<< Ραψωδία λ [ Εἰσαγωγή ] Ραψωδία ν >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία μ
Σειρῆνες. Σκύλλα. Χάρυβδις. Βόες Ἡλίου.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  "αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
νηῦς, ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
νῆσόν τ᾽ Αἰαίην, ὅθι τ᾽ Ἠοῦς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
     Τοῦ Ὠκεανοῦ τὰ ρέματα τὸ πλοῖο σὰν ἀφῆκε,
κι ἀπάνω ἀπὸ τὰ κύματα τοῦ διάπλατου πελάγου
ἦρθε στῆς Αἴας τὸ νησί, ποὺ κατοικεῖ ἡ Αὐγούλα,
καὶ σὲ γλυκοὺς χορότοπους χρυσανατέλνει ὁ Ἥλιος,
5 νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
ἐκεῖ στὸν ἄμμο φτάσαμε κι ἀράξαμε τὸ πλοῖο,
καὶ πήγαμε πλαγιάσαμε στὸ περιγιάλι ἀπάνω,
προσμένοντας τὴ λαμπερὴ νὰ γλυκοφέξη Αὐγούλα.
  "ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
     Κι ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
καὶ στέλνω τοὺς συντρόφους μου στῆς Κίρκης τὰ παλάτια,
10 οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
φιτροὺς δ᾽ αἶψα ταμόντες, ὅθ᾽ ἀκροτάτη πρόεχ᾽ ἀκτή,
θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
αὐτὰρ ἐπεὶ νεκρός τ᾽ ἐκάη καὶ τεύχεα νεκροῦ,
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
τὸ λείψανο τοῦ Ἐλπήνορα νὰ πάρουν καὶ νὰ φέρουν.
Πήγαμε, κόψαμε κλαριά, στὴν ἄκρη στὸ περγιάλι,
τὸν θάψαμε βαριόκαρδοι καὶ δάκρυα χύνοντάς του.
Καὶ σὰν καλοκαήκανε ὁ νεκρὸς καὶ τ' ἄρματά του,
μνημούρι τοῦ σηκώσαμε καὶ στήσαμε του στήλη,
15 πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. καὶ τὸ ἴσιο μπήξαμε κουπὶ πὰς στὴν κορφὴ τοῦ τάφου,
  "ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ᾽ ἄρα Κίρκην
ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ᾽ ὦκα
ἦλθ᾽ ἐντυναμένη· ἅμα δ᾽ ἀμφίπολοι φέρον αὐτῇ
σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
     Κι ἐκεῖ ποὺ αὐτὰ νοιαζόμασταν, δὲν ξέφυγε τῆς Κίρκης
πὼς ἀπ' τὸν Ἅδη φτάσαμε, παρὰ ἦρθε στολισμένη
κοντά μας· ἤρθανε μαζὶ κι οἱ βάγιες της καὶ φέρναν
ψωμὶ καὶ κρέατα πολλὰ μὲ τὸ κρασὶ τὸ μαῦρο.
20 ἡ δ᾽ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
"᾽σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ᾽ Ἀίδαο,
δισθανέες, ὅτε τ᾽ ἄλλοι ἅπαξ θνῄσκουσ᾽ ἄνθρωποι.
ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
αὖθι πανημέριοι· ἅμα δ᾽ ἠοῖ φαινομένηφι
     Στάθηκε τότ' ἡ ὁλόλαμπρη θεὰ ὀμπροστά μας κι εἶπε·
     “Ἀθεόφοβοι, ποὺ ζωντανοὶ πήγατ' ἐσεῖς στὸν Ἅδη,
ποὺ δυὸ θανάτους θά 'χετε, οἱ ἄλλοι ξέρουν ἕναν
ἐλᾶτε τώρα ἐσεῖς ἐδῶ νὰ φᾶτε καὶ νὰ πιῆτε
ὁλήμερα· κι ἡ χρυσαυγὴ καθὼς γλυκοχαράξη,
25 πλεύσεσθ᾽· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.᾽
κινᾶτε. Ἐγὼ τὸ δρόμο σας θὰ δείξω, καὶ τὰ πάντα
θὰ σᾶς μαντέψω, μὴν κακὴ σᾶς πέση ἄξαφνα ὥρα,
καὶ μύρια πάθετε δεινὰ στεριᾶς ἢ καὶ πελάγου.”
  "ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
     Αὐτά εἰπε, καὶ κατάπεισε τὸ νοῦ μας τὸν ἀντρίκιο.
Ὁλήμερα καθόμασταν ἐκεῖ ὡς τὸ γέρμα τοῦ ἥλιου,
30 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
μὲ τὰ περίσσια κρέατα, καὶ μὲ κρασὶ φλογάτο.
Κι ὁ ἥλιος σὰ βασίλεψε κι ἁπλώθηκε σκοτάδι,
οἱ ἄλλοι στὰ πρυμόσκοινα σιμὰ καλοπλαγιάσαν,
μὰ ἐμένα ἀπὸ τὸ χέρι αὐτὴ παράμερα μὲ πῆρε,
μὲ κάθισε, καὶ πλάγιασε κοντά μου καὶ ρωτοῦσε·
35 αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
κι ἕνα πρὸς ἕνα τότε ἐγὼ τῆς στόρησα τὰ πάντα.
Καὶ μίλησέ μου ἡ σεβαστὴ θεά, κι αὐτὰ μοῦ κρένει·
  "᾽ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ᾽ ἄκουσον,
ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
     “Αὐτὰ ὅπως τά 'πες ἔγιναν· τώρα κι ἐσὺ ν' ἀκούσης
ὅσα σοῦ πῶ· ἀγκαλὰ ὁ θεὸς θὰ σ' τὰ θυμίση ὁ ἴδιος.
Καὶ πρῶτα ταξιδεύοντας θὰ φτάσης στὶς Σειρῆνες,
40 ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
Σειρήνων, τῷ δ᾽ οὔ τι γυνὴ καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
ποὺ ὅλους μαγεύουν τοὺς θνητοὺς ποὺ λάχουνε κοντά τους·
ὅποιος σιμώση ἀπ' ἀγνωσιὰ κι ἀκούση τὴ φωνή τους,
ἀπὸ γυναίκα καὶ παιδιὰ χαρὰ νὰ μὴν προσμένη
μήτε πατρίδα πὼς θὰ δῆ, τὶ μὲ γλυκὰ τραγούδια
αὐτὲς τόνε μαγεύουνε μὲς ἀπ' τὴ λιβαδιά τους.
45 ἥμεναι ἐν λειμῶνι, πολὺς δ᾽ ἀμφ᾽ ὀστεόφιν θὶς
ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
ἀλλὰ παρεξελάαν, ἐπὶ δ᾽ οὔατ᾽ ἀλεῖψαι ἑταίρων
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ᾽ ἐθέλῃσθα,
Σωρὸς ἐκεῖ τ' ἀνθρωπινὰ τὰ κόκκαλα σαπίζουν
γυμνὰ, ποὺ εἶναι τὸ δέρμα τους χυμένο ὁλοτριγύρω.
Προσπέρνα τις, καὶ στούπωνε καλὰ τ' αὐτιὰ τῶν ἄλλων
μὲ μελοζύμωτο κερὶ νὰ μὴν μποροῦν ν' ἀκούσουν.
Κι ἂν ποθυμήσης ἴδιος σου ν' ἀκούσης, ἂς σὲ δέσουν
50 δησάντων σ᾽ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω,
ὄφρα κε τερπόμενος ὄπ᾽ ἀκούσῃς Σειρήνοιιν.
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
οἱ δέ σ᾽ ἔτι πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι διδέντων.
ὁλόρθο χεροπόδαρα στοῦ καταρτιοῦ τὴ ρίζα,
κι ἂς καλοσφίξουν τῶ σκοινιῶν τὶς ἄκρες στὸ κατάρτι,
καὶ τότες χαίροντας θ' ἀκοῦς μακρόθε τὶς Σειρῆνες.
Μὰ ἀνίσως καὶ παρακαλῆς τοὺς ἄλλους νὰ σὲ λύσουν,
ἐκεῖνοι ἀκόμα πιὸ σφιχτὰ νὰ δένουν τὰ σκοινιά σου.
