<< Ραψωδία ο | [ Εἰσαγωγή ] | Ραψωδία ρ >> |
τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ, κηαμένω πῦρ, ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι· Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, |
Καὶ στὸ καλύβι ὁ πάγκαλος βοσκὸς μὲ τὸ Δυσσέα, ἀνάψαν τὴν αὐγὴ φωτιὰ καὶ τὸ φαῒ τοιμάζαν, καὶ στεῖλαν ὄξω τοὺς πιστοὺς μαζὶ μὲ τὰ κοπάδια. Κι οἱ σκύλοι στὸν Τηλέμαχο ποὺ ἐρχόταν, τὴν οὐρά τους |
|
5 | οὐδ᾽ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν. αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· |
σαλεῦαν καὶ δὲ γαύγιζαν· τοὺς νιώθει ὁ Ὀδυσσέας, ἀκούει τὸ ποδοβολητό, καὶ λέει εὐτὺς τοῦ γέρου· |
"Εὔμαι᾽, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, |
“Κάποιος ἐδῶ θὰ σοῦ 'ρχεται, καλέ μου, σύντροφός σου, ἢ κι ἄλλος γνώριμος, ἀφοῦ δὲν ἀλυχτοῦνε οἱ σκύλοι, |
|
10 | ἀλλὰ περισσαίνουσι· ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω." | μόν' ὅλο σειοῦνε τὴν οὐρὰ· καὶ πόδια ἀνθρώπου ἀκούγω.” |
οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δ᾽ ἀνόρουσε συβώτης, ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, κιρνὰς αἴθοπα οἶνον. ὁ δ᾽ ἀντίος ἦλθεν ἄνακτος, |
Tὸ λόγο δὲν ἀπόσωσε, κι ὁ ἀκριβογιός του φάνη, καὶ στάθηκε στὰ ξώθυρα· ξαφνίζεται ὁ γερούλης, ἀναπηδάει, καὶ τοῦ 'πεσαν ἀπὸ τὰ χέρια οἱ κοῦπες, ποὺ τὸ φλογάτο μέσα τους καλόσμιγε κρασί του· κι ἔτρεξε, βρέθηκε ὀμπροστὰ στὸν ἀκριβό του ἀφέντη, |
|
15 | κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τ᾽ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ ἐλθόντ᾽ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἔπ᾽ ἄλγεα πολλὰ μογήσῃ, |
τοῦ φίλησε τὴν κεφαλή, τὰ δυὸ λαμπρά του μάτια, τὰ δυό του χέρια, κι ἔχυσε δάκρυο μαργαριτάρι. Καὶ σὰν ποὺ τρυφερόκαρδος γονιὸς παιδὶ ἀγκαλιάζει, σὰν ἔρχετ' ἀπ' τᾶ μακρινά, ποὺ ἔλειπε χρόνους δέκα, κι ἦταν στερνὸ καὶ μοναχό, καὶ τοῦ 'καιγε τὰ σπλάχνα, |
20 | ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα· καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· |
ἔτσι ὁ καλὸς χοιροβοσκὸς τὸ θεόμοιαστό του ἀφέντη στὴν ἀγκαλιά του σφίγγοντας, γλυκὰ τόνε φιλοῦσε, τὸ χάρο σὰ νὰ ξέφυγε, καὶ τοῦ 'λεγε θρηνώντας· |
"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε. |
“Τηλέμαχε, γλυκό μου φῶς, ἦρθες, κι ἐγὼ δὲ θάρριουν πὼς θὰ σὲ δῶ, σὰν κίνησες στὴν Πύλο μὲ καράβι. |
|
25 | ἀλλ᾽ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ᾽ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ, ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον." |
Ἔμπα, παιδάκι μου ἀκριβό, νὰ σὲ χαρῆ ἡ ψυχή μου, θωρώντας σε ἀπ' τὰ μακρινὰ κοντά μας νιοφερμένο· τὶ στὴν ξοχὴ δὲν ἔρχεσαι συχνὰ καὶ στοὺς βοσκούς σου, μόνε στὴ χώρα κάθεσαι, κι αὐτὸ ποθεῖ ἡ καρδιά σου, νὰ βλέπης πάντα τοὺς κακοὺς μνηστῆρες μαζεμένους.” |
30 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ἔσσεται οὕτως, ἄττα· σέθεν δ᾽ ἕνεκ᾽ ἐνθάδ᾽ ἱκάνω, ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, ἤ μοι ἔτ᾽ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ |
Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπάντησε του κι εἶπε· “Μετὰ χαρᾶς, κυρούλη μου, γιὰ σένα ἦρθα δῶ πέρα, νὰ δῶ σε μὲ τὰ μάτια μου, τὸ τί θὰ πῆς ν' ἀκούσω, στὸν πύργο ἂ μνήσκη ἡ μάνα μου, ἢ κάποιος ἂν τὴν πῆρε ἀπ' τοὺς ἡρώους, κι ἔμεινε τοῦ Ὀδυσσέα ἡ κλίνη |
35 | χήτει ἐνευναίων κάκ᾽ ἀράχνια κεῖται ἔχουσα." | ἔρμη ἀπὸ στρώματα μαθὲς καὶ καταραχνιασμένη.” |
τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· "καὶ λίην κείνη γε μένει τετληότι θυμῷ σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ." |
Κι ὁ πρῶτος τῶ χοιροβοσκῶν τοῦ λάλησε καὶ τοῦ εἶπε· “Κάθετ' ἀκόμα ἡ μάνα σου μ' ἁπομονὴ περίσσια μὲς στ' ἁψηλὰ παλάτια σου, ποὺ μαῦρα μερονύχτια ἔρχουνται πάντα καὶ περνοῦν, κι αὐτὴ ὅλο χύνει δάκρυα.” |
|
40 | ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. τῷ δ᾽ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς· Τηλέμαχος δ᾽ ἑτέρωθεν ἐρήτυε φώνησέν τε· "ἧσ᾽, ὦ ξεῖν᾽· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην |
Καὶ πῆρε ἀπὸ τὸ χέρι του τὸ χάλκινο κοντάρι· καὶ μπῆκε αὐτὸς καὶ πέρασε τὸ πέτρινο κατώφλι. Τότ' ὁ Δυσσέας σηκώνεται, τὸ κάθισμά του δίνει, μὰ ἐκεῖνος δὲν τὸν ἄφηνε, καὶ τοῦ εἶπε· “Κάθου, ὦ ξένε, μέσα στὸ σπίτι μας ἐμεῖς θὰ βροῦμε κι ἄλλον τόπο, |
45 | σταθμῷ ἐν ἡμετέρῳ· πάρα δ᾽ ἀνὴρ ὃς καταθήσει." | κι ἐδῶ 'ναι κεῖνος ποὺ μπορεῖ νὰ μᾶς τὸν προμηθέψη.” |
ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο· τῷ δὲ συβώτης. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· ἔνθα καθέζετ᾽ ἔπειτα Ὀδυσσῆος φίλος υἱός. τοῖσιν δ᾽ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης |
Εἶπε· καὶ ξαναγύρισε καὶ κάθισε ὁ Δυσσέας. Καὶ στρώνει ὁ Εὔμαιος κλωνιά, ρίχτει προβιὰ ἀποπάνω, κι ἐκεῖ ὁ ἀγαπημένος γιὸς τοῦ Ὀδυσσέα καθίζει. Τότες πινάκια κρέατα ψητὰ τοὺς παραθέτει |
|
50 | ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, σῖτον δ᾽ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
ὁ Εὔμαιος ὁ χοιροβοσκός, ποὺ ἀποβραδὶς τοῦ μεῖναν. Καὶ βιαστικὰ σὰ σώριασε ψωμὶ μὲς στὰ πανέρια, καὶ γλυκουλὸ καλόσμιξε κρασὶ μὲς στὸ καρδάρι, πῆγε κι ἀγνάντια κάθισε τοῦ θεϊκοῦ Ὀδυσσέα. Τὰ χέρια τότες ἅπλωναν στὰ φαγητὰ ὀμπροστά τους. |
55 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν· |
Κι ἀπὸ φαῒ κι ἀπὸ πιοτὸ σὰ φράνθηκε ἡ καρδιά τους, τοῦ ἄξιου μίλησε βοσκοῦ ὁ Τηλέμαχος, καὶ τοῦ εἶπε· |
