὺς συντρόφους, καὶ δυὸ τούς ἔβαλ' ἀρχηγούς· ἐγὼ στὴ μιὰ παρέα, |
205 | τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ᾽ Εὐρύλοχος θεοειδής. κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα· ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο. βῆ δ᾽ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι κλαίοντες· κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν. |
καὶ τὸ θεόμοιαστο ὅρισα Εὐρύλοχο στὴν ἄλλη. Μέσα σὲ κράνος χάλκινο τινάξαμε τοὺς κλήρους, κι ὁ κλῆρος τοῦ τρανόψυχου τοῦ Εὐρύλοχου πετιέται. Κίνησε αὐτὸς μὲ εἰκοσιδυὸ συντρόφους, ποὺ ὅλοι κλαῖγαν, κι ἐμεῖς ποὺ πίσω μείναμε θρηνούσαμε τὸ ἴδιο. |
210 | εὗρον δ᾽ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ· ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν. οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἄρα τοί γε |
Καὶ βρῆκαν σὲ ἀνοιχτοτοπιά, στῆς λαγκαδιᾶς τὴ μέση, χτισμένα μὲ τὸ μάρμαρο τῆς Κίρκης τὰ παλάτια. Βουνήσους λύκους βλέπανε τριγύρω καὶ λιοντάρια, ποὺ τά 'χε ἡ Κίρκη μὲ κακὰ βοτάνια μαγεμένα· μὰ ἀπάνω τους δὲ χούμιζαν, μόν' τὶς μακριὲς οὐρές τους |
215 | οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσ᾽, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον· τοὶ δ᾽ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα. |
κουνώντας χοροπήδαγαν καὶ τοὺς καλοδεχόνταν. Πῶς τὰ σκυλιά, ὅταν ἔρχεται ἀπὸ τραπέζι ὁ ἀφέντης, τὸν καλοδέχουνται, γλυκὰ λιγούδια καρτερώντας, ἔτσι τὰ δυνατόνυχα λιοντάρια αὐτὰ κι οἱ λύκοι χαιρόνταν σειώντας τὴν οὐρά· μὰ έκεῖνοι φοβηθῆκαν, τέτοια θεριὰ παράξενα καὶ τρομερὰ θωρώντας. |
220 | ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο, Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. |
Στῆς ὡριοπλέξουδης θεᾶς τὰ ξώθυρα καθίζουν, κι ἀκοῦν τὴν Κίρκη μέσαθε ποὺ γλυκοτραγουδοῦσε, μεγάλο φαίνοντας πανὶ κι ἀχάλαστο, σὰν πού 'ναι τῶν θεῶν τὰ ἔργα τὰ ψιλὰ καὶ τὰ λαμπρὰ καὶ τὰ ὥρια, |
τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν, | Τότ' ὁ Πολίτης ὁ ἀρχηγός, ποὺ ἀπ' ὅλους τοὺς συντρόφους | |
225 | ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· "ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει, δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν, ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.᾽ "ὣς ἄρ᾽ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες. |
μοῦ 'τανε φίλος πιὸ πιστός, γυρίζει καὶ τοὺς κρένει· “Παιδιά, πανὶ ἐκεῖ φαίνοντας κάποια θεὰ ἢ γυναίκα μὲ γλύκα τραγουδάει πολλή, κι ἀχολογάει ὁ πύργος. Ἂς τῆς φωνάξουμε.” Κι αὐτοὶ τῆς φώναξαν ν' ἀκούση. |
230 | ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· Εὐρύλοχος δ᾽ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι. εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε, ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν |
Τρέχει στὴ θύρα τὴ λαμπρὴ κι ἀνοίγει τότε ἡ Κίρκη, καὶ τοὺς καλεῖ· καὶ μπήκανε χωρὶς νὰ στοχαστοῦνε· ὅμως δὲν μπῆκε ὁ Εὐρύλοχος, φοβώντας κάποιο δόλο. Τοὺς πῆρε καὶ τοὺς κάθισε σὲ θρόνους καὶ καθέδρες· τυρὶ κι ἀλεύρια καὶ ξανθὸ μέλι τοὺς ἀναδεύει |
235 | οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ φάρμακα λύγρ᾽, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ᾽ ἔπειτα ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε |
μὲ κρασὶ Πράμνειο, κι ἔσμιξε κακόχυμα βοτάνια, ποὺ πίνοντας τὴν πατρικὴ τὴ γῆς τους νὰ ξεχάσουν. Καὶ σὰν τοὺς κέρασε, κι αὐτοὶ σὰν ἤπιαν, τότ' ἐκείνη χτυπώντας τους μὲ τὸ ραβδὶ τοὺς κλεῖ στὶς χοιρομάντρες· κι ἄξαφνα χοίρου κάνουνε φωνή, κορμί, κεφάλι |
240 | καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ. | καὶ τρίχες, καὶ μονάχα ὁ νοῦς τοὺς ἔμενε σὰν πρῶτα. |
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. "Εὐρύλοχος δ᾽ αἶψ᾽ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν |
Ἐκεῖ κλεισμένοι κλαίγανε, καὶ γιὰ νὰ φᾶνε ἡ Κίρκη τοὺς ἔρριχνε πρινόκαρπους, ἀκράνια, βαλανίδια, ποὺ οἱ χοῖροι οἱ χαμοκύλητοι νὰ τρῶνε συνηθᾶνε. Τότες ὁ Εὐρύλοχος γυρνάει στὸ μελανὸ καράβι, |
|
245 | ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ, κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠίετο θυμός. ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες, |