55 αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
ἔνθα τοι οὐκέτ᾽ ἔπειτα διηνεκέως ἀγορεύσω,
ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ᾽ αὐτὰς
     Καὶ τὸ καράβι σου ἀπ' ἐκεῖ σὰ σώση νὰ περάση,
δὲ σοῦ ὁρμηνεύω πιὰ ἀπὸ ποῦ τὸ δρόμο σου νὰ πάρης
ἀτὸς σου κρῖνε· ἐγὼ τοὺς δυὸ θὰ σοῦ ἐξηγήσω δρόμους.
Ἀπὸ τὴ μιὰ εἶναι κρεμαστὲς οἱ πέτρες ποὺ ὁλοένα
60 κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες, ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
μὲ κύματα ἡ γλαυκόματη τὶς δέρνει ἡ Ἀμφιτρίτη·
αὐτὲς Πλανούμενες τὶς λὲν οἱ θεοἱ οἱ μακαρισμένοι.
Κι οὐδὲ πουλὶ τὶς προσπερνάει, καὶ μήτε οἱ περιστέρες
τὴν ἀμβροσία ποὺ φέρνουνε στὸ Δία τὸν πατέρα,
μόνε κι αὐτὲς κάθε φορὰ τὶς παίρνει ἡ γλιστροπέτρα·
65 ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
τῇ δ᾽ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
κύμαθ᾽ ἁλὸς φορέουσι πυρός τ᾽ ὀλοοῖο θύελλαι.
οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
μὰ στέλνει κι ἄλλην ὁ θεός, λειψές νὰ μὴν τὶς ἔχη.
Θνητοῦ καράβι ἐκείθενε δὲν ἔφυγε, κι ἂν ἦρθε,
μόνε καραβοσάνιδα καὶ ἀνθρώπινά κουφάρια
κυλιοῦνται ἀπὸ τὰ κύματα κι ἀπ' τῆς φωτιᾶς τὴ λύσσα.
Ἕνα μονάχο διάβηκε τῆς θάλασσας καράβι,
70 Ἀργὼ πᾶσι μέλουσα, παρ᾽ Αἰήταο πλέουσα.
καὶ νύ κε τὴν ἔνθ᾽ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
ἀλλ᾽ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
ἡ κοσμολάλητη ἡ Ἀργώ, γυρνώντας ἀπ' τοῦ Αἰήτη-
κι αὐτὴ σὲ βράχους θά 'σπανε τρανούς, χωρὶς τὸ χέρι
τῆς Ἥρας, ποὺ λυπήθηκε τὸν Ἰάσονα ἀπ' ἀγάπη.
  "᾽οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
     Ἀπὸ τὴν ἄλλη, οἱ βράχοι οἱ δυὸ, ποὺ ὁ ἕνας ἀνεβαίνει
στοὺς οὐρανοὺς, κι ἡ σουβλερὴ κορφή του τοὺς ἀγγίζει
75 κυανέη· τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ, οὐδέ ποτ᾽ αἴθρη
κείνου ἔχει κορυφὴν οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρῃ.
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ᾽ ἐπιβαίη,
οὐδ᾽ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
μαύρη τὸν ζώνει συννεφιά, ποὺ πάντα 'ναι ἁπλωμένη,
μηδὲ λαμπρύνει ἡ ξαστεριὰ ποτὲς τὸ μέτωπό του,
μὰ ἂς εἶναι θερισμοῦ καιρός, ἂς εἶναι χινοπώρι.
Ν' ἀνέβη ἐκεῖ ἢ νὰ κατεβῆ θνητὸς δὲ θὰ μποροῦσε
ποτὲς κανένας, κι εἴκοσι χέρια καὶ πόδια ἂν εἶχε·
γιατ' εἶναι ὁ βράχος γλιστερός, σὰν πέτρα λιστρωμένη
80 μέσσῳ δ᾽ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ᾽ Ὀδυσσεῦ.
οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
Καὶ σπήλιο ἀνοίγει σκοτεινὸ μὲς στὴν καρδιὰ τοῦ βράχου,
στὴ Δύση, καὶ πρὸς στὸ Ἔρεβος· καὶ κατακεῖ τὴν πλώρη
τοῦ καραβιοῦ θὰ στρέψετε, περίλαμπρε Ὀδυσσέα,
Μηδὲ πιδέξιος τοξευτὴς μέσ' ἀπὸ τὸ καράβι
ρίχνοντας τὴ σαγίτα του δὲ θά 'φτανε στὸ σπήλιο.
85 ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
γίγνεται, αὐτὴ δ᾽ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ᾽ εἰ θεὸς ἀντιάσειεν.
τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
Κεῖ μέσα ἡ Σκύλλα κατοικεῖ καὶ φοβερὰ γαυγίζει·
ἔχει φωνούλα σκυλακιοῦ νιογέννητου, κι ὡς τόσο
εἶναι κακότροπο θεριό, κι οὔτε θνητὸς κανένας,
κι οὔτε θεὸς θὰ χαίρονταν θωρώντας το ἀντικρύ του.
Ἔχει καὶ πόδια δώδεκα, ποὺ ξέκρεμα εἶναι ὅλα,
90 ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
κι ἕξι θεόμακρους λαιμούς, καὶ στὸν καθένα ἀπάνω
κεφάλι στέκει τρομερὸ μὲ τρεῖς ἀράδες δόντια,
πυκνὰ καὶ σφιχτοκάρφωτα καὶ θάνατο γεμάτα.
Μὲς στὸ βαθὺ τὸ σπήλιο της ὡς τὰ μισὰ χωμένη,
ἀπὸ τὸ μαῦρο βάραθρο τ' ἄγρια κεφάλια βγάζει,
95 αὐτοῦ δ᾽ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
τῇ δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
κι ἐκεῖ ψαρεύει, ψάχνοντας ὁλόγυρα στὸ βράχο,
δελφίνια καὶ σκυλόψαρα κι ἄλλα θαλασσαγρίμια,
ποὺ μύρια ἡ κυματόβροντη τὰ βόσκει ἡ Ἀμφιτρίτη.
Ναύτης δὲν τὸ παινέθηκε πὼς ξέφυγε μὲ πλοῖο
ἀπὸ κεῖ πέρα ἀπείραγος· μὲ κάθε της κεφάλι
100 φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο. ἁρπάει ἀπ' τὸ μαυρόπλωρο καράβι κι ἕναν ἄντρα.
  "᾽τὸν δ᾽ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
τῷ δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
τῷ δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
     Τὸν ἄλλο χαμηλότερο, Ὀδυσσέα, θὰ δῆς τὸ βράχο·
κοντά 'ναι οἱ δυό τους, θά 'φτανε ἡ σαγίτα σου νὰ ρίξης.
Μεγάλος εἶναι ὀρνιὸς ἐκεῖ, μυριόφυλλος, καὶ κάτου
ἡ θεία ἡ Χάρυβδη ρουφάει τὸ μελανὸ τὸ κῦμα.
105 τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ
δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.
ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
Τὴ μέρα τρεῖς φορὲς ξερνάει, καὶ τρεῖς φορὲς ρουφάει·
νὰ μὴ σοῦ τύχη καὶ βρεθῆς τὴν ὥρα ποὺ ρουφήξη,
τὶ δὲ θὰ σὲ ξεγλύτωνε μηδὲ τοῦ κόσμου ὁ σείστης.
Μόν' ζύγωνε τὸ πλοῖο εὐτὺς πρὸς τὴ Σπηλιὰ τῆς Σκύλλας,
καὶ πέρναε, τὶ καλύτερο νὰ κλαῖς ἕξι συντρόφους
110 ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.᾽ τοῦ καραβιοῦ παρὰ ὅλοι τους μαζὶ ν' ἀφανιστοῦνε.”