"ἄττα, πόθεν τοι ξεῖνος ὅδ᾽ ἵκετο; πῶς δέ ἑ ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι." |
“Κυρούλη, πούθενε ἔρχεται δωπέρα αὐτὸς ὁ ξένος; οἱ ναῦτες πῶς τὸν φέρανε στὸ Θιάκι; ποιοί παινιένται πὼς εἶναι ; τί θαρρῶ πεζὸς ἐδῶ δὲ μᾶς ὁρίζει.” |
|
60 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· "τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων. |
Κι ἐσύ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες· “Τὴν πᾶσα ἀλήθεια, τέκνο μου, θ' ἀκούσης ἀπὸ μένα· ἀπ' τὴν πλατύχωρη κρατάει ἡ φύτρα του τὴν Κρήτη, καὶ λέει πὼς σὲ πολλὲς θνητῶν πλανήθηκε αὐτὸς χῶρες γυρνώντας· ἔτσι ἡ μοῖρα του τὸ θέλησε· καὶ τώρα |
65 | νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω· ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι." |
ἀπὸ καράβι Θεσπρωτῶν πάλε ἔφυγε, καὶ φάνη μὲς στὸ καλύβι μου· κι ἐγὼ τὸν παραδίνω ἐσένα. Πρᾶξε ὅπως βούλεσαι καὶ θές· ἱκέτη σου τὸν ἔχεις.” |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "Εὔμαι᾽, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· |
Κι ὁ γνωστικὸς Τηλέμαχος τοῦ ἀπολογήθη κι εἶπε· “Ἀλλοίς, καὶ τί καρδιόπονο μοῦ φέρνει αὐτός σου ὁ λόγος· |
|
70 | πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· μητρὶ δ᾽ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρ᾽ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, |
καὶ πῶς νὰ τὸν ἀποδεχτῶ τὸν ξένο ἐγὼ στὸ σπίτι, ποὺ νέος ὄντας δύναμη στὸ χέρι μου δὲ νιώθω, μπρὸς σ' ἄντρα νὰ διαφεντευτῶ ποὺ θἀ μὲ βρίση πρῶτος· τῆς μάνας πάλε, μέσα της ὁ νοῦς της ἀναδεύει, τάχα τὴν κλίνη νὰ ντραπῆ τοῦ ἀντρός της καὶ τὸν κόσμο, |
75 | εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. ἀλλ᾽ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, |
κι ἔτσι μαζί μου μνήσκοντας νὰ κυβερνάη τὸ σπίτι, γιά ἀπ' τοὺς μνηστῆρες Ἀχαιοὺς ν' ἀκολουθήση ἐκεῖνον, ποὺ τῆς φανῆ ὁ καλύτερος, καὶ φέρη πλέρια δῶρα. Ὅμως τὸν ξένο τώρα αὐτόν, στὸ σπίτι σου μιὰς κι ἦρθε, θὰ τόνε ντύσω μὲ λαμπρὸ χιτώνα καὶ χλαμύδα, |
80 | δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει. εἰ δ᾽ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας· εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους. |
σπαθί μου θά 'χη δίκοπο, καὶ σάνταλα στὰ πόδια, θὰ τόνε στείλω ὅπου ἡ καρδιὰ κι ὁ νοῦς του ἀποθυμήση. Κάλλιο ἐσὺ κράτα τον ἂν θὲς ἐδῶ, καὶ φίλεψέ τον, κι ἐγὼ σοῦ στέλνω τὰ σκουτια καὶ τὶς προμήθειες ὅλες, νὰ μὴ σᾶς γίνεται ζημιὰ κι ἐσένα καὶ τῶν ἄλλων. |
85 | κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι· μή μιν κερτομέωσιν, ἐμοὶ δ᾽ ἄχος ἔσσεται αἰνόν. πρῆξαι δ᾽ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι." |
Δὲν τὸν ἀφήνω ἐγὼ νὰ ρθῆ κειπέρα στοὺς μνηστῆρες, πὄχουνε τόση ἀποκοτιὰ κι ἀδιαντροπιὰ καὶ κάκια· μὴν τὸν πειράξουν, κι ὕστερα καημὸ πολὺ θὰ τό 'χω. Στὸν ἄντρα ποὺ χτυπάει πολλούς, μὰ ἂς εἶν' κι ἀντρειωμένος, δύσκολη ἡ νίκη, τὶ πολὺ πιὸ δυνατοί 'ναι ἐκεῖνοι.” |
90 | τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· "ὦ φίλ᾽, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, ἦ μάλα μευ καταδάπτετ᾽ ἀκούοντος φίλον ἦτορ, οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος. |
Τότες τοῦ λάλησε ὁ τρανός, πολύπαθος Δυσσέας· “Φίλε, ποὺ τώρα γίνεται κι ἐγὼ νὰ σοῦ μιλήσω, πόσο ἡ καρδιά μου σκίζεται, ν' ἀκούγω τὰ ὅσα λέτε, πὼς ἀνομιὲς σοφίζουνται στοὺς πύργους σου οἱ μνηστῆρες, μ' ὅλο ποὺ τέτοιος φαίνεσαι λεβέντης. Πές μου τώρα, |
95 | εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ᾽ ἐπὶ θυμῷ, |
νὰ τυραννιέσαι τάχα θές, ἢ σοῦ 'χει ὁ λαός σου μῖσος μέσα στὸ δῆμο, τὴ φωνὴ κάποιου θεοῦ ἀκλουθώντας ; Ἢ τάχα φταῖν τ' ἀδέρφια σου, ποὺ αὐτοὶ σὰ σηκωθοῦνε, καὶ μάχη ἂ γίνη φοβερή, μᾶς φέρνουν πάντα θάρρος. Ὠχοῦ, καὶ νιὸς ἂν ἤμουνα μὲ τὴν καρδιά μου ἐδαύτη, |
100 | ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· | ἢ τοῦ λαμπροῦ Ὀδυσσέα γιός, ἢ κι ἴδιος ὁ Ὀδυσσέας |
[ ἀπὸ τὰ ξένα φτάνοντας, κι ἐλπίδα μένει ἀκόμα ], | ||
102 | αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. |
θά 'θελα ὀχτρὸς νὰ μού 'κοβε τὴν κεφαλή μου ἐμένα, ἂ δὲν τοὺς ἔφερνα κακὸ μεγάλο ἐκείνους ὅλους, μὲς στὰ παλάτια μπαίνοντας τοῦ γόνου τοῦ Λαέρτη. |
105 | εἰ δ᾽ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ᾽ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, |
Κι ἂν μὲ τὰ πλήθια τους αὐτοὶ τὸ μοναχὸν ἐμένα μὲ δάμαζαν, ἂς ἔπεφτα κάλλιο νεκρὸς στὸν πύργο, παρὰ νὰ βλέπω ἀδιάκοπα τέτοια ἔργα ντροπιασμένα, τοὺς ξένους νὰ τοὺς βρίζουνε, μὰ καὶ τὶς παρακόρες ἀδιάντροπα νὰ σέρνουνε μὲς στὰ λαμπρὰ παλάτια, |
110 | καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ." |
κρασὶ περίσσιο νὰ τραβοῦν καὶ τὶς θροφὲς νὰ τρῶνε, κι ὅλα τοῦ κάκου, ἀνώφελα, γιὰ ἔργο ποὺ δὲ θὰ γίνη.” |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, |
Κι ὁ γνωστικὸς Τηλέμαχος τοῦ ἀπολογήθη κι εἶπε· “Γι' αὐτὰ ὅλα ἐγὼ ξάστερα θὰ σοῦ μιλήσω, ὦ ξένε· μήτ' ὁ λαὸς γιὰ μένανε δὲν ἔχει μῖσος κι ἔχτρα, |
|
115 | οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς |
καὶ μήτ' ἀδέρφια δὲ μοῦ φταῖν, ποὺ αὐτοὶ σὰ σηκωθοῦνε, καὶ μάχη ἂ γίνη φοβερή, μᾶς φέρνουν πάντα θάρρος. Νά, πῶς ὁ Δίας μᾶς ἔκαμε μονόκληρο τὸ γένος· μοναχογιὸ τὸν γέννησε ὁ Ἀρκείσιος τὸ Λαέρτη· τὸν Ὀδυσσέα μοναχογιὸ τὸν εἶχε κι ὁ Λαέρτης· |
120 | μοῦνον ἔμ᾽ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο. | καὶ πάλε ὁ Ὀδυσσέας ἐμὲ μοναχοπαίδι μὲ εἶχε, καὶ στὸ παλάτι μ' ἄφησε, καὶ δὲ μὲ καλοχάρη. |
τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσ᾽ ἐνὶ οἴκῳ. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, |
Καὶ τώρα ὀχτροὶ κακόβουλοι μᾶς γέμισαν τὸ σπίτι· γιατὶ ὅσοι γύρω στὰ νησιὰ πρωτοστατοῦν ἀρχόντοι, Δουλίχι, Σάμη, Ζάκυθο μὲ τὰ δασὰ τὰ δέντρα, κι ὅσοι στὸ βραχορίζωτο τὸ Θιάκι ἐδῶ ἀρχοντεύουν, |
|
125 | τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· |
ὅλοι ζητοῦν τὴν μάνα μου καὶ μοῦ χαλνοῦν τὸ βιός μου. Κι ἐκείνη μήτε ἀρνιέται τους γάμο φριχτό, καὶ μήτε τέλος νὰ δώση δύνεται· κι ὁλοένα αὐτοὶ τὸ σπίτι μοῦ καταλοῦνε· γλήγορα κι ἐμένα θὰ μὲ φᾶνε. Στὰ χέρια ὡς τόσο τῶν θεῶν ἂς μείνουν ὅλα ἐτοῦτα· |
130 | ἄττα, σὺ δ᾽ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, οἴῃ ἀπαγγείλας· τῶν δ᾽ ἄλλων μή τις Ἀχαιῶν πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται." |
τρέξε, κυρούλη, τώρα ἐσύ, καὶ πὲς τῆς Πηνελόπης τῆς φρόνιμης, πὼς ἔφτασα γερὸς ἀπὸ τήν Πύλο. Ἐγὼ θὰ μείνω ἐδῶ, κι ἐσὺ τὸ μήνυμα σὰ δώσης μόνο σ' αὐτή, γύρισε ἐδῶ· ὅμως Ἀχαιὸς κανένας νὰ μὴν τὸ μάθη, τὶ πολλοὶ γυρεύουν τὸ κακό μου.” |
135 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· "γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγ᾽ ἀχεύων |
Κι ἐσύ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες· “Ξέρω καὶ νιώθω· τό 'χα ἐγὼ στὸ νοῦ μου ὅ,τι προστάζεις. Μὰ πές μου πάλε ξάστερα καὶ ξήγα μου κι ἐτοῦτο· νὰ πάω μαθὲς μαντάτορας ἂν πρέπη καὶ τοῦ Λαέρτη τοῦ δόλιου, ποὺ τὸν ἔτρωγε τοῦ γιοῦ του ὡς τώρα ὁ πόνος, |
140 | ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ δμώων τ᾽ ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθ᾽, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι· αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε |
κι ὡς τόσο κοίταε χτήματα, τρωγόπινε στὸ σπίτι μὲ παραγιοὺς κάθε φορὰ πού τό 'θελε ἡ καρδιά του· μὰ τώρα ποὺ ὡς τὴν Πύλο ἐσὺ μὲ τὸ καράβι βγῆκες, δὲν τρώγει μήτε πίνει πιά, μήτε κοιτάζει χτῆμα, μόν' κάθεται καὶ δέρνεται καὶ βαριαναστενάζει, |
145 | ἧσται ὀδυρόμενος, φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς." | καὶ λυώνουν ὅλο οἱ σάρκες του στὰ κόκκαλά του γύρω.” |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ἄλγιον, ἀλλ᾽ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ. |
Κι ὁ γνωστικὸς Τηλέμαχος τοῦ ἀπολογήθη κι εἶπε· “Κι ὅμως θὰ τὸν ἀφήσουμε, κι ἂς θλίβεται ἡ ψυχή μας· ἂν ἦταν ὅλα στῶν θνητῶν τὸ χέρι, πρῶτα πρῶτα γιὰ τὸ γονιὸ θὰ ὁρίζαμε τοῦ γυρισμοῦ τὴ μέρα. |
|
150 | ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ᾽ ἀγροὺς πλάζεσθαι μετ᾽ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι." |
Μὰ κάλλιο γύρνα ἐδῶ σὰν πῆς τὸ μήνυμα τῆς μάνας, καὶ μὴν πλανιέσαι σὲ ξοχὲς γιὰ νὰ τὸν ἀνταμώσης· πὲς μοναχὰ τῆς μάνας μου νὰ στείλη παρακόρη κρυφὰ στὸ γέρο γλήγορα, τὸ μήνυμα νὰ δώση.” |
ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δ᾽ εἵλετο χερσὶ πέδιλα, | Σηκώθη τότε ὁ Εὔμαιος, τὰ σάνταλά τοῦ πῆρε, | |
155 | δησάμενος δ᾽ ὑπὸ ποσσὶ πόλινδ᾽ ἴεν. οὐδ᾽ ἄρ᾽ Ἀθήνην λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, ἀλλ᾽ ἥ γε σχεδὸν ἦλθε· δέμας δ᾽ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. στῆ δὲ κατ᾽ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· |
στὰ πόδια τὰ καλόδεσε, καὶ κίνησε στὴ χώρα. Τῆς Ἀθηνᾶς δὲν ξέφυγεν ὁ πηγαιμός του ὡς τόσο, μόνε κατέβη ἡ θέαινα, πῆρε μορφὴ γυναίκας ὥριας καὶ μεγαλόκορμης, σ' ἔργα λαμπρὰ τεχνίτρας, ἔξω ἀπ' τὴ θύρα στάθηκε, καὶ φάνη τοῦ Ὀδυσσέα. |
160 | οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ᾽ ἐνόησεν, οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ᾽ οὐχ ὑλάοντο κνυζηθμῷ δ᾽ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. ἡ δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς, |
Δὲν ἔνιωσε ὁ Τηλέμαχος μήτε εἶδε τὴν Παλλάδα, τὶ θεὸς δὲ φανερώνεται καθάρια στὸν καθένα· μὰ ὁ Δυσσέας τὴν ξάνοιξε καὶ τὰ σκυλιὰ τὴν εἶδαν, καὶ δίχως γαύγισμα ἔφυγαν βογγώντας μὲς στὰ βάθια τῆς στάνης. Τοῦ 'γνεψε ἡ θεά, κι ἔνιωσ' αὐτὸς καὶ βγῆκε |
165 | ἐκ δ᾽ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, στῆ δὲ πάροιθ᾽ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη· |
δίπλα στὸν τοῖχο τῆς αὐλῆς, καὶ στάθηκε ὀμπροστά της· κι ἡ Ἀθηνᾶ κοιτώντας τον τοῦ μίλησε καὶ του εἶπε· |
"διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε, ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ᾽ ἀραρόντε |
“Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα, ὅλα πιὰ τώρα ξήγα τα τοῦ γιοῦ σου, μὴν τὰ κρύβης· κι ἅμα τοιμάσετε μαζὶ τὸ φόνο τῶ μνηστήρων, |
|
170 | ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ᾽ ἐγὼ αὐτὴ δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι." |
στὴ χώρα τὴν περίλαμπρη νὰ πᾶτε· δὲ θ' ἀργήσω κι ἐγὼ νὰ ἐρθῶ, ποὺ λαχταρῶ ν' ἀγωνιστῶ κοντά σας”. |
ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκ᾽ ἀμφὶ στήθεσσι, δέμας δ᾽ ὤφελλε καὶ ἥβην. |
Εἶπε, καὶ μὲ χρυσὸ ραβδὶ τὸν ἄγγιξε ἡ Παλλάδα καὶ φόρεμα σὰν τοῦ 'βαλε καθάριο καὶ χιτώνα, τοῦ λάμπρυνε ὅλο τὸ κορμὶ μὲ τὸν ἀνθὸ τῆς νιότης. |
|
175 | ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν, κυάνεαι δ᾽ ἐγένοντο γενειάδες ἀμφὶ γένειον. ἡ μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός, ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽ ὄμματα, μὴ θεὸς εἴη, |
Μελαχρινὸς ξανάγινε μὲ πιὸ γεμάτην ὄψη, καὶ μὲ τὰ γένια ὁλόμαυρα τριγύρω στὸ πηγούνι. Αὐτὰ σὰν τοῦ 'καμε ἡ θεά, τὸν ἄφησε· κι ἐκεῖνος μὲς στὴν καλύβα γύρισε· κι ὁ γιός του σαστισμένος, γύρναε τὰ μάτια κατ' ἀλλοῦ, θεὸς μὴν τύχη κι ἦταν. |