νὰ πῆ τὴν ἔρμη συφορὰ ποὺ βρῆκε τοὺς συντρόφους. Μὰ ὁ πόνος τὸν συνέπνιγε, καὶ λόγο δὲ δυνόταν νὰ βγάλη, παρὰ γέμιζαν τὰ μάτια του ἀπὸ δάκρυα, κι ὁ νοῦς του ἄλλο δὲν ἤξερε παρὰ τὸ μοιρολόγι. Μὰ ἐμεῖς τόνε ρωτούσαμε ὁλοένα σαστισμένοι, |
250 | καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον· | καὶ τότες τὸν ξολοθρεμὸ μᾶς ξήγησε τῶν ἄλλων |
"᾽ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ. ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν, |
“Σὰν ποὺ εἶπες, ὦ Ὀδυσσέα λαμπρέ, κινήσαμε στὰ δάσια, καὶ βρήκαμε ἀνοιχτοτοπιά, στῆς λαγκαδιᾶς τὴ μέση, ποὺ ἤτανε μαρμαρόχτιστο κι ἀστραφτερὸ παλάτι. Ἔφαινε κάποια ἐκεῖ πανὶ καὶ γλυκοτραγουδοῦσε, |
|
255 | ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι. οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν |
θεὰ ἢ γυναίκα· τότε αὐτοὶ φωνάξανε ν' ἀκούση. Τρέχει στὴ θύρα τὴ λαμπρὴ κι ἀνοίγει τους ἐκείνη καὶ τοὺς καλεῖ· καὶ μπήκανε χωρὶς νὰ στοχαστοῦνε· ὅμως ἐγὼ βαστάχτηκα φοβώντας κάποιο δόλο. Ὅλοι τους χάθηκαν, καὶ πιὰ μήτ' ἕνας τους δὲ φάνη, |
260 | ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.᾽ | ἂν κι ἐγὼ καθόμουν ἐκεῖ πολλὴ ὥρα καρτερώντας.” |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα· τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι. αὐτὰρ ὅ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων |
Αὐτὰ εἶπε, κι ἐγὼ κρέμασα τρανὸ σπαθὶ στοὺς ὤμους χαλκένιο, ἀσημοκάρφωτο, καὶ πῆρα τὸ δοξάρι, καὶ πάλι νά 'ρθη πρόσταξα, τὸ δρόμο νὰ μοῦ δείξη. Μὰ αὐτὸς τὸ γόνα μου ἔπιασε καὶ μὲ παρακαλοῦσε, |
|
265 | καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· | κι ἔτσι λαλοῦσε κλαίγοντας μὲ λόγια φτερωμένα· |
"᾽μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ. οἶδα γάρ, ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.᾽ |
“Ἄσε μ' ἐμένα, ὦ διόθρεφτε· μὲ τὸ στανιὸ ἐκεῖ πέρα μὴ μὲ τραβᾶς· σοῦ λέω ἐγὼ πὼς μήτ' ἐσὺ δὲ θά 'ρθης, μήτε θὰ φέρης ἄλλονε· κι ἂς φύγουμ' ἀπ' ἐδῶθε μ' ἐτούτους, ὅσο 'ναι καιρὸς ἀκόμα νὰ σωθοῦμε.” |
|
270 | "ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Εὐρύλοχ᾽, ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ· αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.᾽ |
Ἔτσ' εἶπε, κι ἐγὼ γύρισα κι ἀπολογιὰ τοῦ κάνω· “Κάθισ' ἐσὺ, ὦ Εὐρύλοχε, σ' αὐτὸν ἐδῶ τὸν τόπο, στὸ κούφιο μαυροκάραβο κοντὰ νὰ τρῶς νὰ πίνης· ἐγὼ θὰ πάω, ἀβάσταχτη δύναμη ἐκεῖ μὲ σπρώχνει.” |
"ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. | Εἶπα, κι ἀπ' τὸ καράβι εὐτὺς κι ἀπ' τὸ γιαλὸ ἀνεβαίνω. | |
275 | ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα, ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη· |
Κι ὅτι ἔμπαινα μὲς στὸ ἱερὸ λαγκάδι, καὶ νὰ φτάσω στοὺς τρανοὺς πύργους κόντευα τῆς μάγισσας τῆς Κίρκης, πηγαίνοντας μ' ἀντάμωσε ὁ Ἑρμῆς ὁ χρυσοράβδης, μοιάζοντας νέο ποὺ ἀρχίζανε τὰ γένεια του νὰ δρώνουν, ποὺ τότες δὰ καὶ φαίνεται χαριτωμένη ἡ νιότη. |
280 | ἔν τ᾽ ἄρα μοι φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· | Κι ἐκεῖνος μὲ χερόπιασε, καὶ φώναξέ με κι εἶπε· |
"᾽πῇ δὴ αὖτ᾽, ὦ δύστηνε, δι᾽ ἄκριας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. |
“Τί πάλε μέσα στὰ βουνὰ μόνος γυρνᾶς, καημένε, τοῦ τόπου ἀνήξερος; Ἐκεῖ, μὲς στοὺς βαθιοὺς κρυψῶνες, τῆς Κίρκης, οἱ συντρόφοι σου σὰ χοῖροι εἶναι κλεισμένοι. |
|
ἦ τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι; οὐδέ σέ φημι | Ἢ μήπως ἔρχεσαι νὰ μπῆς καὶ νὰ τοὺς λευτερώσης; | |
285 | αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ᾽, ἔνθα περ ἄλλοι. ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης. |
Μὰ δὲ θὰ ξαναβγῆς, θαρρῶ, παρὰ κι ἐσὺ θὰ μείνης. Ἐγὼ ὅμως θέλω ἀπὸ κακὸ νὰ σὲ γλυτώσω τέτοιο. Νά· ἔμπα μ' ἐτοῦτο τὸ καλὸ βοτάνι στὰ παλάτια τῆς Κίρκης, κι ἀπὸ τὴν κακὴ θὰ σὲ φυλάη τὴν ὥρα. Ὅλες τὶς μαῦρες τέχνες της θὰ σοῦ τὶς πῶ ἐγὼ τώρα. |
290 | τεύξει τοι κυκεῶ, βαλέει δ᾽ ἐν φάρμακα σίτῳ. ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σ᾽ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ |
Χυλὸ θὰ φτιάξη, καὶ κακὸ βοτάνι θὰ τοῦ σμίξη, μὰ τὸ καλὸ βοτάνι ποὺ σοῦ δίνω, δὲ θ' ἀφήση νὰ πιάσουνε τὰ μάγια της· τώρ' ἂς σοῦ πῶ καὶ τ' ἄλλα. Ἅμα ἔρθη ἡ Κίρκη μὲ μακρὺ ραβδὶ νὰ σὲ βαρέση, ἀπ' τὸ πλευρό σου τράβα ἐσὺ τὸ κοφτερὸ σπαθί σου, |