  "ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
εἰ δ᾽ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ᾽ ἀμυναίμην, ὅτε μοι σίνοιτό γ᾽ ἑταίρους.᾽
     Εἶπε, κι ἐγὼ ἀποκρίθηκα· “Πές μου, ὦ θεά, ἐσὺ τώρα,
τὴ φοβερὴ τὴ Χάρυβδη σὰν πῶς νὰ τήν ξεφύγω,
μὰ καὶ τῆς Σκύλλας τῆς φριχτῆς ν' ἀντισταθῶ, ἂν χουμίξη;”
115 "ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·
᾽σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
ἡ δέ τοι οὐ θνητή, ἀλλ᾽ ἀθάνατον κακόν ἐστι,
δεινόν τ᾽ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
     Εἶπα, κι ἡ σεβαστὴ θεὰ μοῦ ἀπολογιέται ἀμέσως·
“Πάλε, καημένε, βάσανα γυρεύεις καὶ πολέμους·
μὰ μήτε τοὺς ἀθάνατους θεοὺς πιὰ δὲ φοβᾶσαι ;
Αὐτή 'ναι ἀθάνατο κακό, θνητὴ δὲν εἶναι ἡ Σκύλλα·
ἄγρια, φριχτὴ κι ἀμάχητη, Διαφέντεψη δὲν ἔχει
120 οὐδέ τις ἔστ᾽ ἀλκή· φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.
ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
δείδω, μή σ᾽ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
τόσσῃσιν κεφαλῇσι, τόσους δ᾽ ἐκ φῶτας ἕληται.
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
αὐτὴ καμιά, καὶ κάλλιο ἐσὺ νὰ φεύγης ἀπ' ὀμπρός της.
Τὶ ἀνίσως γιὰ ν' ἀρματωθῆς κοντοσταθῆς στὰ βράχια,
φοβοῦμαι μὴν προφτάξη αὐτή, καὶ μ' ἕνα χούμισμά της
ὅσα εἶναι τὰ κεφάλια της, τόσους σοῦ ἁρπάξη ἀνθρώπους.
Μόνε γοργὰ νὰ λάμνετε, καὶ τὴν Κραταιὴ φωνάξτε,
125 μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
ἥ μιν ἔπειτ᾽ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
τὴ μάνα ποὺ τὴ γέννησε γιὰ τὸ κακὸ τοῦ κόσμου,
καὶ θὰ τὴν ἐμποδίση αὐτὴ νὰ μὴν ξαναχουμίξη.
  "Θρινακίην δ᾽ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
βόσκοντ᾽ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ᾽ οἰῶν πώεα καλά,
     Κατόπι στὸ καλὸ νησὶ τῆς Θρινακίας θὰ φτάσης.
Βόδια ἐκεῖ βόσκουνε πολλὰ κι ἀρνιὰ παχιὰ τοῦ Ἥλιου,
ἑφτὰ κοπὲς βοδιῶν, ἑφτὰ καλῶν ἀρνιῶν κοπάδια,
130 πεντήκοντα δ᾽ ἕκαστα. γόνος δ᾽ οὐ γίγνεται αὐτῶν,
οὐδέ ποτε φθινύθουσι. θεαὶ δ᾽ ἐπιποιμένες εἰσίν,
νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
πενήντα καθεμιὰ κοπή, κι αὐτὰ μήτε γεννοῦνε,
καὶ μήτε λιγοστεύουνε· καὶ θεὲς τὰ κυβερνᾶνε,
δυὸ νύφες ὡριοπλέξουδες, Φαέθουσα, Λαμπετία,
τοῦ Ἥλιου τοῦ Ὑπερίονα καὶ τῆς Νεαίρας κόρες.
Ἡ μάνα ποὺ τὶς γέννησε καὶ γλυκοανάθρεψέ τις,
135 Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
ἦ τ᾽ ἂν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,
πὰς στὸ νησὶ τὶς ἔβαλε τῆς Θρινακίας νὰ ζοῦνε,
τὰ γονικά τους πρόβατα καὶ βόδια νὰ φυλάγουν.
[ Αὐτὰ ἂν τ' ἀφήσης ἄβλαβα, καὶ θὲς τὸ γυρισμό σου,
ὅσο πολλὰ κι ἂν πάθετε, πάλε στὸ Θιάκι πᾶτε·
μὰ ἂν τὰ πειράξης, πρόσμενε ξολοθρεμὸ στὸ πλοῖο
140 νηί τε καὶ ἑτάροις· αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.᾽
καὶ στοὺς συντρόφους· ἴδιος σου μπορεῖς νὰ ξεγλυτώσης,
μὰ ἀργὰ θὰ φτάσης κι ἄσκημα, κι ἀπὸ συντρόφους ἔρμος ].”
  "ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
ἡ μὲν ἔπειτ᾽ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
     Αὐτά εἰπε· κι εὐτὺς πρόβαλε ἡ χρυσόθρονη ἡ Αὐγούλα,
καὶ στοῦ νησιοῦ της ἡ θεὰ τραβήχτηκε τὰ μέσα.
Καὶ στὸ καράβι πῆγα ἐγώ, καὶ τῶ συντρόφων εἶπα
145 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
νὰ λύσουν τὰ πρυμόσκοινα, κι ἀπάνω ν' ἀνεβοῦνε.
Κι αὐτοὶ στὸ πλοῖο ἀνέβηκαν, καὶ κάθισαν στοὺς πάγκους,
καὶ τὸν ἀστραφτερὸ γιαλὸ μὲ τὰ κουπιὰ βαροῦσαν.
Καὶ πίσω ἀπ' το μαυρόπλωρο καράβι στέλνει ἡ Κίρκη
ἡ φοβερὴ κι ἡ ὡριόμαλλη κι ἡ ἀνθρωπολαλοῦσα,
150 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
αὐτίκα δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
ἥμεθα· τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
"δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
πρύμο καλὸ καὶ φιλικὸ ποὺ τὰ πανιὰ φουσκῶναν.
Καὶ τ' ἄρμενα σὰ σιάξαμε, καθίσαμε, κι ὁδήγα
ὁ ἀγέρας τὸ καράβι μας μαζὶ μὲ τὸν ποδότη.
Τότε εἶπα μὲ βαρειὰ καρδιὰ στοὺς φίλους μου συντρόφους·
  ᾽ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ᾽ οἴους      “Καλὸ δὲν εἶναι, φίλοι μου, νὰ ξέρη ἕνας μονάχα
155 θέσφαθ᾽ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
ἀλλ᾽ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ λειμῶν᾽ ἀνθεμόεντα.
ἢ δυὸ, τὰ λόγια τὰ ἱερὰ ποὺ μοῦ 'πε ἡ θεία Κίρκη·
μόνε τὰ κρένω καὶ σ' ἐσᾶς, νὰ ξέρουμε ἂν θὰ βροῦμε
ζωή, ἢ ἂν θὰ ξεφύγουμε τὴ μοῖρα τοῦ θανάτου.
Πρῶτα, νὰ φεύγω ἀπ' τὴ φωνὴ τῶ φοβερῶ Σειρήνων
κι ἀπὸ τ' ἀνθολιβάδια τους, παράγγειλε μου ἡ Κίρκη.
160 οἶον ἔμ᾽ ἠνώγει ὄπ᾽ ἀκουέμεν· ἀλλά με δεσμῷ
δήσατ᾽ ἐν ἀργαλέῳ, ὄφρ᾽ ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω.
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
ὑμεῖς δὲ πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι πιέζειν.᾽
Κι ἐγὼ μονάχος, εἶπε μου, ν' ἀκούσω τὴ φωνή τους·
στοῦ καταρτιοῦ τὴ ρίζα ἐσεῖς δέστε με τώρα ὁλόρθο,
καὶ καλοσφίξτε τῶ σκοινιῶν τὶς ἄκρες στὸ κατάρτι,
γερὰ κρατώντας με, κι ἐγὼ σὰ λέω νὰ μὲ ξελύστε,
ἐσεῖς ἀκόμα πιὸ σφιχτὰ νὰ δένετε τοὺς κόμπους.”
165 "ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
αὐτίκ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
     Ἐκεῖ ποὺ αὐτὰ τοὺς ἔλεγα καὶ τοὺς καλοξηγοῦσα,
στῶ δυὸ Σειρήνων τὸ νησὶ τ' ὥριο καράβι φτάνει,
ποὺ ὁ πρύμος τὸ γοργόσπρωχνε. Κι ἀμέσως καταπέφτει
τ' ἀγέρι, κι ἔρχεται λαμπρὴ στὴ θάλασσα γαλήνη,
σὰν κάποιος ν' ἀποκοίμισε θεὸς τὰ κύματά της.