180 | καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | Καὶ φώναξέ τον, κι εἶπε του με λόγια φτερωμένα· |
"ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματ᾽ ἔχεις, καί τοι χρὼς οὐκέθ᾽ ὁμοῖος. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλ᾽ ἵληθ᾽, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ |
“Ἀλλιώτικος μοῦ φάνηκες, ὦ ξένε, ἀπὸ τὰ πρῶτα· ἄλλα φορεῖς κι ἡ ὄψη σου κι αὐτὴ ἀλλαγμένη τώρα. Ἕνας θένα 'σαι ἀπ' τοὺς θεοὺς ποὺ κατοικοῦν τὰ οὐράνια. Ἐλέησέ μας, σοῦ τάζουμε καλόδεχτες θυσίες, |
|
185 | ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ᾽ ἡμέων" | καὶ δῶρα χρυσοδούλευτα· προσπέφτω σου, λυπήσου”. |
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· "οὔ τίς τοι θεός εἰμι· τί μ᾽ ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν." |
Τότες τοῦ ἀπάντησε ὁ τρανός, πολύπαθος Δυσσέας· “Θεὸς δὲν εἶμ' ἐγώ· γιατὶ μὲ θεοὺς μὲ παρομοιάζεις; παρὰ εἶμ' ἐγὼ πατέρας σου, ποὺ ἐσὺ γι' αὐτὸν πονώντας τόσα τραβᾶς ἀπὸ κακοὺς καὶ δύστροπους ἀνθρώπους.” |
|
190 | ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε· πάρος δ᾽ ἔχε νωλεμὲς αἰεί. Τηλέμαχος δ᾽, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ᾽ εἶναι, ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· |
Μ' αὐτὰ τὰ λόγια φίλησε τὸ γιό του, καὶ τὰ δάκρυα τοῦ τρέξαν ἀπ' τὰ μάγουλα, ποὺ ὡς τότες τὰ κρατοῦσε. Δὲν ἤθελε ὁ Τηλέμαχος νὰ τὸ πιστέψη ἀκόμα πὼς ἦταν ὁ πατέρας του, κι αὐτὰ τοῦ ἀπολογήθη· |
"οὐ σύ γ᾽ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων | “Δὲν εἶσ' ἐσὺ ὁ πατέρας μου ὁ Ὀδυσσέας, μόν' εἶσαι | |
195 | θέλγει, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· |
κάποιος θεὸς καὶ μὲ πλανᾶς, γιὰ νὰ τραβήξω κι ἄλλα· τὶ δὲ θὰ μπόρειε αὐτὰ θνητὸς νὰ πλάση μοναχός του, δίχως νὰ ἐρθῆ κάποιος θεὸς σιμά, κι ὅπως τοῦ ἀρέσει, τὸν κάμη γέρο ἔτσι εὔκολα, κι ἄξαφνα πάλε νέο. Τὶ ὡς τώρα γέρος ἤσουνα καὶ φτωχικὰ ντυμένος, |
200 | νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι." | καὶ τώρα μοιάζεις τοὺς θεοὺς ποὺ κατοικοῦν τὰ οὐράνια.” |
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· "Τηλέμαχ᾽, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα οὔτε τι θαυμάζειν περιώσιον οὔτ᾽ ἀγάασθαι· οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς, |
Τότε ὁ Δυσσέας ὁ τρίξυπνος ἀπάντησέ του κι εἶπε· “Κι ἂν τάχα ξαναφάνηκε, Τηλέμαχε, ὁ γονιός σου, δὲ σοῦ ταιριάζει ν' ἀπορῆς καὶ νὰ θαμάζης τόσο· ἄλλος πιὰ ἐδῶ κατόπι μου δὲν ἔρχεται Ὀδυσσέας· |
|
205 | ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ᾽ ἀληθείς, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης, ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ, ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ᾽ αὖτε |
ἐγώ 'μαι αὐτός, κι ἀφοῦ πολὺ πλανήθηκα στὰ ξένα, τώρα στὰ χρόνια τὰ εἴκοσι γυρίζω στὴν πατρίδα. Εἶναι κι αὐτὸ τῆς Ἀθηνᾶς τῆς νικηφόρας ἔργο, ποὺ ὅπως θελήση δύνεται νὰ κάνη με νὰ μοιάζω, πότε φτωχὸς καὶ ταπεινός, καὶ πότε πάλε νέος, |
210 | ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ᾽ ἔχοντι. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι." |
μὲ τὸ κορμί μου ἀρχοντικὰ φορέματα ντυμένο. Κι εἶν' εὔκολο γιὰ τοὺς θεοὺς ποὺ κατοικοῦν τὰ οὐράνια, ἢ νὰ δοξάσουν ἄνθρωπο θνητό, ἢ νὰ ταπεινώσουν.” |
ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽ ἕζετο, Τηλέμαχος δὲ ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων, |
Εἶπε, καὶ κάθισε· κι ὁ γιὸς στὴν ἀγκαλιά του πῆρε τὸ δοξαστὸ πατέρα του μὲ θρήνους καὶ μὲ δάκρυα. |
|
215 | ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο· κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τ᾽ οἰωνοί, φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον. |
Τότες κι οἱ δυὸ ξεβούρκωσαν, καὶ δυνατὰ στριγγλίζαν, κι ἀπ' ὄρνια ξεφωνίζοντας πιὸ ἁψὰ κι ἀπὸ σπαράχτες ἀγιοῦπες ἢ θαλασσαϊτούς, ποὺ πῆραν τὰ μικρά τους, ἀκόμα πρὶ φτερώσουνε, τῆς ἐξοχῆς οἱ ἀργάτες· τόσο πικρὰ ἀπ' τὰ βλέφαρα τὰ δάκρυα τους χυνόνταν. |
220 | καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα· |
Κι ὁ γήλιος θὰ βασίλευε, κι ἀκόμα αὐτοὶ θὰ κλαῖγαν, ἂν ἄξαφνα ὁ Τηλέμαχος τὸν Ὀδυσσέα δὲ ρώτα· |
"ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι." |
“Μὲ τί καράβι φάνηκες ὡς τόσο ἐδῶ, πατέρα; κι οἱ ναῦτες ποὺ σὲ φέρανε ποιοί λέγανε πὼς ἦταν ; Γιατὶ πεζὸς ἐσὺ θαρρῶ δὲν ἦρθες ὡς τὸ Θιάκι.” |
|
225 | τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· "τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται· καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες |
Κι ἀπολογήθη του ὁ τρανός, πολύπαθος Δυσσέας· “Ὅλη ἀπ' ἐμένα, τέκνο μου, θ' ἀκούσης τὴν ἀλήθεια. Μὲ φέραν ἐδῶ Φαίακες θαλασσοξακουσμένοι, ποὺ κάθε ξένον προβοδοῦν ποὺ φτάση στὸ νησί τους· μὲ τὸ γοργὸ καράβι τους, καθὼς γλυκοκοιμόμουν, |
230 | κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται· νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν. |
ἦρθαν στὸ Θιάκι, μ' ἔβγαλαν, καὶ μὲ λαμπρὰ μ' ἀφῆκαν δῶρα, χρυσὰ καὶ χάλκινα, καὶ μὲ φαντὰ περίσσια· ὅλα κρυμμένα σὲ σπηλιὰ μὲ θεϊκιὰ βοήθεια. Τώρα ἦρθα ἐδῶ, τῆς Ἀθηνᾶς τὰ λόγια ἀκολουθώντας, μαζὶ νὰ κανονίσουμε τὸ φόνο τῶν ὀχτρῶ μας. |
235 | ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί· καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι μούνω ἄνευθ᾽ ἄλλων, ἦ καὶ διζησόμεθ᾽ ἄλλους." |
