<< Ραψωδία ρ [ Εισαγωγή ] Ραψωδία τ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία σ
Ὀδυσσέως καὶ Ἴρου πυγμή.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  ἦλθε δ᾽ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
πτωχεύεσκ᾽ Ἰθάκης, μετὰ δ᾽ ἔπρεπε γαστέρι μάργῃ
ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
Κι ἦρθε ἕνας ζήτουλας κοινός, ποὺ στοῦ Θιακιοῦ τὴ χώρα
γύρνα ζητώντας, ξακουστὸς γιὰ τὴν ἀχορτασιά του·
ἔτρωγε κι ἔπινε ἄπαυα, μὰ δύναμη δὲν εἶχε
μήτ' ἀντρειοσύνη, ὅσο τρανὸς στὴν ὄψη κι ἂ φαινόταν.
5 Ἀρναῖος δ᾽ ὄνομ᾽ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
οὕνεκ᾽ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
ὅς ῥ᾽ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
Ἡ μάνα του τὸν ἔβγαλε σάνε γεννήθη Ἀρναῖο,
μὰ ὅλοι οἱ νέοι τὸν φώναζαν Ἶρο, τὶ τόνε στέλναν
κι ἔτρεχε σὰν τὴν Ἴριδα μηνύματα νὰ φέρη.
Ἀπ' τὸ παλάτι του ἦρθ' αὐτὸς τὸν Ὀδυσσέα νὰ διώξη,
καὶ τὸν κακόβριζε μ' αὐτὰ τὰ φτερωμένα λόγια.
10 "εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ᾽ αἰσχύνομαι ἔμπης.
ἀλλ᾽ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται."
     “Φεύγα ἀπ' τὴν πόρτα, γέρο μου, νὰ μὴ σὲ ποδοσύρουν.
Δὲ βλέπεις πὼς μοῦ γνέφουνε αὐτοὶ ὅλοι μὲ τὸ μάτι
νὰ σὲ πετάξω; ὅμως ἐγὼ ντροπῆς μου σὰ νὰ τό 'χω.
Μὰ σῦρε ἂ δὲν ἀποθυμῆς στὰ χέρια νὰ πιαστοῦμε.”
  τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·      Καὶ λέει ἀγριοκοιτώντας τον ὁ τρίξυπνος Δυσσέας·
15 "δαιμόνι᾽, οὔτε τί σε ῥέζω κακὸν οὔτ᾽ ἀγορεύω,
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ᾽ ἀνελόντα.
οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
“Ἐγώ, μωρέ, ποτὲς κακὸ δὲ σοῦ 'πραξα μήτε εἶπα,
μὰ μήτε καὶ σοῦ ζήλεψα ποὺ παίρνεις τόσα δῶρα.
Κι οἱ δυό μας θὰ χωρέσουμε σ' ἐκεῖνο τὸ κατώφλι·
ἂν κι ἄλλος ξένα μερικὰ ζητήση, τί ζουλεύεις;
Θαρρῶ ζητεύεις δὰ κ' ἐσύ, κι οἱ θεοὶ θὰ μᾶς πορέψουν.
20 χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
αἵματος· ἡσυχίη δ᾽ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ᾽ εἴη
αὔριον· οὐ μὲν γάρ τί σ᾽ ὑποστρέψεσθαι ὀΐω
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος."
Μὴ θὲς μαζί μου νὰ πιαστῆς, μὴν τύχη καὶ θυμώσω,
καὶ μ' ὅλα μου τὰ γερατειὰ σοῦ περιχύσω μ' αἷμα
τὰ χείλη καὶ τὰ στήθια σου· καὶ θά 'μουν συχασμένος
τὴν ταχινή, γιατὶ ὄρεξη δὲ θὰ σοῦ 'ρχόταν πάλε
νὰ ξαναμπῆς στ' ἀρχοντικὸ τοῦ γόνου τοῦ Λαέρτη.”
25 τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
"ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
     Κι ὁ Ἶρος τότε ὁ ζήτουλας φωνάζει χολιασμένος·
“Ὠχοῦ, καὶ πῶς μωρολογάει τρεχάτα ὁ ψωμοχάφτης,
σὰ χουχουλόγρια· θά 'θελα νὰ τόνε πιάσω ἀλήθεια,
καὶ μὲ τὰ δυὸ βαρώντας του, τὰ δόντια ἀπ' τὰ σαγόνια
σὰν τῆς γουρούνας νὰ πετῶ τῆς σπαρτοκαταλύτρας.