170 ἀνστάντες δ᾽ ἕταροι νεὸς ἱστία μηρύσαντο
καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ᾽ ἐπ᾽ ἐρετμὰ
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
Τότες αὐτοὶ σηκώθηκαν καὶ τὰ πανιὰ διπλῶσαν,
μὲς στὸ καράβι τά 'θεσαν, κι ἀράδα καθισμένοι,
μὲ τὰ καλόξυστα κουπιὰ τὶς θάλασσες ἀσπρίζαν·
Λιανίζω ἐγὼ τροχὸ κερὶ μὲ κοφτερὸ μαχαίρι,
καὶ μὲ τ' ἀντρειωμένα μου τὸ καλοσφίγγω χέρια.
175 αἶψα δ᾽ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
Ἠελίου τ᾽ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ᾽ ἑτάροισιν ἐπ᾽ οὔατα πᾶσιν ἄλειψα.
οἱ δ᾽ ἐν νηί μ᾽ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνῆπτον·
Καὶ τὸ κερὶ τὸ ζέσταινε ἡ μεγάλη δύναμη μου,
κι ὁ Ἥλιος ὁ Ὑπερίονας μὲ τὶς θερμές του ἀχτίδες·
ἀράδα τότες ἔφραξα τ' αὐτιά τους ὁλωνῶνε,
κι ἐκεῖνοι χεροπόδαρα μὲ δέσανε στὸ πλοῖο
ὁλόρθο, καὶ καλόσφιξαν τὶς ἄκρες στὸ κατάρτι·
180 αὐτοὶ δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ᾽ οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ᾽ ἔντυνον ἀοιδήν·
καὶ τὸν ἀστραφτερὸ γιαλὸ μὲ τὰ κουπιὰ βαροῦσαν.
Σὰν ἤρθαμε τόσο κοντὰ ποὺ ἀκούγεται ἂν φωνάξης,
γοργὰ τραβώντας, τό 'νιωσαν αὐτὲς τοῦ καραβιοῦ μας
τὸ διάβα, καὶ μᾶς σύρανε ψιλόφωνο τραγούδι·
  "᾽δεῦρ᾽ ἄγ᾽ ἰών, πολύαιν᾽ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,      “Ἔλα, καμάρι τῶν Ἀχαιῶν, πολύμνητε Ὀδυσσέα,
185 νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
πρίν γ᾽ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,
ἀλλ᾽ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
τὸ πλοῖο σου κράτα, τὴ γλυκειὰ φωνή μας γιὰ ν' ἀκούσης,
Δὲν πέρασε ἀπ' ἐδῶ κανεὶς μὲ μελανὸ καράβι,
χωρὶς ν' ἀκούση ἀπὸ κοντὰ τὸ γλυκολάλημά μας,
παρὰ μισεύει χαίροντας ποὺ ἔμαθε κι ἄλλα ἀκόμα,
τὶ ξέρουμε ὅσα τράβηξαν μὲς στὴν πλατειὰ Τρωάδα
190 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
ἴδμεν δ᾽, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.᾽
καὶ Τρωαδῖτες κι Ἀχαιοί, καθὼς οἱ θεοὶ τὰ ὁρίσαν,
καὶ ξέρουμε ὅσα γίνουνται στὴ γῆς τὴν πολυθρόφα.”
  "ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ᾽ ἀκουέμεναι, λῦσαί τ᾽ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
     Αὐτὰ μᾶς γλυκολάλησαν κι ἐγὼ ὅλο λαχταροῦσα
ν' ἀκούσω, καὶ τοὺς ἔγνεφα τοὺς ἄλλους νὰ μὲ λύσουν·
μὰ ἐκεῖνοι πέσαν στὸ κουπὶ κι ὀμπρὸς γοργοτραβοῦσαν.
195 αὐτίκα δ᾽ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ᾽ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ᾽ ἔτ᾽ ἔπειτα
φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ᾽ ἀοιδῆς,
αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
Κι ὁ Εὐρύλοχος σηκώθηκε μαζὶ κι ὁ Περιμήδης
καὶ μὲ δεσμὰ περσότερα μὲ δέναν καὶ μὲ σφίγγαν.
Καὶ σὰν τὶς προσπεράσαμε, καὶ πιὰ μήτ' ἡ λαλιά τους
καὶ μήτε τὰ τραγούδια τους κοντά μας δὲν ἐρχόνταν,
ἔβγαλαν τότες τὸ κερὶ οἱ ἀγαπημένοι φίλοι,
200 ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽, ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν. ποὺ ἐγὼ στ' αὐτιὰ τοὺς ἄλειψα, κι ἀπ' τὰ δεσμὰ μὲ λῦσαν. 200
  "ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ᾽ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ᾽ ἐρετμά,
βόμβησαν δ᾽ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ᾽ αὐτοῦ
     Μὰ ὅταν ἐκεῖνο τὸ νησὶ τ' ἀφήκαμε πιὰ πίσω,
βλέπω ἕνα κῦμα καὶ καπνὸ, κι ἀχὸ μεγάλο ἀκούγω.
Τρομάξαν ὅλοι, τὰ κουπιὰ τοὺς φύγαν ἀπ' τὰ χέρια,
καὶ στὰ νερὰ βροντήξανε· καὶ στάθη τὸ καράβι,
205 νηῦς, ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
ποὺ δὲν κρατοῦσαν πιὰ κουπιὰ μακριὰ γιὰ νὰ τὸ σπρώξουν.
Κι ἐγὼ στὸ πλοῖο γύριζα, καὶ κάθε σύντροφό μου
ζυγώνοντας, μὲ μαλακὰ τοὺς προσμιλοῦσα λόγια·
  " ᾽ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
     “Ἀδέρφια, ἐμεῖς ἀμάθητοι δὲν εἴμαστε ἀπὸ πάθια·
πάθημα αὐτὸ χειρότερο δὲν εἶναι δὰ ἀπ' ἐκεῖνα
210 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
νῦν δ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
ποὺ ἡ δύναμη τοῦ Κύκλωπα μᾶς ἔδωκε στὸ σπήλιο·
ὅμως καὶ τότε ἡ γνώση μου κι ὁ νοῦς κι ἡ ἀντρειοσύνη
μᾶς γλύτωσαν, καὶ πάντα αὐτὰ θὰ τὰ θυμᾶστε ἐλπίζω.
Ἐλᾶτε τώρα, κι ὅ,τι πῶ νὰ τὸ καλοδεχτοῦμε.
Ἐσεῖς αὐτοῦ μὲ τὰ, κουπιὰ στοὺς πάγκους καθισμένοι,
215 τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώῃ τόνδε γ᾽ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
σοὶ δέ, κυβερνῆθ᾽, ὧδ᾽ ἐπιτέλλομαι· ἀλλ᾽ ἐνὶ θυμῷ
βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
βαρᾶτε τ' ἄγρια κύματα, κι ἴσως τὸ δώση ὁ Δίας
καὶ πάλι τοῦ ξολοθρεμοῦ ξεφύγουμε τὴ μοῖρα.
Κι ἐσὺ, ποδότη, βάλε τὸ στὸ νοῦ σου ὅ,τι προστάζω,
γιατὶ τὸ δοιάκι ἐσὺ κρατᾶς καὶ κυβερνᾶς τὸ πλοῖο.
Ὄξω ἀπὸ κεῖνον τὸν καπνὸ κι ἀπὸ τὸ κῦμα βάστα,
220 νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
κεῖσ᾽ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.᾽
καὶ πρὸς τὸ βράχο ζύγωνε, τὸ πλοῖο νὰ μὴ σοῦ φύγη,
καὶ πάρη δρόμο κατακεῖ, καὶ στὸ χαμὸ μᾶς ρίξης.”
  "ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ᾽ οὐκέτ᾽ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
     Αὐτὰ τοὺς εἶπα, κι ἄκουσαν τὰ λόγια μου ὅλοι τότες.