Καὶ τοὺς μνηστῆρας ἔλα ἐσὺ, κι ἕνα πρὸς ἕνα πές μου, νὰ μάθω πόσοι εἶν' ὅλοι τους, καὶ ποιός εἶν' ὁ καθένας· καὶ μέσα στὸν ἀλάθευτο θὰ μελετήσω νοῦ μου, ἂν ἐμεῖς σώνουμε μαζὶ μ' ἐκείνους νὰ πιαστοῦμε δίχως βοηθοὺς καὶ μοναχοί, γιά κι ἄλλους θὰ χρειαστοῦμε.” |
240 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἀλλὰ λίην μέγα εἶπες· ἄγη μ᾽ ἔχει· οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι. |
Κι ὁ γνωστικὸς Τηλέμαχος τοῦ ἀπάντησε καὶ του εἶπε· “Πατέρα, πάντα τ' ἄκουγα τὸ δοξαστὸ ὄνομά σου, πόσο στὸ χέρι μαχητής, στὸ νοῦ μεγάλος ἤσουν· ὅμως αὐτὸς ὁ λόγος σου τὰ φρένα μου σαστίζει· πῶς δυὸ νομάτοι θὰ πιαστοῦν μὲ τόσους ἀντρειωμένους ; |
245 | μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι, ἀλλὰ πολὺ πλέονες· τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται· ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν, |
Κι αὐτοὶ δὲν εἶναι μήτε μιὰ μήτε καὶ δυὸ δεκάδες, μόνε πολὺ περσότεροι· θὰ μάθης τώρα πόσοι. Ἀπὸ Δουλίχι πρόβαλαν πενήντα δυὸ μνηστῆρες, νέοι ἕνας κι ἕνας, καὶ μ' αὐτοὺς δοῦλοι ἕξ ἀκολουθᾶνε· ἔχουμ' εἰκοσιτέσσερεις λεβέντες ἀπὸ Σάμη. |
250 | ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, |
Ἀπὸ τή Ζάκυθο εἴκοσι παιδιὰ Ἀχαιῶν μᾶς ἦρθαν, κι ἀπὸ τὸ Θιάκι δώδεκα μετροῦμε παλληκάρια. Εἶναι μ' αὐτοὺς κι ὁ Μέδοντας, ὁ κήρυκας καὶ θεῖος τραγουδιστής, μὲ δυὸ μαζὶ παράξιους μοιραστάδες. Σ' ὅλους αὐτοὺς ἂν πέσουμε σὰ βρίσκουνται ἐκεῖ μέσα, |
255 | μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. ἀλλὰ σύ γ᾽, εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι, φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ." |
φοβᾶμαι, μὴ μᾶς βγῆ πικρὴ καὶ μαύρη ἡ γδίκιωσή μας. Μόνε στοχάσου ἂ δύνεσαι νὰ βρῆς στὸ νοῦ σου μέσα διαφεντευτὴ ποὺ πρόθυμα βοήθεια θὰ μᾶς φέρη.” |
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· "τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· |
Κι ἀπάντησε ὁ πολύπαθος, ὁ θεῖος Ὀδυσσέας· “Ἄκου τί λέω, καὶ πρόσεξε, καὶ σκέψου ἂν ἡ βοήθεια |
|
260 | καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ ἀρκέσει, ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω." |
τῆς Ἀθηνᾶς καὶ τοῦ θεϊκοῦ πατέρα της μᾶς σώνει, ἢ κι ἄλλονε διαφεντευτὴ πρέπει νὰ ψάξω νά 'βρω.” |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις |
Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπολογήθη κι εἶπε· “Μεγάλοι ἀλήθεια εἶναι κι οἱ δυὸ βοηθοὶ ποὺ μοῦ ὀνομάζεις τὶ θρονιασμένοι στ' ἁψηλὰ τὰ σύννεφα κι οἱ δυό τους, |
|
265 | ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι." | θεοὺς μαζὶ κι ἀθάνατους στὸν κόσμο ἐξουσιάζουν.” |
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· "οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. |
Κι ἀπάντησε ὁ πολύπαθος, ὁ θεῖος Ὀδυσσέας· “Δὲ θέν' ἀργήσουν νὰ βρεθοῦν κι οἱ δυὸ στὴ μαύρη ἀμάχη, ἅμα τοῦ Ἄρη ἡ μάνητα κι ἐμᾶς καὶ τοὺς μνηστῆρες |
|
270 | ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει· αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ |
μᾶς συνεπάρη. Ὡς τόσο ἐσύ, καθὼς γλυκοχαράξη, τρέξε, καὶ τοὺς περήφανους ζύγωσ' ἐκεῖ μνηστῆρες· κατόπι ἐμένανε ὁ βοσκὸς στὴ χώρα θὰ μὲ φέρη, μὲ κακορίζικου μορφὴ καὶ γέρου διακονιάρη. Κι ἀνίσως μοῦ κακοφερθοῦν ἐκεῖνοι στὸ παλάτι, |
275 | τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσι βάλλωσι· σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι. ἀλλ᾽ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι |
κράτα τὸν πόνο μέσα σου τὰ πάθια μου θωρώντας· μὰ κι ἂ μὲ ποδοσέρνουνε στὴ θύρα, καὶ σαγίτες μοῦ ρίχτουν, στέκου ἀτάραγος ἐσὺ κι ἀπόμενέ τα· καὶ μόνε λέγε τους γλυκὰ τὴν τρέλλα τους νὰ πάψουν· ἀγκαλὰ αὐτοὶ δὲ θὰ σ' ἀκοῦν, τὶ ἡ ὥρα τους ἀγγίζει. |
280 | πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη, νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ᾽ ἔπειτα νοήσας ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται |
[ Κι ἄλλο ἕνα πρᾶμα θὰ σοῦ πῶ, κι ἔχε το ἐσὺ στὸ νοῦ σου· ἡ Ἀθηνᾶ ἡ πολύβουλη σὰ μὲ φωτίση, τότες θὰ γνέψω μὲ τὴν κεφαλή, καὶ τότ' ἐσὺ θὰ νιώσης, κι ὅσα ἄρματα μᾶς βρίσκουνται στὸν πύργο θὰ μαζέψης, |
285 | ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας πάντα μάλ᾽· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· "ἐκ καπνοῦ κατέθηκ᾽, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, |
καὶ μὲς στὰ βάθια τοῦ ἁψηλοῦ θαλάμου θὰ τὰ θέσης· κι ὅταν ἐκεῖνοι, θέλοντας νὰ ξέρουν, σὲ ρωτᾶνε, ἐσὺ μὲ λόγια μαλακὰ γλυκαποκοίμιζέ τους, καὶ λέγε τους· “Ἀπ' τὸν καπνὸ τὰ πῆρα, τὶ δὲν εἶναι σὰν ποὺ ὁ Ὀδυσσέας τ' ἄφησε μισεύοντας στὴν Τροία, |
290 | ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή. πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος." |
μόνε ἡ ἀχνίλα τῆς φωτιᾶς τὰ θόλωσε ἀπὸ τότες. Μὰ κι ἄλλο μεγαλύτερο βάζει στὸ νοῦ μου ὁ Δίας· μὴν τύχη καὶ σὲ μάλωμα σᾶς ρίξη τὸ μεθύσι, καὶ χτυπηθῆτε, κι ἀτιμιὰ στὴν προξενιά σας φέρτε· γιατὶ μονάχο του τραβάει τὸ σίδερο τὸν ἄντρα.” |
295 | "νῶϊν δ᾽ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ᾽ ἔπειτα Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. |
Ὅμως ν' ἀφήσης ἕτοιμους δυὸ λάζους, δυὸ κοντάρια, κι ἀσπίδες δυό, ποὺ βιαστικὰ ν' ἀδράξουμε στὰ χέρια, κι ὁ Δίας μὲ τὴν Ἀθηνᾶ θὰ τοὺς μαγέψουν τότες. ] |
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | Μὰ κι ἄλλο τώρα θὰ σοῦ πῶ κι ἐσὺ ἔχε το στὸ νοῦ σου· | |