295 | Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων. ἡ δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι· ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν, ὄφρα κέ τοι λύσῃ θ᾽ ἑτάρους αὐτόν τε κομίσσῃ· ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, |
καὶ ρίξου της σὰ νὰ ζητᾶς μ' αὐτὸ νὰ τὴ σπαράξης, Θὰ φοβηθῆ, καὶ θὰ σοῦ πῆ μαζί της νὰ πλαγιάσης. Τότες ἐσὺ μὴν ἀρνηθῆς μὲ τὴ θεὰ νὰ σμίξης, κι ἔτσι νὰ σὲ καλονοιαστῆ, νὰ λύση καὶ τοὺς ἄλλους. Μὰ πρῶτα ἂς κάμη τῶν θεῶν τὸν ὅρκο τὸ μεγάλο, |
300 | μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.᾽ |
πὼς δὲ θὰ βάλη ἄλλο κακὸ στὸ νοῦ της, νὰ μὴν τύχη κι ἄμα σὲ δῆ γυμνό, ἀντρειὰ καὶ δύναμη σοῦ πάρη.” |
"ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· |
Εἶπε, καὶ τράβηξε ἀπ' τὴ γῆς ὁ Ἀργοφονιὰς βοτάνι καὶ δίνοντάς το μοῦ 'δειξε τὸ κάθε φυσικό του. Ἡ ρίζα του κατάμαυρη, τὸ λούλουδο σὰ γάλα, |
|
305 | μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾽ ὀρύσσειν ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται. |
μῶλυ τὸ λὲν οἱ ἀθάνατοι, καὶ δὲν τὸ ξερριζώνει ἄνθρωπος εὔκολα· οἱ θεοὶ μποροῦν ὅμως τὰ πάντα. |
Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον νῆσον ἀν᾽ ὑλήεσσαν, ἐγὼ δ᾽ ἐς δώματα Κίρκης ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. |
Τότες ἀνέβηκε ὁ Ἑρμῆς ἀπὸ τὸ δεντρονήσι στὸν ἁψηλόκορμο Ὄλυμπο, κι ἐγὼ κατὰ τὸν πύργο τῆς Κίρκης μὲ βαρειὰ καρδιὰ ξεκίνησα. Σὰν ἦρθα, |
|
310 | ἔστην δ᾽ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς. ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ. εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου |
καὶ στάθηκα στὰ πρόθυρα τῆς θεᾶς τῆς σγουρομάλλας, τῆς φώναξα, καὶ μ' ἄκουσε, καὶ τὶς φωτόλαμπρές της θύρες ἀνοίγοντας αὐτὴ μὲ προσκαλοῦσε νά 'μπω· καὶ πῆγα ἐγὼ κατόπι της μὲ ταραγμένα στήθια. Σὲ ἀργυροκάρφωτο θρονὶ μὲ κάθισε ἄμα μπῆκα, |
315 | καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε, ῥάβδῳ πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
ὡραῖο καὶ περίτεχνο, μ' ἀκουμποπόδι ὀμπρός μου, καὶ μοῦ 'δωσε χυλὸ νὰ πιῶ μὲς σὲ χρυσὸ ποτήρι, ρίχνοντας μέσα βότανα, καὶ μαῦρα μελετώντας. Σὰν πῆρα κι ἤπια, καὶ τῆς θεᾶς τὰ μάγια δὲν μὲ πιάσαν, μὲ βάρεσε μὲ τὸ ραβδί, καὶ φώναξε με κι εἶπε· |
320 | ᾽ἔρχεο νῦν συφεόνδε, μετ᾽ ἄλλων λέξο ἑταίρων.᾽ "ὣς φάτ᾽, ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων. ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
“Στὴ χοιρομάντρα ἔλα κι ἐσὺ, νὰ σμίξης μὲ τοὺς ἄλλους.” Εἶπε, κι ἐγὼ τὸ κοφτερὸ τραβῶ σπαθὶ ἀπ' τὴ μέση, καὶ χύνομαι, σὰ νά 'θελα μ' αὐτὸ νὰ τὴ σπαράξω. Ἔσκουξε αὐτή, καὶ σκύβοντας τὰ γόνατά μου πιάνει καὶ κλαίγονταν καὶ μοῦ 'κρενε μὲ λόγια φτερωμένα· |
325 | "᾽τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης· οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη, ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. |
“Ποιός εἶσ' ἐσὺ, κι ὁ τόπος σου, καὶ ποιά τὰ γονικά σου; Παράξενο, βοτάνια μου νὰ πιῆς, καὶ νὰ μὴν πιάσουν. Ἄλλος θνητὸς δὲ βάσταξε κανένας ὡς τὰ τώρα, μιὰς κι ἤπιε, κι ἀπ' τὰ χείλη του περάσαν τὰ πιοτά μου. Μὰ ἐσένα ὁ νοῦς σου ἀμάγευτος στὰ σωθικά σου μνήσκει. |
330 | ἦ σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ. ἀλλ᾽ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δ᾽ ἔπειτα εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε |
Ἀλήθεια ὁ πολυσόφιστος ἐσὺ Ὀδυσσέας θά 'σαι, ποὺ ὁ χρυσοράβδης πάντα Ἑρμῆς μοῦ τό 'λεγε πὼς θά 'ρθη, ἀπὸ τὴν Τροία γυρίζοντας μὲ τὸ γοργὸ καράβι. Μὲς στὸ φηκάρι τὸ σπαθὶ ξανάβαλέ μου, κι ἔλα νὰ πᾶμε στὸ κρεβάτι μου μαζὶ ν' ἀγκαλιαστοῦμε, |
335 | εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.᾽ | καὶ στῆς ἀγάπης τὰ φιλιὰ νὰ βροῦμε μπιστοσύνη.” |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ᾽ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους, αὐτὸν δ᾽ ἐνθάδ᾽ ἔχουσα δολοφρονέουσα κελεύεις |
Αὐτὰ σὰ μίλησε ἡ θεά, γυρίζω καὶ τῆς κρένω· “Ὦ Κίρκη, πῶς ζητᾶς ἐγὼ νὰ σοῦ φερθῶ μὲ γλύκα, ποὺ χοίρους στὰ παλάτια σου τοὺς φίλους μου ἔχεις κάμει, κι ἐμένα ἐδῶ κρατώντας με πονηρευτὰ καλεῖς με |
|
340 | ἐς θάλαμόν τ᾽ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς. οὐδ᾽ ἂν ἐγώ γ᾽ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.᾽ |
στὸ θάλαμό σου, τάχα ἐκεῖ μαζί σου νὰ πλαγιάσω, κι ἔτσι, σὰ γυμνωθῶ, ἀντρειὰ καὶ δύναμη μοῦ πάρης; Μὰ ἐγὼ πὰς στὸ κρεβάτι σου δὲ δέχουμαι ν' ἀνέβω, ἂ δὲν θελήσης, ὦ θεὰ, βαρὺ νὰ κάμης ὅρκο, πὼς ἄλλο ἀγνάντια μου κακὸ στὸ νοῦ σου δὲ θὰ βάλης.” |