Μὰ γιὰ τῆς Σκύλλας τὸ κακὸ τ' ἀγιάτρευτο, οὔτε λόγο
δὲν εἶπα, μήπως φοβηθοῦν κι ἀφήσουν τὰ κουπιά τους,
225 εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
λανθανόμην, ἐπεὶ οὔ τί μ᾽ ἀνώγει θωρήσσεσθαι·
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
μάκρ᾽ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
καὶ στὰ βαθιὰ τοῦ καραβιοῦ κατέβουν καὶ κρυφτοῦνε.
Καὶ τότες δὲν τὴν ψήφησα τῆς Κίρκης τὴν ὁρμήνεια,
ποὺ μοῦ ἔλεγε νὰ μὴ φανῶ μὲ τὴν ἀρματωσιά μου,
παρὰ στοῦ πλοίου ἀνέβηκα τὴν πλώρη ἀρματωμένος,
κρατώντας δυὸ στὰ χέρια μου θεόμακρα κοντάρια·
230 πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ᾽ ἑτάροισιν.
οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
τὶ κατακεῖ περίμενα πὼς θὰ πρωτόβγη ἡ Σκύλλα,
τοῦ βράχου τὸ φριχτὸ θεριὸ, ποὺ μοῦ ἔφαγε τοὺς φίλους.
Μὰ δὲν μποροῦσα νὰ τὴ δῶ· τὰ μάτια μου ἀποκάναν
κοιτώντας καὶ ξετάζοντας τοῦ βράχου τὰ σκοτάδια.
  "ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·      Καὶ τὸ στενὸ περνούσαμε μὲ βόγγο καὶ λαχτάρα·
235 ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἦ τοι ὅτ᾽ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
πᾶσ᾽ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ᾽ ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ᾽ ἀμφοτέροισιν ἔπιπτεν·
ἐδῶθε ἡ Σκύλλα, κι ἀντικρὺ τῆς Χάρυβδης τὸ τέρας
ξαναρουφοῦσε τ' ἁρμυρὰ νερὰ τῆς κυματούσας.
Καὶ σὰν τὰ ξέρναε, σὰ βρασμὸς μὲς στὸ πυρὸ καζάνι
γουργούριζε ὅλη ἀνάκατη, κι ἡ ἄχνη ξεπετιόταν
ψηλά, ὡς ἀπάνω στὶς κορφὲς τοῦ ἑνὸς καὶ τοῦ ἄλλου βράχου.
240 ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
πᾶσ᾽ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
Καὶ πάλε τ' ἁρμυρὰ νερὰ σὰν τὰ ξαναρουφοῦσε,
ἀνάκατη ἀπομέσαθε φαινόταν, καὶ βροντοῦσε
ὁ βράχος γύρω φοβερά, καὶ κάτου ἡ γῆς φαινόταν
μαύρη ἀπ' τὸν ἄμμο, κι ἔτρεμαν αὐτοὶ, χλωμοὶ ἀπ' τὸ φόβο.
Κι ἐκεῖ καθὼς κοιτάζαμε, καταστροφὴ φοβώντας,
245 τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ᾽, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
σκεψάμενος δ᾽ ἐς νῆα θοὴν ἅμα καὶ μεθ᾽ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
ὑψόσ᾽ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
μοῦ ἁρπάζει ἡ Σκύλλα ἀπ' τὸ βαθὺ καράβι ἕξι νομάτους,
στὰ χέρια καὶ στὴ δύναμη τὰ πρῶτα παλληκάρια.
Κι ἐγὼ γυρίζοντας νὰ δῶ τοὺς ἄλλους στὸ καράβι,
τὰ χέρια καὶ τὰ πόδια τους ἀπάνωθε ἀγναντεύω,
ποὺ σηκωμένοι ἀνάερα χουγιάζανε μὲ πόνο,
250 ἐξονομακλήδην, τότε γ᾽ ὕστατον, ἀχνύμενοι κῆρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ᾽ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
καὶ μὲ φωνάζανε στερνὴ φορὰ μὲ τ' ὅνομά μου.
Κι ὅπως ψαρὰς μ' ἕνα μακρὺ ραβδὶ ἀπ' τὸν κάβο ρίχνει
στὰ μικρὰ ψάρια δόλωμα, καὶ κέρατο τινάζει
καλοῦ βοδιοῦ στὴ θάλασσα, κι ἅμα πιαστῆ τὸ ψάρι
στὴ γῆς ἀπάνω τὸ πετάει κι ἐκεῖνο σπαρταρίζει,
255 ὣς οἵ γ᾽ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
αὐτοῦ δ᾽ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
πάντων, ὅσσ᾽ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
κι αὐτοὶ ἔτσι σπαρταρίζοντας στὸ βράχο κουβαλιόνταν,
καὶ τὸ θεριὸ τοὺς ἔτρωγε, καὶ ξεφωνίζαν ὅλοι,
σ' ἐμὲ τὰ χέρια ἁπλώνοντας στοῦ χάρου τὸν ἀγώνα.
Ἄλλο πιὸ θλιβερὸ ἀπ' αὐτὸ τὰ μάτια μου δὲν εἶδαν,
ἀπ' ὅλα ποὺ δοκίμασα τὶς θάλασσες περνώντας.
260 "αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Σκύλλην τ᾽, αὐτίκ᾽ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ᾽· ἔνθα δ᾽ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μῆλ᾽ Ὑπερίονος Ἠελίοιο.
δὴ τότ᾽ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
     Κι ἀπ' τὴ φριχτὴ τὴ Χάρυβδη, τὴ Σκύλλα, καὶ τοὺς βράχους
σὰ φύγαμε, στὸ ὁλόχαρο νησί 'ρθαμε τοῦ Ἥλιου,
ποὺ οἱ ὥριες πλατυμέτωπες βοσκοῦσαν ἀγελάδες,
καὶ πρόβατα μαζὶ παχιὰ ποὺ ὁρίζει ὁ θεὸς περίσσια.
Ὄντας ἀκόμα στ' ἀνοιχτὰ γρικοῦσα ἀπ' τὸ καράβι
265 μυκηθμοῦ τ᾽ ἤκουσα βοῶν αὐλιζομενάων
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
Κίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
τὰ βόδια ποὺ μουγκρίζανε κεῖ ποὺ ἦταν μαντρισμένα,
καὶ τῶν προβάτων τὶς φωνές. Κι ἦρθε στὸ νοῦ μου ὁ λόγος
τοῦ Τειρεσία, τοῦ τυφλοῦ προφήτη ἀπὸ τὴ Θήβα,
μὰ καὶ τῆς Κίρκης, ποὺ πολὺ μοῦ σύσταιναν κι οἱ δυό τους
μακριὰ νὰ φεύγω ἀπ' τὸ νησὶ τοῦ Ἥλιου τοῦ φωτοδότη.
270 δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
"᾽κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
ὄφρ᾽ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
Κίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
     Καὶ τότες μὲ βαρειὰ καρδιὰ γυρνῶ καὶ λέω στοὺς φίλους· 270
“Ἀκοῦστε αὐτὸ ποὺ θὰ σᾶς πῶ, πολύπαθοι συντρόφοι.
Νὰ δῆτε τὶ μοῦ μάντεψαν ὁ Τειρεσίας στὸν Ἅδη
κι ἡ θεὰ τῆς Αἴας, ποὺ σοβαρὰ μοῦ σύστησαν κι οἱ δυό τους
μακριὰ νὰ φεύγω ἀπ' τὸ νησὶ τοῦ φωτοδότη τοῦ Ἥλιου,
275 ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.᾽
τὶ φοβερή, λέει, συφορὰ μᾶς περιμένει ἐκεῖθε·
μόνε τραβᾶτε στ' ἀνοιχτὰ τὸ μελανὸ καράβι.”
  "ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
αὐτίκα δ᾽ Εὐρύλοχος στυγερῷ μ᾽ ἠμείβετο μύθῳ·
     Αὐτά εἰπα· καὶ ραγίστηκε ἡ καρδιά τους σὰν τ' ἀκοῦσαν.