30 ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
μαρναμένους· πῶς δ᾽ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;"
Ἔλα, καὶ ζώσου νὰ μᾶς δοῦν κι αὐτοὶ ὅλοι στὴν παλαίστρα· 30
καὶ πῶς στὴ μάχη ἀποκοτᾶς νὰ βγῆς μὲ νεώτερό σου;”
  ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
τοῖϊν δὲ ξυνέηχ᾽ ἱερὸν μένος Ἀντινόοιο,
     Ἔτσι ὀμπροστὰ στὶς ἁψηλὲς τὶς θύρες λογοφέρναν,
ἀπάνω στὸ πελεκητὸ στεκάμενοι κατώφλι.
Τοὺς ἄκουσε ἀπομέσαθε ὁ ἀντρόψυχος Ἀντίνος,
35 ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
"ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα."
κι ἀπ' τὴν καρδιά του γέλασε, καὶ στοὺς μνηστῆρες εἶπε·
“ Δὲ μᾶς συνέβηκε ἄλλοτες, ἀδέρφια, τέτοιο πρᾶμα,
μὲς στὰ παλάτια αὐτὰ ὁ θεὸς νὰ στέλνη τέτοιο γλέντι.
Στὰ χέρια πᾶνε νὰ πιαστοῦν ὁ ξένος μὲ τὸν Ἶρο·
μὰ ἐλᾶτε νὰ τοὺς σπρώξουμε νὰ φαγωθοῦν οἱ δυό τους. ”
40 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
ἀμφὶ δ᾽ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
     Εἶπε, καὶ τρέξαν ὅλοι τους γελώντας, καὶ τριγύρω
στοὺς φτωχοφορεμένους δυὸ ζητιάνους μαζωχτῆκαν
καὶ τότ' ἔτσι τοὺς μίλησε τοῦ Εὐπείθη ὁ γιὸς ὁ Ἀντίνος·
  "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
γαστέρες αἵδ᾽ αἰγῶν κέατ᾽ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
     “Ἀκοῦστε αὐτὸ ποὺ θὰ σᾶς πῶ, λεβέντηδες μνηστῆρες.
Ἐχουμ' ἐδῶ γιδοκοιλιὲς πὰς στὴ φωτιὰ βαλμένες,
45 κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
τάων ἥν κ᾽ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
αἰεὶ αὖθ᾽ ἡμῖν μεταδαίσεται, οὐδέ τιν᾽ ἄλλον
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα."
ποὺ μ' αἷμα τὶς γεμίσαμε καὶ ξύγγι γιὰ τὸ δεῖπνο·
ὅποιος νικήση ἀπὸ τοὺς δυό, καὶ βγῆ πιὸ παλληκάρι,
ἂς σηκωθῆ, κι ἀπ' τὶς κοιλιὲς ὅποια τοῦ ἀρέση ἂς πάρη·
κι ὕστερ' ἂς τρώη αὐτὸς μ' ἐμᾶς γιὰ πάντα, καὶ κανέναν
νά 'ρχεται μέσα νὰ ζητάη δὲ θέν' ἀφήνουμε ἄλλον.”
50 ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
     Αὐτά 'πε ὁ Ἀντίνος, κι ἄρεσαν τὰ λόγια του στοὺς ἄλλους. 50
Τότε ὁ Δυσσέας ὁ τρίξυπνος μὲ πονηριὰ τοὺς κρένει·
  "ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
     “ Παιδιά, σὲ ἀγώνα δὲν μπορεῖ νὰ βγῆ μὲ νεώτερό του
γέρος σὰ μένανε ἄνθρωπος καὶ κακοπαθιασμένος·
κι ὅμως ἡ ἄπιστη ἡ κοιλιὰ νὰ χτυπηθῶ μὲ βιάζει.
55 ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
μή τις ἐπ᾽ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ."
Ὡς τόσο ἐσεῖς ἀμῶστε μου μ' ὅρκο φριχτό, καὶ πῆτε
πὼς ἄνομα κανένας σας δὲ θὰ βοηθήση ἐτοῦτον
βαρώντας με, ἀποκάτω του πιὸ εὔκολα νὰ πέσω.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
     Αὐτά εἰπε, κι ὅλοι ὁρκίστηκαν καθὼς αὐτὸς ζητοῦσε.