345 | "ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀπώμνυεν, ὡς ἐκέλευον. αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, καὶ τότ᾽ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. |
Εἶπα, κι αὐτὴ μοῦ ὁρκίστηκε καθὼς ἐγὼ ζητοῦσα. Κι ἅμα τὸν ὅρκον ἄμωσε καὶ πῆρε ὁ ὅρκος τέλος, τότες ἀπάνω στ' ὥριο της ἀνέβηκα κρεβάτι, |
"ἀμφίπολοι δ᾽ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι· |
Ὡς τόσο συγυρίζανε μὲς στὰ παλάτια οἱ βάγιες. Τέσσερεις ἦταν, κι εἴχανε τῶν παλατιῶν τὴν ἔννοια· |
|
350 | γίγνονται δ᾽ ἄρα ταί γ᾽ ἔκ τε κρηνέων ἀπό τ᾽ ἀλσέων ἔκ θ᾽ ἱερῶν ποταμῶν, οἵ τ᾽ εἰς ἅλαδε προρέουσι. τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ πορφύρεα καθύπερθ᾽, ὑπένερθε δὲ λῖθ᾽ ὑπέβαλλεν· ἡ δ᾽ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας |
ἀπὸ βρυσοῦλες καὶ δεντρὰ τὴ φύτρα τους κρατοῦσαν, κι ἀπ' τὰ ποτάμια τὰ ἱερὰ ποὺ στοὺς γιαλοὺς κυλιοῦνται. Μιὰ σκέπαζε ὅλα τὰ θρονιὰ μὲ πορφυρένιες σκέπες, πανώριες, μὲ ἀποκάτουθε λινόφαντα ἁπλωμένα· τραπέζια ἡ ἄλλη ἀσημωτὰ μπρὸς στὰ θρονιὰ τραβοῦσε, |
355 | ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια· ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα· ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ᾽ ὕδωρ. |
κι ἀπάνω τους ἀράδιαζε χρυσόπλεχτα πανέρια· ἡ τρίτη μέσα στ' ἀργυρὸ ἀνακάτωνε κροντήρι γλυκὸ κρασί, καὶ μοίραζε μαλαματένια τάσια· καὶ φέρνει ἡ τέταρτη νερὸ, καὶ τὶς φωτιὲς ἀνάβει κάτου ἀπὸ τρίποδα τρανό, καὶ τὸ νερὸ ζεσταίνει. |
360 | αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο, θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ, |
Καὶ τὸ νερὸ σὰν ἔβρασε στ' ἀστραφτερὸ λεβέτι, τὸ πῆρε, σὐχλιο τό 'καμε, καλόδεχτο νὰ γίνη, καὶ βάζοντάς με σὲ λουτρό, περνάει κεφάλι κι ὤμους, καὶ τὴ βαρειὰ τὴν κούραση σηκώνει ἀπ' τὸ κορμί μου. Σὰ μ' ἔλουσε καὶ μ' ἄλειψε μὲ τὸ παχὺ τὸ λάδι, |
365 | ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, |
καὶ μ' ὥρια χλαίνα μ' ἔντυσε καὶ μὲ χιτώνα ἡ κόρη, μὲ πῆρε καὶ μὲ κάθισε σ' ἀργυροκάρφωτη ἕδρα, περίτεχνη καὶ πλουμιστή, μ' ἀκουμποπόδι ὀμπρός μου· [καὶ μπρίκι γιὰ τὸ νίψιμο μοῦ φέρνει τότε ἡ βάγια, ὥριο, χρυσὸ καὶ χύνει μου στὴν ἀργυρὴ λεγένη |
370 | νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ἐσθέμεναι δ᾽ ἐκέλευεν· ἐμῷ δ᾽ οὐχ ἥνδανε θυμῷ, ἀλλ᾽ ἥμην ἀλλοφρονέων, κακὰ δ᾽ ὄσσετο θυμός. |
γιὰ νὰ πλυθῶ, καὶ στρώνει μου τὸ γυαλιστὸ τραπέζι. Σεμνὴ κελάρισσα ἔφερε ψωμὶ καὶ παραθέτει, κι ἀπὸ τὰ καλοφάγια της μοῦ πρόσφερε περίσσια,] καὶ νὰ γευτῶ μὲ κάλεσε· μὰ ἐγὼ δὲν μπόρουν ἦταν ὁ νοῦς μου ἀλλοῦ, καὶ πρόβλεπε πολλὰ δεινὰ ἡ ψυχή μου. |
375 | "Κίρκη δ᾽ ὡς ἐνόησεν ἔμ᾽ ἥμενον οὐδ᾽ ἐπὶ σίτῳ χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· |
Τηρώντας με νὰ κάθουμαι, καὶ χέρι νὰ μὴ βάζω στὸ φαΐ, παρὰ νὰ φαίνουμαι σὲ θλίψη βυθισμένος, σιμώνει ἡ Κίρκη, καὶ μιλάει μὲ φτερωμένα λόγια· |
" ᾽τίφθ᾽ οὕτως, Ὀδυσεῦ, κατ᾽ ἄρ᾽ ἕζεαι ἶσος ἀναύδῳ, θυμὸν ἔδων, βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος; |
“Τί κάθεσαι μαθὲς βουβός, καὶ τρῶς τὰ σωθικά σου, καὶ δὲν ἀγγίζεις μήτε φαΐ, μήτε πιοτὸ, Ὀδυσσέα ; |
|
380 | ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.᾽ |
ἢ δόλους ὑποψιάζεσαι καινούργιους ; Μὰ κατόπι ἀπ' τὸ βαρὺ τὸν ὅρκο μου, δὲν ἔχεις νὰ φοβᾶσαι.” |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ᾽ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, |
Ἔτσ' εἶπε· καὶ γυρίζω ἐγὼ καὶ τῆς ἀπολογιέμαι· “Ποιός ἄντρας, Κίρκη, γνωστικὸς θά 'χε καρδιὰ νὰ παίρνη φαῒ ἢ πιοτὸ πρὶν τοὺς καλοὺς συντρόφους του γλυτώση, |
|
385 | πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.᾽ |
καὶ γλυτωμένους πρὶν τοὺς δῆ μὲ τὰ δικά του μάτια ; Μὰ ὁλόψυχα ἐσὺ ἂν ποθῆς νὰ πιῶ ἐδῶ καὶ νὰ φάγω, λῦσ' τους, νὰ δοῦν τὰ μάτια μου τ' ἀγαπητά μου ἀδέρφια.” |
"ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει ῥάβδον ἔχουσ᾽ ἐν χειρί, θύρας δ᾽ ἀνέῳξε συφειοῦ, |
Εἶπε, κι ἀπ' τὰ παλάτια της ἡ θεὰ περνάει καὶ βγαίνει, ραβδὶ κρατώντας, κι ἔρχεται, τὴ χοιρομάντρα ἀνοίγει. |
|
390 | ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν. οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι, ἡ δὲ δι᾽ αὐτῶν ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο. τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη· |