Τότες μὲ λόγια ὁ Εὐρύλοχος πικρὰ μοῦ ἀπολογιέται·
  "᾽σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα      “Εἶσαι, Ὀδυσσέα, σκληρόκαρδος· μὲ δύναμη περίσσια,
280 κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
ὅς ῥ᾽ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
ἀλλ᾽ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
ἀκούραστο, ἔχεις τὸ κορμί· κι ἀλήθεια σιδερένιο
πρέπει νὰ σοῦ 'ναι τὸ σκαρί, ποὺ ὁ κόπος κι ἡ ἀγρύπνια
δαμάζει τοὺς συντρόφους σου, κι ἐσὺ δὲν τοὺς ἀφήνεις
στὸ θαλασσόλουστο νησὶ νὰ βγοῦν καὶ νὰ τοιμάσουν
δεῖπνο, νὰ φᾶνε νὰ χαροῦν, παρὰ τὴ μαύρη νύχτα
285 νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
ἐκ νυκτῶν δ᾽ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
μᾶς θὲς νὰ παραδέρνουμε πάνω στ' ἀχνὰ πελάγη,
πέρ' ἀπ' ἐκεῖνο τὸ νησί. Κι ἀπὸ τὶς νύχτες βγαίνουν
πάντα οἱ ἀνέμοι οἱ φοβεροί, τῶν καραβιῶν ὁ τρόμος·
καὶ πῶς μπορῆς τὴ συφορὰ τοῦ χάρου νὰ ξεφύγης,
ἂν ἄξαφνα κακὴ Νοτιὰ γιὰ δύστροπος Πονέντης
290 νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων. σηκώση ἀνεμοστρόβιλο καὶ θαλασσοφουρτούνα,
ποὺ δίχως νὰ ψηφάη θεοὺς τσακίζει τὰ καράβια ;
  ἀλλ᾽ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπον θ᾽ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
ἠῶθεν δ᾽ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.᾽
Μὰ ἂς κάνουμε τὸ θέλημα τῆς μαύρης νύχτας τώρα,
δεῖπνο ἂς τοιμάσουμε κοντὰ στὸ βαθουλὸ καράβι,
καὶ τὴν αὐγὴ τὸ βγάζουμε στὰ διάπλατα πελάγη.”
  "ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.      Αὐτὰ μοῦ λέει ὁ Εὐρύλοχος, κι οἱ ἄλλοι συφωνᾶνε,
295 καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
Τό 'νιωσα τότες πὼς θεὸς γυρεύει τὸ κακό μου,
καὶ μίλησά του κι εἶπα του μὲ λόγια φτερωμένα·
  "Εὐρύλοχ᾽, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
εἴ κέ τιν᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ᾽ οἰῶν
     “Εὐρύλοχε, εἶμαι μόνος μου, κι ἐσεῖς μὲ βιάζετε ὅλοι·
μὰ ἐλᾶτε, κι ὅρκο ἀμώσετε τώρα ὅλοι ἐσεῖς μεγάλο,
πὼς ἂν κοπάδια τύχουμε βοδιῶνε καὶ προβάτων,
300 εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.᾽
δὲ θὰ σᾶς ἔρθη ἀστοχασιὰ νὰ κόψτε ἀρνιὰ καὶ βόδια,
παρὰ ἥσυχοι θὰ χαίρεστε τῆς Κίρκης τὶς προμήθειες.”
  "ὣς ἐφάμην, οἱ δ᾽ αὐτίκ᾽ ἀπώμνυον, ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
     Εἶπα, καὶ μοῦ τ' ὁρκίστηκαν ἐκεῖνο ποὺ ζητοῦσα.
Καὶ στοὺς θεοὺς σὰν ἄμωσαν, καὶ πῆρε ὁ ὅρκος τέλος,
305 στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
ἄγχ᾽ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
τ' ὥριο καράβι ἀράξαμε μὲς στὸ βαθιὸ λιμιώνα,
ποὺ εἶχε κοντὰ γλυκὸ νερό, καὶ βγῆκαν οἱ συντρόφοι
ἔξω στὴ γῆς, καὶ τοίμασαν τὸ δεῖπνο τους πιδέξια.
Κι ἀπὸ φαῒ κι ἀπὸ πιοτὸ σὰ φράνθηκε ἡ καρδιά τους,
θυμήθηκαν καὶ κλάψανε τοὺς δύσμοιρους συντρόφους,
310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
ποὺ ἅρπαξ' ἡ Σκύλλα κι ἔφαγε· κι ἐκεῖ ποὺ ἀκόμα κλαῖγαν, 310
ἥμερος ὕπνος ἔρχεται καὶ τοὺς ἀποκοιμίζει.
  ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
     Στὴν τρίτη βίγλα τῆς νυχτός, τότες ποὺ τ' ἄστρα γέρνουν,
ἀνεμοζάλη σήκωσε ὁ Δίας ὁ συννεφάρης,
κι ἄγρια φουρτούνα ξέσπασε, ποὺ τύλιγε μὲ νέφια
315 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ᾽ οὐρανόθεν νύξ. στεριὲς μαζὶ καὶ πέλαγα, καὶ μαύριζε ὁ αἰθέρας.
  ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
ἔνθα δ᾽ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
     Σὰ φάνη ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
στὸ βαθὺ σπήλιο σύραμε τὸ μελανὸ καράβι·
καὶ χοροστάσια εἶχαν ἐκεῖ κι ἕδρες λαμπρὲς οἱ Νύφες.
Κι ἐγὼ τότες τοὺς σύναξα, καὶ μίλησα τους κι εἶπα·
320 "ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
Ἠελίου, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.᾽
     “Νά καὶ φαγί, νά καὶ πιοτὸ μὲς στὸ καράβι, ὦ φίλοι·
ὥστε ἀπ' τὰ βόδια ἂς λείψουμε, κακὸ νὰ μὴ μᾶς ἔρθη·
γιατὶ εἶναι φοβεροῦ θεοῦ τ' ἀρνιὰ κι οἱ ἀγελάδες,
τοῦ Ἥλιου, ποὺ ἀποπάνωθε τηράει κι ἀκούει τὰ πάντα.”
  "ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.      Αὐτὰ εἶπα, κι ἡ λεβέντικη τὰ δέχτηκε ψυχή τους.
325 μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
"οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
Ὡς τόσο ἀνέπαυος Νοτιὰς φυσοῦσε ὅλο τὸ μήνα,
κι ἀπὸ Σιρόκο καὶ Νοτιὰ καιρὸς δὲ φύσαγε ἄλλος.
Κι ὅσο τὸ στάρι βρίσκονταν καὶ τὸ κρασὶ τὸ μαῦρο,
τὰ βόδια δὲν τ' ἀγγίζανε, φοβώντας τὴ ζωή τους.
Μὰ σὰν ἀρχίσαν οἱ θροφὲς νὰ λείπουνε ἀπ' τ' ἀμπάρι,
330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
κυνήγι νὰ ζητήσουνε γυρίζαν ἀπ' ἀνάγκη,
πιάνοντας ψάρια καὶ πουλιά, κι ὅ,τι ἔβρισκαν ὀμπρός τους,
τὶ ἡ πεῖνα τοὺς τὰ θέριζε τὰ σωθικά. Ἐγὼ τότες
μὲς στὸ νησὶ τραβήχτηκα παράκληση νὰ κάμω,
ἴσως καὶ μοῦ 'δειχνε ὁ θεὸς τοῦ γυρισμοῦ τὸ δρόμο.
335 ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος, ὅθ᾽ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
οἱ δ᾽ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ᾽ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
Σέρνω στὰ μέσα τοῦ νησιοῦ, μακριὰ ἀπὸ τοὺς συντρόφους,
σὲ τόπο νίβω ἀπάνεμο τὰ χέρια, καὶ κατόπι
πρὸς ὅλους τοὺς ἀθάνατους προσεύκουμαι τοῦ Ὀλύμπου·
κι ἐκείνοι στὰ ματόφυλλα γλυκὰ μοῦ χῦσαν ὕπνο.
Τότε ὁ Εὐρύλοχος κακὴ πρωτάρχισε κουβέντα·
340 "᾽κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
λιμῷ δ᾽ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
ἀλλ᾽ ἄγετ᾽, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
     “Ἀκοῦστε, ὦ φίλοι, τὶ θὰ πῶ, πολὺ κι ἂν τυραννιέστε
πικρὸς ὁ κάθε θάνατος τῶν ἄμοιρων ἀνθρώπων,
μὰ ἀπ' ὅλους εἶναι πιὸ φριχτὸς τῆς πείνας νὰ πεθάνης.