300 | εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτ᾽ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μήτ᾽ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης μήτε τις οἰκήων μήτ᾽ αὐτὴ Πηνελόπεια, ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν· |
παιδί μου ἀλήθεια ἂν εἶσαι ἐσύ, κι ἀπὸ δικό μας αἶμα, κανένας νὰ μὴ μάθη ἐκεῖ πὼς ἦρθε ὁ Ὀδυσσέας. Λαέρτης καὶ χοιροβοσκὸς μὴν τύχη καὶ τ' ἀκούσουν· μήτε κανένας τοῦ σπιτιοῦ, καὶ μήτε ἡ Πηνελόπη, παρὰ μονάχοι ἐμεῖς οἱ δυὸ νὰ μάθουμε τὶς γνῶμες |
305 | καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, ἠδ᾽ ὅτις οὐκ ἀλέγει, σὲ δ᾽ ἀτιμᾷ τοῖον ἐόντα." |
τῶ γυναικῶν, καὶ δοκιμὴ νὰ κάνουμε στοὺς ἄντρες, ποιός ἀπ' τοὺς δούλους μᾶς τιμάει, κι ἀκόμα μᾶς φοβᾶται, καὶ ποιὸς ξεχνᾶ μας κι ἀψηφάει λεβέντη σὰν κι ἐσένα.” |
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός "ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ᾽, ὀΐω, |
Καὶ τότες ὁ μυριόχαρος τοῦ ἀπολογήθη γιός του· “Πατέρα, ἀργότερα θαρρῶ θὰ νιώσης τὴν ψυχή μου, |
|
310 | γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ᾽ ἔχουσιν· ἀλλ᾽ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος· τοὶ δ᾽ ἐν μεγάροισιν ἕκηλοι |
καὶ πὼς δὲν ἔχω θένα βρῆς τὰ λογικά μου κούφια· μὰ αὐτὸ ποὺ τώρα μελετᾶς δὲν τό 'χω γιὰ καλό μας. Στοχάσου το· πολὺν καιρὸ θὰ χάσης ἂν καθέναν νὰ δοκιμάσης ξέχωρα στὰ χτήματα γυρίζης· κι αὐτοὶ στὸ μεταξὺ θὰ τρῶν τὸ βιὸς μὲς στὰ παλάτια, |
315 | χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ. ἀλλ᾽ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλ᾽ ὕστερα ταῦτα πένεσθαι, |
ἀναπαμένοι, ἀδιάντροποι, καὶ δίχως νὰ λυποῦνται. Καλό 'ναι ἀλήθεια νὰ κοιτᾶς νὰ μάθης τὶς γυναῖκες, ποιές ἄτιμα σοῦ φέρνουνται καὶ ποιές δὲν ἔχουν κρῖμα· μὰ νὰ γυρνοῦμε τὶς αὐλὲς νὰ δοκιμάζουμε ἄντρες, αὐτὸ δὲν τό 'θελα· στερνὰ νὰ γίνουν κάλλιο ἐτοῦτα, |
320 | εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο." | σημάδι ἂν ἔχης φανερὸ τοῦ αἰγιδοφόρου Δία.” |
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, |
Τέτοια αὐτοὶ τότες λέγανε μονάχοι ἀνάμεσό τους· ὡς τόσο τὸ καλόφτιαστο καράβι ἦρθε στὸ Θιάκι, ποὺ τὸν Τηλέμαχο ἔφερε καὶ τοὺς συντρόφους ὅλους ἀπὸ τὴν Πύλο. Μπήκανε στὸ τρίσβαθο λιμάνι, |
|
325 | νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, αὐτίκα δ᾽ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, |
τραβῆξαν ἔξω στὴ στεριὰ τὸ μελανὸ καράβι, καὶ τ' ἄρματά τους σήκωσαν καμαρωτοὶ λεβέντες, καὶ στοῦ Κλυτίου φέρανε τὰ δῶρα τὰ πανώρια. Κατόπι στεῖλαν κήρυκα στοὺς πύργους τοῦ Ὀδυσσέα, τὸ μήνυμα τῆς φρόνιμης νὰ φέρη Πηνελόπης, |
330 | οὕνεκα Τηλέμαχος μὲν ἐπ᾽ ἀγροῦ, νῆα δ᾽ ἀνώγει ἄστυδ᾽ ἀποπλείειν, ἵνα μὴ δείσασ᾽ ἐνὶ θυμῷ ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης, ἐρέοντε γυναικί. |
πὼς πῆγε ὁ γιός της στὴν ξοχή, μὰ ἐκεῖνος εἶχε στείλει στὴ χώρα τὸ καράβι του, νὰ μὴν τῆς ἔρθη φόβος τῆς δοξαστῆς βασίλισσας καὶ χύση θερμὰ δάκρυα. Κι ὁ κήρυκας μὲ τὸ βοσκὸ στὸν πύργο ἀντάμα φτάνουν, νὰ φέρουν τὸ ἴδιο μήνυμα κι οἱ δυὸ τῆς Πηνελόπης. |
335 | ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμον θείου βασιλῆος, κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· "ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε." Πηνελοπείῃ δ᾽ εἶπε συβώτης ἄγχι παραστὰς πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι. |
Καὶ στὸ λαμπρὸ σὰν μπήκανε τοῦ Ὀδυσσέα παλάτι, ὁ κήρυκας ἀνάμεσα στὶς παρακόρες εἶπε· “Ἦρθε ὁ μονάκριβός σου γιός, βασίλισσα, ἀπ' τὴν Πύλο.” Ζυγώνει κι ὁ χοιροβοσκὸς καὶ λέει τῆς Πηνελόπης ὅλα ὅσα τοῦ παράγγειλε τ' ἀγαπητὸ παιδί της. |
340 | αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε. |
Κι ὅλα καθὼς τὰ πρόσταξε σὰν εἶπε ἕνα πρὸς ἕνα, τοῦ πύργου ἀφήνει τὶς αὐλὲς καὶ ξεκινάει στὴ στάνη. |
μνηστῆρες δ᾽ ἀκάχοντο κατήφησάν τ᾽ ἐνὶ θυμῷ, ἐκ δ᾽ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. |
Καὶ τοὺς μνηστῆρες ἔπιασε βαρειὰ καρδιὰ καὶ λύπη· καὶ βγῆκαν δίπλα ἀπ' τῆς αὐλῆς τὸν τοῖχο τὸ μεγάλο, καὶ πήγανε, κι ὁλόμπροστα καθίσανε τῆς θύρας. |
|
345 | τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν· "ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ἐς δ᾽ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα |
Καὶ τότες τοῦ Πολύβου ὁ γιὸς ὁ Εὐρύμαχος τοὺς εἶπε· “Ἔργο τρανὸ ὁ Τηλέμαχος κατόρθωσε μὲ τόλμη, τέτοιο ταξίδι,— κι εἴπαμε πὼς δὲ θὰ τὸ τελέση· τώρα καράβι διαλεχτὸ μὲ λαμνοκόπους ἄξιους ἂς ρίξουμε, ποὺ ὁλόταχα τὸ μήνυμα νὰ φέρουν |
350 | κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι." | στοὺς φίλους, νὰ γυρίσουνε γοργὰ στὸ Θιάκι πίσω.” |
οὔ πω πᾶν εἴρηθ᾽, ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· |
Τὸ λόγο δὲν ἀπόσωνε, κι ὁ Ἀμφίνομος γυρνώντας τὰ μάτια του πρὸς τὸ βαθιὸ λιμιώνα, εἶδε τὸ πλοῖο καθὼς μαζώναν τὰ πανιά, καὶ πιάναν τὰ κουπιά τους. Καὶ ἀπ' τὴν καρδιά του γέλασε, καὶ φώναξε στοὺς ἄλλους· |
|
355 | "μή τιν᾽ ἔτ᾽ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδ᾽ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι." |
“Τί θέλουμε τὸ μήνυμα πιὰ τώρα, αὐτοί 'ναι μέσα. Ἢ κάποιος θεὸς τοὺς φώτισε, ἢ κι εἶδαν τὸ καράβι ποὺ πέρναε, καὶ δὲν πρόφταξαν νὰ πᾶν καὶ νὰ τὸ πιάσουν.” |
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν, |
Εἶπε, κι αὐτοὶ σηκώθηκαν, καὶ στ' ἀκρογιάλι πῆγαν· καὶ στὴ στερεὰ τραβήξανε τὸ μελανὸ καράβι, |
|