Τοὺς ἔβγαλε, καὶ μοιάζανε θρεφτάρια ἐννιὰ χρονῶνε. Ἀγνάντια της σταθήκανε, κι ἀπὸ σιμὰ περνώντας ἡ Κίρκη, μ' ἄλλο βότανο τοὺς ἄλειψε ἕναν ἕναν. Ἀπ' τὰ κορμιά τους χύθηκαν ὅλες οἱ τρίχες τότες, πού 'χαν φυτρώσει μὲ τῆς θεᾶς τὸ βλαβερὸ βοτάνι, |
395 | ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι. ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος. πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβιζε· θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή. |
κι ἄνθρωποι ξαναγένηκαν καλύτεροι ἀπ' τὰ πρῶτα, στὴ νιότη καὶ στ' ἀνάστημα, στὴν ὀμορφιά, στή χάρη, Καὶ μὲ εἶδαν καὶ μὲ γνώρισαν, καὶ μοῦ 'πιασαν τὸ χέρι, καὶ κλαῖγαν μὲ καρδιόπονο, καὶ μέσα στὰ παλάτια ἀχολογοῦσε ἡ κλάψα τους, ποὺ ὡς κι ἡ θεὰ λυπήθη. |
400 | "ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· | Σιμά μου τότες στάθηκε ἡ λαμπρὴ θεὰ καὶ μοῦ 'πε· |
᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ, ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε, κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα· |
“Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα, ξεκίνα τώρα στὸ γιαλὸ καὶ στὸ γοργὸ καράβι, Τραβῆξτε πρῶτα στὴ στεριὰ τὸ πλοῖο· ἐκεῖ μαζῶξτε μὲς στὶς σπηλιὲς τὰ πράματα καὶ τ' ἄρμενα σας ὅλα, |
|
405 | αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.᾽ | κι ὕστερα γύρνα φέρνοντας μαζί σου τοὺς συντρόφους,” |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ, βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους οἴκτρ᾽ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας. |
Αὐτά εἰπε· κι ἡ ἀντρίκια μου ψυχὴ δὲν ἔλεγε ὄχι· καὶ πῆγα κατὰ τὸ γοργὸ καράβι στ' ἀκρογιάλι, καὶ βρῆκα ἐκεῖ τοὺς ἀκριβοὺς συντρόφους στὸ καράβι, νὰ δέρνουνται καὶ νὰ θρηνοῦν ἀχνοὶ καὶ δακρυσμένοι. |
|
410 | ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ᾽ ἔτι σηκοὶ ἴσχουσ᾽, ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι· μητέρας· ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, |
Κι ὡς τὰ μοσκάρια στὸ μαντρὶ τὴν ὥρα ποὺ γυρίζουν ἀπ' τὸ γρασίδι στὴν αὐλὴ χορτάτες οἱ ἀγελάδες, ὅλα μαζὶ χοροπηδοῦν μπροστά τους, ποὺ κι ἡ στάνη δὲν τὰ χωρεῖ, κι ἀνέπαυα γύρω στὶς μάνες τρέχουν μουγκρίζοντας, ἔτσι κι αὐτοὶ σὰ μ' εἴδανε κοντά τους, |
415 | δακρυόεντες ἔχυντο· δόκησε δ᾽ ἄρα σφίσι θυμὸς ὣς ἔμεν, ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν τρηχείης Ἰθάκης, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο. καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· |
χουμίζανε δακρύζοντας· καὶ φάνηκε στὸ νοῦ τους, σὰ νά 'ρθανε στὸν τόπο τους, στὸ πετρωτὸ τὸ Θιάκι, ἐκεῖ ποὺ γεννηθήκανε κι ἐκεῖ ποὺ ἀνατραφῆκαν. Θρηνώντας τότες μοῦ 'πανε μὲ φτερωμένα λόγια· |
" ᾽σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, | “Ὁ γυρισμός σου, ὦ διόθρεφτε, τόση χαρὰ μᾶς δίνει, | |
420 | ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· ἀλλ᾽ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.᾽ |
ὅση τὸ Θιάκι ἂ βλέπαμε, τὸ ποθητὸ νησί μας. Καὶ τώρα πές μας τὸ χαμὸ τῶν ἄλλω μας συντρόφων.” |
"ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι· ᾽νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα· |
Καὶ τοὺς ἀπολογήθηκα μὲ μαλακὰ ἐγὼ λόγια· “Πρῶτα τὸ πλοῖο ἂς σύρουμε στὴ γῆς, κι ἂς κουβαλᾶμε μὲς στὶς σπηλιὲς τὰ πράματα καὶ τ' ἄρμενά μας ὅλα· |
|
425 | αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.᾽ |
κι ἐσεῖς μαζί μου νά 'ρθετε κατόπι τοιμαστῆτε, στῆς θεᾶς τῆς Κίρκης τὰ ἱερὰ παλάτια, γιὰ νὰ δῆτε τοὺς φίλους ποὺ φαγοποτοῦν, τὶ ἔχουν ἐκεινοι ἀπ' ὅλα.” |
"ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· |
Εἶπα, κι ἐκεῖνοι ἀκούσανε τὰ λόγια μου. Ἕνας ὅμως, ὁ Εὐρύλοχος, μοῦ μπόδιζε τοὺς ἄλλους τοὺς συντρόφους, |
|
430 | καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· | καὶ φώναζέ τους, κι ἔλεγε μὲ λόγια φτερωμένα· |
"᾽ἆ δειλοί, πόσ᾽ ἴμεν; τί κακῶν ἱμείρετε τούτων; Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ, |
“Ποῦ πᾶτε, ὦ κακορίζικοι, τί συφορὲς ζητᾶτε, καὶ θέτε νὰ μαζεύεστε στῆς Κίρκης τὰ παλάτια, ποὺ χοίρους θὰ μᾶς κάμη αὐτὴ καὶ λύκους καὶ λιοντάρια, νὰ τῆς φυλᾶμε τὸ λαμπρὸ παλάτι μὲ τὸ ζόρι, |
|