Τοῦ Ἥλιου τὶς καλύτερες ἂς πάρουμε ἀγελάδες,
κι ἂς σφάξουμε ἑκατοβοδιὲς στοὺς θεοὺς νὰ μᾶς βοηθήσουν.
345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
νῆ᾽ ἐθέλῃ ὀλέσαι, ἐπὶ δ᾽ ἕσπωνται θεοὶ ἄλλοι,
Κι ἂν φτάσουμε στὴν ποθητὴ πατρίδα μας, τὸ Θιάκι,
τοῦ Ἥλιου τοῦ Ὑπερίονα ναὸ θὰ χτίσουμε ὥριο,
καὶ δῶρα μέσα διαλεχτὰ θὰ βάλουμε περίσσια.
Κι ἂν πάλε τὰ ὀρθοκέρατα σὰ χάση βόδια ὁ Ἥλιος
χολιάση, καὶ νὰ σπάση μας θελήση τὸ καράβι,
350 βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.᾽
κι οἱ ἄλλοι θεοὶ τὸ στέργουνε, κάλλιο στὸ κῦμα ἀπάνω
μιὰ καὶ καλὴ νὰ καταπιῶ νερὸ νὰ ξεψυχήσω,
παρὰ νὰ λυώνω σιγανὰ σ' αὐτὸ τὸ ρημονήσι.”
  "᾽ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
αὐτίκα δ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
     Αὐτὰ τοὺς εἶπε ὁ Εὐρύλοχος, κι ἐκεῖνοι συμφωνοῦσαν.
Καὶ τοῦ Ἥλιου τὶς καλύτερες μαζῶξαν ἀγελάδες
ἐκεῖ σιμά,— δὲ βόσκανε μακριὰ ἀπ' τὸ μαῦρο πλοῖο
355 βοσκέσκονθ᾽ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
οἱ ἀγελάδες οἱ ὄμορφες, λοξὲς καὶ κουτελάτες,—
κι ὁλόγυρά τους ἔλεγαν εὐκὲς τῶν ἀθανάτων,
ἀπό 'να ἰδρὺ ἁψηλόκλωνο χλωρὰ μαδώντας φύλλα,
τὶ ἀσπρουδερὸ δὲν εἴχανε κριθάρι στὸ καράβι.
Καὶ σὰν προσευκηθήκανε, καὶ σφάξανε καὶ γδάραν,
360 μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,
ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
τότες λιανίσαν τὰ μεριά, τὰ τύλιξαν μὲ σκέπη,
τὰ δίπλωσαν κι ἀπὸ παντοῦ κομμάτια ὠμὰ τοὺς θέσαν,
ὅμως κρασὶ δὲν εἴχανε στ' ἅγια σφαχτὰ νὰ χύσουν,
μόνε τοὺς στάξανε νερὸ στὴ φλόγα σὰν ψηνόνταν.
Καὶ σὰν καῆκαν τὰ μεριὰ καὶ γεύτηκαν τὰ σπλάχνα,
365 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν. κόψανε τ' ἄλλα κι ὕστερα τὰ πέρασαν στὴ σούβλα.
  καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
     Τότες ὁ ὕπνος ὁ γλυκὸς τὰ βλέφαρά μου ἀφῆκε,
καὶ στ' ἀκρογιάλι κίνησα πρὸς τὸ γοργὸ καράβι.
Μὰ μόλις στὸ καλόφτιαστο σιμὰ καράβι πῆγα,
ἦρθε τῆς τσίκνας ὁ γλυκὸς καπνὸς ὁλόγυρά μου.
370 οἰμώξας δὲ θεοῖσι μέγ᾽ ἀθανάτοισι γεγώνευν· Καὶ τότες στοὺς ἀθάνατους στενάζοντας φωνάζω·
  "Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
ἦ με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.᾽
     “Δία πατέρα, καὶ θεοὶ μακαριστοὶ κι αἰώνιοι,
σὲ ὕπνο βαρὺ μὲ ρίξατε γιὰ συφορά μου ἀλήθεια,
κι αὐτοὶ ποὺ μείνανε φριχτὴ δουλειὰ μοῦ σοφιστῆκαν.”
  "ὠκέα δ᾽ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε      Κι ἡ Λαμπετὴ ἡ μακρόπεπλη τρέχει μηνάει στὸν Ἥλιο
375 Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
αὐτίκα δ᾽ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
πὼς τὶς καλές του πήγαμε καὶ σφάξαμε ἀγελάδες.
Κι ἐκεῖνος στοὺς ἀθάνατους φωνάζει χολωμένος·
  "Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
     “Δία πατέρα, καὶ θεοὶ μακαριστοὶ κι αἰώνιοι,
τοὺς φίλους γδικιωθῆτε μου τοῦ Ὀδυσσέα, ποὺ πῆγαν
καὶ μὄσφαξαν ἀδιάντροπα τὰ βόδια ποὺ χαιρόμουν
380 χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτραποίμην.
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ᾽ ἀμοιβήν,
δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.᾽
νὰ τὰ θωρῶ ἀνεβαίνοντας τὸν οὐρανὸ μὲ τ' ἄστρα,
καὶ σὰ γυρνοῦσα πρὸς τὴ γῆς ἀπ' τ' οὐρανοῦ τὰ ὕψη.
Κι ἂν πλερωμὴ πρεπούμενη δὲ δώσουνε, θὰ φύγω
κάτου στὸν Ἅδη, στοὺς νεκροὺς τὸ φῶς μου νὰ χαρίζω.”
  "τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·      Κι ὁ Δίας τοῦ ἀποκρένεται ὁ συννεφομαζώχτης·
385 "Ἠέλι᾽, ἦ τοι μὲν σὺ μετ᾽ ἀθανάτοισι φάεινε
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
     “Τὸ φῶς σου στοὺς ἀθάνατους χύνε ἐσὺ τώρα, ὦ Ἥλιε,
καὶ στοὺς θνητοὺς ποὺ κατοικοῦν τὴ γῆς τὴν τροφοδότρα,
καὶ μὲ τ' ἀστροπελέκι μου, στὴ μέση τοῦ πελάγου,
θὰ τοὺς τὸ σκίσω ἐγὼ στὰ δυὸ τὸ γοργοκάραβὀ τους.”
  "ταῦτα δ᾽ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·      Τ' ἄκουσ' αὐτὰ ἀπ' τὴν Καλυψὼ τὴν ὀμορφομαλλοῦσα,
390 ἡ δ᾽ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. ποὺ ἀπ' τὸν Ἑρμῆ τὸ μηνυτὴ μοῦ εἶπε πὼς τά 'χε ἀκούσει. 390
  "αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, βόες δ᾽ ἀποτέθνασαν ἤδη.
τοῖσιν δ᾽ αὐτίκ᾽ ἔπειτα θεοὶ τέραα προύφαινον·
     Καὶ στὸ γιαλὸ σὰν ἔφτασα καὶ πῆγα στὸ καράβι,
τοὺς πῆρα καὶ τοὺς μάλωσα χώρια καθέναν, κι ὅμως
γιατρειὰ δὲ βρίσκαμε καμιά· νεκρὲς πιὰ οἱ ἀγελάδες.
Κατόπι μᾶς φανέρωσαν οἱ ἀθάνατοι σημάδια·
395 εἷρπον μὲν ῥινοί, κρέα δ᾽ ἀμφ᾽ ὀβελοῖσι μεμύκει,
ὀπταλέα τε καὶ ὠμά, βοῶν δ᾽ ὣς γίγνετο φωνή.
πετσιὰ σερνόνταν, κρέατα μουγγρίζανε ἀπ' τὶς σοῦβλες,
ψητὰ κι ὠμὰ, κι ἀκούγαμε μουκανητὰ βοδιῶνε.
  "ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
δαίνυντ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
     Ἕξι μερόνυχτα ἔτρωγαν οἱ βλάμηδες συντρόφοι
τοῦ Ἥλιου τὰ πιὸ διαλεχτὰ ποὺ εἶχαν ἁρπάξει βόδια·
σὰν ἔφερε τοῦ Κρόνου ὁ γιὸς τὴν ἕβδομη τὴ μέρα,
400 καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμεῖς δ᾽ αἶψ᾽ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
ἱστὸν στησάμενοι ἀνά θ᾽ ἱστία λεύκ᾽ ἐρύσαντες.