360 | τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν᾽ ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· |
καὶ τ' ἄρματά τους σήκωσαν καμαρωτοὶ λεβέντες. Κι ὅλοι μαζὶ στὴν ἀγορὰ κινῆσαν, μηδ' ἀφῆναν ἄλλον ἢ νέο ἢ γέροντα μαζί τους νὰ καθίση. Καὶ τότες τοῦ Εὐπείθη ὁ γιός ὁ Ἀντίνος, σ' αὐτοὺς εἶπε· |
"ὢ πόποι, ὡς τόνδ᾽ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. | “Ὠχοῦ, πῶς ἀπ' τὸν ὅλεθρο οἱ θεοὶ τόνε γλυτωσαν; | |
365 | ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι· ἅμα δ᾽ ἠελίῳ καταδύντι οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν, ἀλλ᾽ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες |
Στὰ βράχια τ' ἀνεμόδαρτα σκοποὶ καθόνταν πάντα, κι ἀπανωτὰ ξαλλάζανε· καὶ σὰ βουτοῦσε ὁ ἥλιος, δὲν ξενυχτούσαμε στὴ γῆς, παρὰ μὲ τό καράβι γυρνούσαμε ὡς τὸ χάραμα, φυλάγοντας καρτέρι θάνατο στὸν Τηλέμαχο, νὰ πᾶμε πιάνοντάς τον. |
370 | αὐτόν· τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδ᾽ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, |
Κι ὡς τόσο θεὸς τὸ θέλησε, καὶ γύρισε στὸ Θιάκι. Μὰ ἐμεῖς ἐδῶ ἂς κοιτάξουμε τὸ τέλος του τό μαῦρο, μὴ μᾶς ξεφύγη· τὶ θαρρῶ πὼς ὅσο ζῆ δὲ βγαίνει πέρα ἡ δουλειά μας, τὶ καὶ νοῦ καὶ γνώση ἐκεῖνος ἔχει, κι ἐμᾶς ἀγάπη ὁ λαὸς σὰν πρῶτα δὲ μᾶς ἔχει. |
375 | λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν. ἀλλ᾽ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν--οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλ᾽ ἀπομηνίσει, ἐρέει δ᾽ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ᾽ ἐκίχημεν· |
Μόνε βιαστῆτε, πρὶν αὐτὸς σὲ συντυχιὰ καλέση τοὺς Ἀχαιούς· γιατὶ ἄπραγος, θαρρῶ, δὲ θένα μείνη, παρὰ μὲ ὀργή θὰ σηκωθῆ καὶ σ' ὅλους θὰ κηρύξη πὼς σκοτωμὸ τοῦ πλέχναμε, μὰ πρόφταξε καὶ σώθη. Κι ἄνομα τέτοια ἀκούγοντας ἐκεῖνοι δὲ θὰ στέρξουν, |
380 | οἱ δ᾽ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ᾽ ἀφικώμεθα δῆμον· ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽ ἀγροῦ νόσφι πόληος ἢ ἐν ὁδῷ· βίοτον δ᾽ αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν, |
κι ἴσως μᾶς φέρουνε κακό, κι ἀπ' τὴν πατρίδα ἀκόμα μᾶς διώξουν, καὶ μᾶς κάμουνε νὰ φύγουμε στὰ ξένα. Μόνε μακριὰ στὴν ἐξοχή, παρέκει ἀπὸ τὴ χώρα ἂς τὸν βαρέσουμε ἄξαφνα, γιά καὶ στὸ δρόμο ἀπάνω· κατόπι μοιραζόμαστε τὸ βιὸς καὶ τὰ καλά του, |
385 | δασσάμενοι κατὰ μοῖραν ἐφ᾽ ἡμέας, οἰκία δ᾽ αὖτε κείνου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι. εἰ δ᾽ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματ᾽ ἔπειτα ἅλις θυμηδέ᾽ ἔδωμεν |
καὶ τὰ παλάτια ἀφήνουμε τῆς μάνας του, νὰ τά 'χη ὅποιος τὴν πάρη ταίρι του. Μὰ ἀνίσως κι ἐσεῖς πάλι δὲ δέχεστε, καὶ θέτε αὐτὸς νὰ ζῆ καὶ τὰ καλά του τὰ πατρικὰ νὰ χαίρεται, δῶ πέρα ἂς μὴ ζητοῦμε νὰ μαζευόμαστε, καὶ βιὸς πολὺ νὰ καταλοῦμε· |
390 | ἐνθάδ᾽ ἀγειρόμενοι, ἀλλ᾽ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ ἔπειτα γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι." |
μόν' προξενειὰ ἀπ' τὸ σπίτι του καθένας μας ἂς κάνη μὲ δῶρα του, κι αὐτὴ ἂς δεχτῆ τὸν ἄντρα ποὺ θὰ δώση τὰ πιότερα καὶ τῆς φανῆ τῆς μοίρας ὁ σταλμένος.” |
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, |
Αὐτά εἰπε, κι ὅλοι σώπασαν κι ἀμίλητοι ἀπομεῖναν. Μὰ ἀπάνω ἐκεῖ ὁ Ἀμφίνομος ξαγόρεψέ τους κι εἶπε, |
|
395 | Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ὅς ῥ᾽ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· |
ὁ γιόκας ὁ μυριόχαρος τοῦ ρήγα Νίσου, γόνου τοῦ Ἀρήτου, ποὺ ἦρθεν ἀρχηγὸς καὶ κάλλιος τῶ μνηστήρων ἀπ' τὸ Δουλίχι τὸ χλωρό, τὸ σιταροσπαρμένο, καὶ ποὺ τὰ λόγια του ἄρεσαν τῆς ὥριας Πηνελόπης, γιατ' εἶχε πάντα στὴν καρδιὰ περίσσια καλωσύνη. Αὐτὸς λοιπὸν καλόγνωμα ξαγόρεψέ τους κι εἶπε· |
400 | "ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω· |
“Ὦ φίλοι, τὸν Τηλέμαχο ποτὲς δὲ θὰ χαλνοῦσα· κακό, βασιλικὴ γενιὰ μὲ φονικὸ νὰ σβήσης· τὴ γνώμη κάλλιο ἂς μάθουμε τῶν ἀθανάτων πρῶτα. Ἂν εἶναι μὲ τὸ θέλημα τοῦ Δία τοῦ βροντορίχτη, κι ἴδιος ἐγὼ τόνε χαλνῶ, κι ὅλους τοὺς ἄλλους σπρώχνω· |
405 | εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα." | Μὰ ἂν τὸ μποδίζουνε οἱ θεοί, νὰ πάψετε σᾶς λέγω.” |
ὣς ἔφατ᾽ Ἀμφίνομος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος. αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. |
Εἶπε, καὶ σ' ὅλους ἄρεσαν τοῦ Ἀμφίνομου τὰ λόγια. Κι ἀμέσως σηκωθήκανε καὶ στοῦ Ὀδυσσέα πῆγαν τὸν πύργο, καὶ καθίσανε πὰς στὰ λαμπρὰ θρονιά του. |
|
ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια, | Τότες στὸ νοῦ τῆς φρόνιμης τῆς Πηνελόπης ἦρθε | |
410 | μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, |
ὀμπρὸς στοὺς παραδιάντροπους νὰ κατεβῆ μνηστῆρες, γιατὶ ἔμαθε πὼς γύρευαν τὸ τέλος τοῦ παιδιοῦ της, τὶ ὁ κήρυκας ὁ Μέδοντας ποὺ τ' ἄκουσε τῆς τό 'πε. Καὶ μὲ τὶς βάγιες συντροφιὰ μὲς στὰ παλάτια μπῆκε. Κι ἡ ζουλεμένη ἀρχόντισσα σὰν πῆγε στοὺς μνηστῆρες, |
415 | στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
σιμὰ στὸ στύλο στάθηκε τῆς δουλεμένης στέγης, σηκώνοντας στὴν ὄψη της τὸ λιόλαμπρο φακιόλι, καὶ τὸν Ἀντίνο μάλωσε καὶ μίλησέ του κι εἶπε· |
"Ἀντίνο᾽, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ἐν δήμῳ Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον |
“Ἀντίνο, ἀδιάντροπε, κακέ, ποὺ μὲς στὸ Θιάκι σ' ἔχουν γιὰ πρῶτο ἀπ' τοὺς ὁμήλικους στὴ γνώση καὶ στὰ λόγια· |
|
420 | βουλῇ καὶ μύθοισι· σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδ᾽ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, |