435 | ὥς περ Κύκλωψ ἔρξ᾽, ὅτε οἱ μέσσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δ᾽ ὁ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς· τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.᾽ |
σὰν ποὺ ἔκαμε καὶ ὁ Κύκλωπας στὴ μάντρα του ὅταν μπῆκαν μέσα οἱ σύντρόφοι μας κι αὐτὸς ὁ ἀπόκοτος Δυσσέας, ποὺ ἀπὸ τὴν τρέλλα του κι αὐτοὶ χαθήκανε καὶ πᾶνε.” |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα, σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, |
Εἶπε, κι ἐμένα μέσα μου μοῦ 'ρθε ἔτσι νὰ τραβήξω ἀπ' τὸ παχύ μου τὸ μερὶ τὴν κοφτερὴ τὴ σπάθα, |
|
440 | τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι, καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ᾽ ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· |
μιὰ νὰ τοῦ δώσω, καὶ στὴ γῆς νὰ πέση ἡ κεφαλή του, κι ἂς ἤτανε καὶ συγγενὴς στενός μου· μὰ οἱ συντρόφοι μὲ κράταγαν ἀπὸ παντοῦ μιλώντας μου μὲ γλύκα· |
"᾽διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις, αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι· |
“Ἂς τὸν ἀφήσουμε πιὰ αὐτόν, θεογέννητε, ἂν ὁρίζης, νὰ μείνη στὸ κατάγιαλο καὶ νὰ φυλάη τὸ πλοῖο· |
|
445 | ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.᾽ | κι ἐμᾶς στῆς Κίρκης τὰ ἱερὰ παλάτια ὁδήγησέ μας.” |
"ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο, ἀλλ᾽ ἕπετ᾽· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. |
Κι ἀπ' τὸ καράβι ἀνέβηκαν, κι ἀπ' τοῦ γιαλοῦ τὴν ἄκρη, καὶ πίσω μήτ' ὁ Εὐρύλοχος δὲν ἔμεινε, μόν' πῆγε κι αὐτός, γιατί φοβήθηκε τὰ τρομερά μου λόγια. |
|
"τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη | Τοὺς ἄλλους πάλε φίλους μας μὲς στὰ παλάτια ἡ Κίρκη | |
450 | ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ, ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας· δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν. οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα, κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα. |
τοὺς ἔλουσε, τοὺς ἄλειψε μὲ τὸ παχὺ τὸ λάδι, τοὺς φόρεσε ὅλους μὲ κρουστὲς χλαμύδες καὶ χιτῶνες· καὶ μέσα ἐκεῖ τοὺς βρήκαμε ποὺ τρώγανε καὶ πίναν. Καὶ βλέποντας καθένας τους καὶ νιώθοντας τὸν ἄλλον, στενάζανε καὶ κλαίγανε, ποὺ ἀχολογοῦσε ὁ πύργος. |
455 | ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· "᾽μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ ἠμὲν ὅσ᾽ ἐν πόντῳ πάθετ᾽ ἄλγεα ἰχθυόεντι, ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου. ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, |
Στάθηκε ὀμπρός μου ἡ τρίχαρη θεὰ καὶ μοῦ 'πε τότες· “Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα, μὴν κλαῖτε καὶ μὴ δέρνεστε· κι ἐγὼ τὸ ξέρω πόσα μέσα στὶς ἄγριες θάλασσες παθήματα σας ἦρθαν, καὶ πόσα βάσανα στὴ γῆς ἀπὸ ἄδικους ἀνθρώπους. |
460 | εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε, οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν τρηχείης Ἰθάκης. νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι, αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθ᾽ ὕμιν θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.᾽ |
Ἐλᾶτε τώρα στὸ φαῒ καὶ στὸ κρασὶ καθίστε, ὥσπου νὰ ψυχοπιάσουνε τὰ σπλάχνα σας, καὶ νά 'στε σὰν τότες ποὺ τ' ἀφήσατε τὸ πετρωτό σας Θιάκι, κι ὄχι σὰν τώρα μισεροὶ καὶ παραπονεμένοι, ποὺ ὅλο θυμᾶστε τ' ἄπειρα φριχτὰ πλανέματά σας, |
465 | "ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ. | κι ὁ νοῦς σας ἀπὸ τὰ πολλὰ δεινὰ χαρὰ δὲν ξέρει.” |
ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ· ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραι μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα μακρὰ τελέσθη, |
Αὐτά εἰπε, κι ἡ λεβέντικη, τὴν ἄκουσε ἡ ψυχή μας. Καὶ μείναμε γλεντίζοντας ὁλάκερο ἕνα χρόνο μὲ τὰ περίσσια κρέατα καὶ τὸ γλυκὸ κρασί της. Μὰ ὁ χρόνος σάνε γύρισε μὲ τῶ μηνῶν τὸ διάβα, |
|
470 | καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι· "᾽δαιμόνι᾽, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, |
κι οἱ μέρες μεγαλώνανε, τότε οἱ καλοὶ συντρόφοι μὲ πήρανε παράμερα καὶ μίλησαν καὶ μοῦ 'παν· |
εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.᾽ "ὣς ἔφαν, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ. |