ἔπεσε τότε ὁ ἄνεμος, σιγάνεψε ἡ φουρτούνα·
κι ἐμεῖς στὸ πλοῖο ποὺ μπήκαμε, τὸ βγάλαμε πελάγου,
καὶ τὸ κατάρτι στήσαμε, μ' ἄσπρα πανιὰ ἁπλωμένα.
  "ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
     Μὰ τὸ νησὶ ἅμ' ἀφήσαμε, κι ἄλλη στεριὰ τριγύρω
δὲ φαίνονταν, παρὰ οὐρανὸς καὶ θάλασσα παντοῦθε,
405 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
ἡ δ᾽ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
ἱστοῦ δὲ προτόνους ἔρρηξ᾽ ἀνέμοιο θύελλα
σύννεφο μαῦρο ἀπάνω μας τοῦ Κρόνου ὁ γιὸς ἁπλώνει,
ποὺ θεοσκότεινα ἔγιναν τὰ πέλαγα ἀποκάτου.
Πολλὴ ὥρα δὲν ἀρμένισε ἀπὸ τότες τὸ καράβι·
τ' ἦρθε Πονέντης ἄξαφνος μ' ἄγρια μαζὶ φουρτούνα,
κι ἔσπασε ὁ σίφουνας τὰ δυὸ τὰ ξάρτια στὸ κατάρτι·
410 ἀμφοτέρους· ἱστὸς δ᾽ ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ᾽. ὁ δ᾽ ἄρα πρυμνῇ ἐνὶ νηὶ
πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ᾽ ὀστέ᾽ ἄραξε
πάντ᾽ ἄμυδις κεφαλῆς· ὁ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀπ᾽ ἰκριόφιν, λίπε δ᾽ ὀστέα θυμὸς ἀγήνωρ.
κι ἐπεσε πρὸς τὰ πίσω αὐτό, καὶ τ' ἄρμενα στ' ἀμπάρι· ^
καὶ τὸ κατάρτι πέφτοντας στὴν πρύμη τὸν ποδότη
πὰς στὸ κεφάλι χτύπησε· λυῶμα τὰ καύκαλά του,
κι αὐτὸς ἀπὸ τὸ κάσαρο σὰ βουτηχτὴς γκρεμίστη,
καὶ πέταξε ἀπ' τὰ κόκκαλα ἡ λεβέντικη ψυχή του.
415 Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο, πέσον δ᾽ ἐκ νηὸς ἑταῖροι.
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς δ᾽ ἀποαίνυτο νόστον.
Τότες ὁ Δίας βρόντηξε, καὶ μὲ τ' ἀστροπελέκι
χτυπάει τὸ πλοῖο, κι ὁλόβολο τ' ἀναποδογυρίζει,
γεμάτο θειάφι· πέφτουνε στὴ θάλασσα οἱ συντρόφοι,
γύρω στὸ μαυροκάραβο γυρνώντας σὰν κουροῦνες,
καὶ χέρι θεοῦ τοὺς ἔκοβε τοῦ γυρισμοῦ τὴ γλύκα.
420 αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ᾽ ἀπὸ τοίχους
λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ᾽ αὐτῷ
ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
     Ὡς τόσο ἐγὼ βαστιόμουνα μὲς στὸ καράβι, ὡσότου
ἀπ' τὴν καρίνα τὰ πλευρὰ ξεκάρφωσε ἡ φουρτούνα,
κι ἔτσι γυμνὴ τὴν ἔσερνε τὸ κῦμα· τὸ κατάρτι
σπασμένο χτύπαγε σ' αὐτή· μ' ἀπάνω του μαντάρι
φτιαγμένο ἀπὸ βοδόπετσο κρατοῦσε περασμένο.
425 τῷ ῥ᾽ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
ἑζόμενος δ᾽ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
Μ' αὐτὸ συνέδεσα τὰ δυὸ, καρίνα καὶ κατάρτι,
κάθισ' ἀπάνω κι οἱ ἄνεμοι μὲ πῆραν οἱ ὀργισμένοι.
  "ἔνθ᾽ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἦλθε δ᾽ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
ὄφρ᾽ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
παννύχιος φερόμην, ἅμα δ᾽ ἠελίῳ ἀνιόντι
     Ἡ ἄγρια τότες ἔπαψε φουρτούνα τοῦ Πονέντη,
κι ἦρθε καὶ φύσηξε Νοτιάς, σὲ πάθια νὰ μὲ ρίξη,
στὴν τρομερὴ τὴ Χάρυβδη καὶ πάλε ν' ἀρμενίσω.
Ὁλονυχτὶς δερνόμουνα, καὶ σάνε φάνη ὁ Ἥλιος
430 ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς,
τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ᾽ ἐπιβῆναι·
στὴ μαύρη Χάρυβδη ἔφτασα καὶ στὸν γκρεμὸ τῆς Σκύλλας.
Καθὼς ρουφοῦσε ἡ Χάρυβδη τῆς θάλασσας τὴν ἅρμη,
ἐγὼ κατὰ τὸν ἁψηλὸ τοῦ βράχου ὀρνιὸ πετιέμαι,
καὶ τὸ κορμί μου κόλλησε σὰ νυχτερίδα ἀπάνω.
Δὲν εἶχα ποῦ τὸ πόδι μου νὰ βάλω νὰ πατήσω,
435 ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ᾽ ἔσαν ὄζοι,
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
νωλεμέως δ᾽ ἐχόμην, ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
ὄψ᾽· ἦμος δ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
τὶ οἱ ρίζες ἤτανε μακριά, καὶ τὰ τρανὰ κλωνιά του
ἁπλώνονταν ἀνάερα τὴ Χάρυβδη νὰ ἰσκιώσουν.
Ἐκεῖ γερὰ κρατιόμουνα, προσμένοντας τὸ τέρας
νὰ μοῦ ξεράση στὰ νερὰ καρίνα καὶ κατάρτι.
Ἀργὰ πολὺ φανήκανε, σὰ μ' ἔφαγε ἡ λαχτάρα·
440 κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
ἧκα δ᾽ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
μέσσῳ δ᾽ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
ἑζόμενος δ᾽ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
μόλις τὴν ὥρα ποὺ κριτὴς σηκώνεται γιὰ δεῖπνο,
ἀφοῦ τὶς διαφορὲς πολλῶν ἀνθρώπων καθαρίση,
πομέσα ἀπὸ τὴ Χάρυβδη ξεπρόβαλαν τὰ ξύλα.
Χέρια καὶ πόδια λεύτερα τότες ἀφήνω ἀμέσως,
μέσα στὸ κῦμα βρόντηξα, παρόξω ἀπὸ τὰ ξύλα,
445 Σκύλλην δ᾽ οὐκέτ᾽ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
καθίζω, καὶ τὰ χέρια μου κάνω κουπιὰ καὶ λάμνω.
Ὅμως τὴ Σκύλλα πιὰ νὰ δῶ δὲν ἄφησε ὁ πατέρας
τῶν θεῶν κι ἀνθρώπων· εἰδεμή, κι ἐγὼ θ' ἀφανιζόμουν.
  "ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
     Μέρες ἐννιὰ πλανιόμουνα· τὴ δέκατη τὴ νύχτα
στὴν Ὠγυγία μὲ φέρανε οἱ θεοὶ, ποὺ λημεριάζει
ἡ Καλυψὼ ἡ ὡριόμαλλη κι ἡ φοβερὴ θεούλα.
450 ἥ μ᾽ ἐφίλει τ᾽ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν."
Μ' ἀγάπαε καὶ μὲ νοιάζονταν. Τί νὰ τὰ ξαναλέγω ;
Ἐχτὲς μὲς στὸ παλάτι σου κι ἐσὲ καὶ τῆς κυρᾶς σου,
σᾶς τὰ διηγήθηκα ὅλ' αὐτά· καὶ δὲ μ' ἀρέσει ἐκεῖνα
ποὺ καθαρὰ ἀνιστόρησα, νὰ τὰ διηγέμαι πάλε.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001