μὰ τέτοιος δὲν ἤσουν ἐσύ. Ζουρλέ, πῶς πᾶς καὶ πλέχνεις τοῦ γιοῦ μου μαῦρο θάνατο, καὶ μήτε καὶ σὲ μέλει γιὰ τοὺς ἱκέτες πὄχουνε τὸ Δία γιὰ μάρτυρά τους; Μεγάλο κρῖμα εἶναι κακὸ νὰ πλέχνη ὁ ἕνας τοῦ ἄλλου. Ξεχνᾶς πὼς ὁ πατέρας σου μᾶς ἦρθε ἐδῶ ἱκέτης, |
425 | δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ἤκαχε Θεσπρωτούς· οἱ δ᾽ ἡμῖν ἄρθμιοι ἦσαν· τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· |
σὰν ἔφευγε ἀπὸ τὸ λαὸ ποὺ χόλιασε μαζί του, γιατ' εἶχε πάρει συντροφιὰ ληστὲς ἀπὸ τὴν Τάφο, καὶ χάλασε τοὺς Θεσπρωτοὺς πού 'ταν δικοί μας φίλοι. Καὶ νὰ τοῦ πάρουν τὴ γλυκειὰ ζωὴ γυρεῦαν τότες, κι ὅλο τ' ἀρίθμητό του βιὸς ν' ἁρπάξουν καὶ νὰ φᾶνε· |
430 | ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα παῖδά τ᾽ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους." |
μὰ ὅσο αὐτοὶ κι ἂ μάνιαζαν, τοὺς μπόδισ' ὁ Δυσσέας. Καὶ τώρα, χωρὶς δίκιο ἐσὺ τοῦ καταλεῖς τὸ σπίτι, γυρεύεις τὴ γυναίκα του, σκοτώνεις τὸ παιδί του, κι ἐμένα μὲ λυπεῖς πικρά. Μὰ ἐγὼ σοῦ λέω νὰ πάψης, νὰ πῆς καὶ τῶ συντρόφω σου νὰ πάψουνε κι ἐκεῖνοι.” |
τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· | Κι ὁ Εὐρύμαχος τῆς ἀπαντάει, ὁ γόνος τοῦ Πολύβου· | |
435 | "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. |
“Ὦ Πηνελόπη γνωστικιά, τοῦ Ἰκάριου θυγατέρα, θάρρος, κι ἂς μὴν τὰ νοιάζεται καθόλου ἐδαῦτα ὁ νοῦς σου. Δὲν ἦρθε ἀκόμα ἐδῶ στὴ γῆς καὶ μήτε θά 'ρθη ἐκεῖνος ποὺ χέρι στὸν Τηλέμαχο τὸ γιό σου θένα βάλη, ὅσο ἐγὼ ζῶ, καὶ βλέπουνε τὰ μάτια μου στὸν κόσμο. |
440 | ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. |
Γιατὶ ἕνα λόγο θὰ σοῦ πῶ, κι ὁ λόγος μου θὰ γίνη· θὰ τρέξη στὸ κοντάρι μου εὐτὺς τὸ μαῦρο του αἷμα, τὶ ὁ πολεμόχαρος συχνὰ κι ἐμένανε Ὀδυσσέας στὰ γόνατά του μ' ἔπαιρνε, καὶ μοῦ 'βαζε στὰ χέρια κρέας ψημένο καὶ κρασὶ στὰ χείλη πορφυρένιο. |
445 | τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων· θεόθεν δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι." |
Γι' αὐτὸ καὶ τοῦ Τηλέμαχου περίσσια τοῦ 'χω ἀγάπη, κι ἀπ' τοὺς μνηστῆρες θάνατο νὰ μὴ φοβᾶται ἐκεῖνος· μὰ ἂν εἶναι νά 'ρθη ἀπ' τοὺς θεούς, πῶς νὰ σωθῆ δὲν ἔχει.” |
ὣς φάτο θαρσύνων, τῷ δ᾽ ἤρτυεν αὐτὸς ὄλεθρον. ἡ μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα |
Μὲ τέτοια τήνε θάρρευε, μὰ φόνο μελετοῦσε. Κι ἐκείνη μὲς στ' ἀνώγια της τὰ θεόλαμπρα ἀνεβαίνει, |
|
450 | κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. |
καὶ κλαίει τὸν Ὀδυσσέα της, ὥσπου ἡ γαλανομάτα θεὰ κατέβασε γλυκὸ στὰ βλέφαρά της ὕπνο. |
ἑσπέριος δ᾽ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ἤλυθεν· οἱ δ᾽ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, |
Καὶ τὸ βραδὺ ὁ καλὸς βοσκὸς στὸν Ὀδυσσέα ξανάρθε, ποὺ μὲ τὸ γιό του τοίμαζε τὸ δεῖπνο, καὶ θρεφτάρι κάναν θυσία χρονιάρικο. Κι ἡ Ἀθηνᾶ κατέβη |
|
455 | ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. |
τότε, καὶ μὲ ραβδὶ τὸ γιὸ βαρώντας τοῦ Λαέρτη, τὸν Ὀδυσσέα, τὸν ἔκαμε γέρο ξανὰ σὰν πρῶτα. Καὶ μὲ φτωχὰ τὸν ἔντυσε φορέματα, μὴν τύχη καὶ τόνε δῆ ὁ χοιροβοσκὸς καὶ τόνε νιώση ὀμπρός του, καὶ δὲν τὸ κρύψη, μόν' τὸ πῆ τῆς ὥριας Πηνελόπης. |
460 | τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· "ἦλθες, δῖ᾽ Εὔμαιε. τί δὴ κλέος ἔστ᾽ ἀνὰ ἄστυ; ἦ ῥ᾽ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν ἐκ λόχου, ἦ ἔτι μ᾽ αὖτ᾽ εἰρύαται οἴκαδ᾽ ἰόντα;" |
Καὶ πρῶτος ὁ Τηλέμαχος τοῦ μίλησε καὶ τοῦ 'πε· “Ἦρθες, καλέ μας· τί ἄκουσες στὴ χώρα νὰ δηγοῦνται ; Ἀπ' τὸ καρτέρι γύρισαν οἱ θεότρανοι μνηστῆρες, ἢ ἀκόμα ἐκεῖ μὲ καρτεροῦν στὸ Θιάκι νὰ γυρίσω ;” |
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· | Κι ἐσύ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες· | |
465 | "οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει ἀγγελίην εἰπόντα πάλιν δεῦρ᾽ ἀπονέεσθαι. ὡμήρησε δέ μοι παρ᾽ ἑταίρων ἄγγελος ὠκύς, κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν. |
“Δὲν ἤθελα νὰ τὰ ρωτῶ καὶ νὰ τὰ μάθω ἐτοῦτα, στὴ χώρα μέσα τρέχοντας· βιαζόμουνα νὰ δώσω τὸ μήνυμά μου ὁλόταχα, καὶ πίσω νὰ ξανάρθω. Καὶ κήρυκας μαντάτορας γοργός, ἀπ' τοὺς συντρόφους ἔφτασε ἀντάμα, κι ἔδωσε τῆς μάνας λόγο πρῶτος. |
470 | ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν. ἤδη ὑπὲρ πόλιος, ὅθι θ᾽ Ἕρμαιος λόφος ἐστίν, ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν ἐς λιμέν᾽ ἡμέτερον· πολλοὶ δ᾽ ἔσαν ἄνδρες ἐν αὐτῇ, βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· |
Ξέρω κι ἕν' ἄλλο νὰ σᾶς πῶ ποὺ μὲ τὰ μάτια μου εἶδα· πάνω ἀπ' τὴ χώρα, στὸ βουνὸ τοῦ Ἑρμῆ σὰν εἶχα φτάσει, καράβι ἀγνάντεψα γοργὸ νὰ μπαίνη στὸ λιμάνι, γεμάτο μὲ ἄντρες, κι ἤτανε μὲ ἀσπίδες φορτωμένο, καὶ μὲ κοντάρια δίστομα. Καὶ φάνηκε σὰν νά 'ταν |
475 | καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα." | μνηστῆρες ὅλοι τους αὐτοί, μὰ ἄλλο νὰ πῶ δὲν ξέρω.” |
ὣς φάτο, μείδησεν δ᾽ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρ᾽ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ᾽ ὑφορβόν. |
Αὐτὰ εἶπε, κι ὁ Τηλέμαχος χαμογελώντας ρίχτει ματιὰ πρὸς τὸν πατέρα του, κρυφὰ ἀπ' τὸ χοιροτρόφο. |
|
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. |
Καὶ τὶς δουλειὲς σὰν τέλειωσαν καὶ τοίμασαν τὸ δεῖπνο, καθίσανε κι ἀπόλαψαν τοῦ τραπεζιοῦ τὰ δῶρα. |
|
480 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. |
Κι ἀπὸ φαῒ κι ἀπὸ πιοτὸ σὰ φράνθηκε ἡ καρδιά τους, τὴν κλίνη θυμηθήκανε, καὶ χάρηκαν τὸν ὕπνο. |