“Καιρὸς πιὰ τὴν πατρίδα μας νὰ θυμηθῆς, καημένε, γραφτό σου ἂν εἶναι νὰ σωθῆς καὶ ν' ἀξιωθῆς νᾶ φτάσης στὸ σπίτι σου τ' ὡριόχτιστο, στὴν πατρική σου χώρα.” |
|
475 | ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα, δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ· ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα. αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς |
Αὐτά εἰπαν, καἱ ἡ λεβέντικη τοὺς ἄκουσε ψυχή μου, [ Καὶ τότε ἐκεῖ καθόμασταν ὁλήμερα ὡς τὸ γέρμα, μ' ἄσωστο κρέας, μὲ γλυκὸ κρασὶ φαγοποτώντας· μὰ ὁ ἥλιος σὰ βασίλεψε κι ἁπλώθηκε σκοτάδι, οἱ ἄλλοι στὰ βαθιοΐσκιωτα πλαγιάσανε παλάτια. ] |
480 | γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
Κι ἐγὼ στῆς Κίρκης τὸ λαμπρὸ ἀνεβαίνοντας κρεβάτι, τὰ γόνατά της ἔπιασα καὶ τὴν παρακαλοῦσα, κι ἄκουγε αὐτὴ τὰ φτερωτὰ ποὺ τῆς λαλοῦσα λόγια.· |
"᾽ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη, ἠδ᾽ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ |
“Ὦ Κίρκη, αὐτὸ ποὺ μοῦ 'ταξες καιρὸς νὰ τὸ τελέσης· στεῖλε με πιὰ στὸν τόπο μου· τὸ λαχταρεῖ ἡ ψυχή μου, τὸ λαχταροῦν κι οἱ φίλοι μου, ποὺ τὴν καρδιὰ μοῦ τρῶνε, |
|
485 | ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.᾽ | κι ὁλόγυρα μου δέρνουνται κάθε ὥρα ποὺ ἐσὺ λείπεις.” |
"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων· ᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ, μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ. ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι |
Αὐτὰ εἶπα, κι ἡ πανέμορφη θεὰ μοῦ ἀπολογιέται· “Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα, δὲ θέλω πιὰ νὰ μένετε μὲ τὸ στανιὸ κοντά μου. Ὅμως κι ἕν' ἄλλο πρῶτα ἐσεῖς θὰ κάμετε ταξίδι· |
|
490 | εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι· τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια, οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.᾽ |
στῆς Περσεφόνης τῆς σκληρῆς καὶ στοῦ Ἅδη τὰ λημέρια θὰ πᾶτε, τὰ μελλούμενα ν' ἀκοῦστε ἀπ' τὸ Θηβαῖο τὸν Τειρεσία, τὸν τυφλὸ μάντη ποὺ ὁ νοῦς του ἀκόμα κρατιέται, τὶ κι ἂν πέθανε, τὴ γνώση ἡ Περσεφόνη τοῦ φύλαξε, καὶ δὲ γυρνάει σὰν ἴσκιος μὲ τοὺς ἄλλους.” |
495 | "ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ· κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην, καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· |
Αὐτὰ σὰν εἶπε, ἐμένανε ραγίστηκε ἡ καρδιά μου· καὶ στὸ κλινάρι κάθισα καὶ τό 'ριξα στὸ κλάμα, καὶ μήτε ζωὴ μήτε ἥλιου φῶς δὲν ἤθελε ἡ ψυχή μου, Μὰ σὰ χαμοκυλίστηκα καὶ χόρτασα τὸ κλάμα, πάλε τῆς ξαναμίλησα καὶ ρώτηξά την κι εἶπα· |
500 | "᾽ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.᾽ |
“Καὶ ποιὸς τὸ δρόμο αὑτὸ θὰ ρθῆ καὶ θὰ μᾶς δείξη, ὦ Κίρκη ; Δὲν πῆγε μὲ πλεούμενο κανεὶς στὸν Ἅδη ἀκόμα.” |
"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων· ᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ, μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, |
Αὐτὰ εἶπα, κι ἡ πανέμορφη θεὰ μοῦ ἀπολογιέται· “Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα, γιὰ ὁδηγητὴ μὴ νοιάζεσαι τοῦ μαύρου καραβιοῦ σου· |
|
505 | ἱστὸν δὲ στήσας, ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσῃς, ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, |
στῆσ' τὸ κατάρτι, τέντωσε τ' ἄσπρα πανιά, καὶ κάθου· θὰ σοῦ φυσήξη μιὰ ὁ Βοριᾶς, κι ἐκεῖ τὸ πλοῖο θὰ φέρη, Μὰ τὸ βαθὺ καθὼς διαβῆς Ὠκεανὸ καὶ φτάσης στὸν ἄγριον ὄχτο καὶ στ' ἀχνὰ τῆς Περσεφόνης δάσια, μὲ τὶς ἰτιὲς τὶς ἄκαρπες καὶ τὶς ψηλὲς τὶς λεῦκες, |
510 | νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῷ βαθυδίνῃ, αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κώκυτός θ᾽, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· |
ἄραξ' ἐκεῖ τὸ πλοῖο σου στοῦ Ὠκεανοῦ τὴν ἄκρη, καὶ στοῦ Ἅδη κίνησε νὰ πᾶς τ' ἀραχνιασμένο σπίτι, Ἐκεῖ ὁ Πυριφλεγέθοντας στοῦ Ἀχέροντα τὸ ρέμα κυλιέται μὲ τὸν Κωκυτὸ ποὺ πέφτει ἀπὸ τὴ Στύγα, κι ὁ βράχος ποὺ βαρύβροντα τὰ δυὸ ποτάμια σμίγουν. |
515 | ἔνθα δ᾽ ἔπειθ᾽, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθ᾽ ὕδατι· ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν. |
Σὰ φτάσης, ὦ ἥρωα, κοντὰ στὸν τόπο ποὺ ἱστορῶ σου, σκάψε ὡς μιὰ πήχη λάκκο ἐκεῖ τοῦ μάκρου καὶ τοῦ πλάτου καὶ χῦσε ὁλόγυρα σταλιὲς στοὺς πεθαμένους ὅλους, πρῶτα μελόνερο, ὕστερα γλυκὸ κρασί, καὶ τρίτο πάλε νερό· καὶ μὲ λευκὸ πασπάλιζέ τα ἀλεύρι· |
520 | πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. |
καὶ λέγοντας πολλὲς εὐκὲς στ' ἀδύναμα κεφάλια των πεθαμένων, τάξε τους πὼς ἅμα ἐρθῆς στὸ Θιάκι στείρα δαμάλα διαλεχτὴ στὸν πύργο σου θὰ σφάξης, καὶ πὼς θ' ἀνάψης τους πυρὰ γεμάτη ὡραῖα δῶρα, καὶ χώρια ἀρνὶ κατάμαυρο τοῦ Τειρεσία θὰ κόψης, |
τοῦ κοπαδιοῦ τὸ πιὸ καλὸ. Καὶ σὰν παρακαλέσης | ||
525 | αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν εἰς Ἔρεβος στρέψας, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. |
μὲ προσευχὲς τὰ δοξαστὰ τῶν πεθαμένων πλήθια, σφαχτὸ κριάρι πρόσφερε καὶ μαύρη προβατίνα γυρνώντας τα πρὸς τὸ Ἔρεβος· μὰ γύρνα ἐσὺ ἀποκεῖθε, κι ἀντίκρυζε τοῦ ποταμοῦ τοὺς ὄχτους· τότες θά 'ρθουν αὐτοῦ σιμά σου πάμπολλες ψυχὲς τῶν πεθαμένων, |
530 | δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι μῆλα, τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ |
Βάλε καὶ τοὺς συντρόφους σου νὰ γδάρουν καὶ νὰ κάψουν τ' ἀρνια ποὺ τά 'χει ἀλύπητο μαχαίρι ἐκεῖ ριγμένα, καὶ προσευκὲς νὰ κάμουνε στοὺς δυὸ θεούς, στὸν Ἅδη τὸ φοβερό, καὶ στὴ σκληρὴ συνάμα Περσεφόνη· κι ἐσὺ, ἀπ' τὴ μέση σέρνοντας τὸ κοφτερὸ σπαθί σου, |
535 | ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.᾽ |
κάθου, καὶ διῶχνε τῶ νεκρῶν τ' ἀδύναμα κεφάλια μακριὰ ἀπ' τὸ αἶμα, ὡς ν' ἀκουστῆ τοῦ Τειρεσία ὁ λόγος, Κι εὐτὺς ὁ μάντης θὰ φανῆ καὶ θὰ σοῦ πῆ, ὦ ἀφέντη, τοῦ δρόμου τὰ μετρήματα, καὶ ποῦθε θὰ περάσης τὰ πέλαα τὰ πολύψαρα στὴ γῆς σου νὰ γυρίσης,” |
540 | "ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐπέθηκε καλύπτρην. |
Αὐτὰ εἶπε, κι ἡ χρυσόθρονη σὰν πρόβαλε ἡ Αὐγούλα, μὲ πῆρε καὶ μὲ φόρεσε χιτώνα καὶ χλαμύδα· κι ἴδια της φόρεμα ἔβαλε περίλαμπρο, μεγάλο, ψιλόφαντο καὶ λιμπιστό· κατόπι ὡριὸ ζουνάρι ὁλόχρυσο στὴ μέση της, καὶ σκέπη στὸ κεφάλι, |
545 | αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· |
Τότες στοὺς πύργους μπῆκα ἐγώ, κι ἕνα ἕνα τοὺς συντρόφους παρακινοῦσα ἀπὸ κοντὰ μὲ λόγια μελωμένα. |
"᾽μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλ᾽ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.᾽ |
“Μὴν πιὰ βαθιὰ ἀνεσαίνετε μὲς στὸ γλυκὸ τὸν ὕπνο, μόν' πᾶμε· ἡ Κίρκη ἡ δέσποινα μοῦ ὁρμήνεψε τὸ δρόμο.” |
|
"ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ. | Τοὺς εἶπα, κι ἡ λεβέντικη μὲ ὑπάκουσε ψυχή τους, | |
550 | οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς· ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. |
Μὰ κι ἀποκεῖθε ἀπείραχτους δὲν πῆρα τοὺς συντρόφους· κάποιος, ὁ Ἐλπήνορας, μικρός, κι ὄχι ἄντρας στοὺς πολέμους, μήτε καὶ στὰ μυαλὰ γερός, παράμερα ἀπ' τοὺς ἄλλους εἶχε πλαγιάσει στὴ σκεπὴ τῶν παλατιῶν τῆς Κίρκης, δροσιὰ νὰ βρῆ μὲ τοῦ κρασιοῦ τὸ βάρος ζαλισμένος. |
555 | κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν. |
Μὰ ἀκούγοντας τὸ σάλαγο ποὺ φεύγανε οἱ συντρόφοι, πετιέται ἀπάνω· ἀστόχησε νὰ κατεβῆ ἀπ' τὴ σκάλα ξανὰ τὴν ἁψηλή, κι ὀμπρὸς ἴσια τραβώντας πέφτει ἀπὸ τὴ στέγη· ὁ σβέρκος του ἔσπασε ἀπ' τὰ σφοντύλια, κι ἀμέσως στοῦ Ἅδη τοὺς βυθοὺς κατέβηκε ἡ ψυχή του. |
560 | "ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον· ᾽φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθ᾽· ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.᾽ |
Στὸ δρόμο ποὺ πηγαίναμε τοὺς εἶπα αὐτὰ τὰ λόγια· “Θὰ λέτε δὰ στὰ σπίτια μας καὶ στὴν καλὴ πατρίδα πὼς πᾶμε· ὅμως μᾶς ὅρισε ἄλλο ταξίδι ἡ Κίρκη, στῆς Περσεφόνης τῆς σκληρῆς καὶ στοῦ Ἅδη τὰ λημέρια, τοὺς λόγους γιὰ ν' ἀκούσουμε τοῦ μάντη Τειρεσία.” |
565 | "ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας· ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. |
Αὐτὰ εἶπα, καὶ στὰ λόγια μου ραγίστηκε ἡ καρδιά τους· καὶ κάθισαν καὶ κλαίγανε, μαδώντας τὰ μαλλιά τους, μὰ τί ὄφελος τοὺς ἔφερνε τὸ τόσο μοιρολόγι; |
"ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, |
Σὰν ἤρθαμε στ' ἀκρόγιαλο καὶ στὸ γοργὸ καράβι, βαριοθλιμμένοι, καὶ πικρὰ χύνοντας δάκρυα ἀκόμα, |
|
570 | τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτ᾽ ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντα; |
στὸ μαυροκάραβο ἔρχεται καὶ κριάρι δένει ἡ Κίρκη, μὲ προβατίνα ὁλόμαυρη, κι ἀγνώριστη διαβαίνει. Καὶ ποιός ἀγνάντεψε θεὸ χωρὶς αὐτὸς νὰ θέλη, γιά κατεδῶθε ξεκινάει, γιά κατακεῖθε φεύγει; |