Καὶ στοὺς θεοὺς σὰν ἄμωσαν, καὶ πῆρε ὁ ὅρκος τέλος,
60 τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο· ξαναρχινάει ὁ γνωστικὸς Τηλέμαχος τὸ λόγο·
  "ξεῖν᾽, εἴ σ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
τοῦτον ἀλέξασθαι, τῶν δ᾽ ἄλλων μή τιν᾽ Ἀχαιῶν
δείδιθ᾽, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ᾽ αἰνεῖτον βασιλῆες,
     “Ἂν θέλη ἡ ἀντρειωμένη σου ψυχὴ νὰ τὸν ξεκάνης,
ὦ ξένε, ἐτοῦτον, ἄλλονα μὴ φοβηθῆς κανένα,
τὶ θὰ παλαίψη μὲ πολλοὺς ἐσένα ὅποιος χτυπήση.
Ξένο μου σ' ἔχω, κι εἶναι δυὸ μαζί μας βασιλιάδες·
65 Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω." ὁ Ἀντίνος κι ὁ Εὐρύμαχος, ἄντρες κι οἱ δυὸ μὲ γνώση. ”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
     Αὐτά 'λεγε ὁ Τηλέμαχος, καὶ συμφωνοῦσαν ὅλοι·
κι ὁ Ὀδυσσέας τὴ γύμνια του μὲ τὰ κουρέλια δένει,
καὶ δείχνει τότες τὰ ὄμορφα καὶ τὰ παχιὰ μεριά του,
καὶ φάνηκαν τὰ διάπλατα τὰ στήθια του κι οἱ ὦμοι,
καὶ τὰ βραχιόνια τὰ γερά· ζυγώνει κι ἡ Παλλάδα
70 ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν. σιμά καὶ τὸ βασιλικὸ κορμί του μεγαλώνει.
  μνηστῆρες δ᾽ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
Θαμάσανε κι ἀπόμειναν τότε οἱ μνηστῆρες ὅλοι,
καὶ γύριζε ἕνας κι ἔλεγε τὸν πλαγινὸ κοιτώντας·
  "ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει."
     “ Καὶ τί κακὸ ποὺ γύρεψε νὰ πάθη ὁ καψο-Ἶρος.
Γιὰ δὲς μερὶ ποὺ κρύβανε τοῦ γέρου τὰ κουρέλια. ”
75 ὣς ἄρ᾽ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
     Αὐτὰ εἶπαν, καὶ ταράχτηκε μέσα ἡ καρδιά τοῦ Ἴρου,
Ὅμως ἀφοῦ τὸν ἔζωσαν, τὸν φέραν τὰ κοπέλια
μὲ τὸ στανιό, τὶ σύγκορμος τρεμούλιαζε ἀπ' τὸ φόβο.
Κι ὁ Ἀντίνος τόνε μάλωσε κι ὀνόμασέ τον κι εἶπε·
  "νῦν μὲν μήτ᾽ εἴης, βουγάϊε, μήτε γένοιο,      “ Καὶ νὰ μὴν εἶχες γεννηθῆ βουβάλι φουσκωμένο,
80 εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
αἴ κέν σ᾽ οὗτος νικήσῃ κρείσσων τε γένηται,
πέμψω σ᾽ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
ποὺ αὐτὸν ἐσὺ τὸν ἄνθρωπο φοβᾶσαι καὶ τρομάζεις,
τὸ γέρο, κι ἂς τὸν ἔφαγαν τὰ βάσανα ποὺ τοῦ 'ρθαν.
Μὰ ἐγὼ ἕνα λόγο θὰ σοῦ πῶ, κι αὐτὸ ποὺ πῶ θὰ γίνη,
Ἂ σὲ καταπονέση αὐτός, καὶ βγῆ πιὸ παλληκάρι,
θένα σὲ στείλω στὴ στεριὰ μὲ μελανὸ καράβι,
85 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
ὅς κ᾽ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
μήδεά τ᾽ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι."
ὣς φάτο, τῷ δ᾽ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
ἐς μέσσον δ᾽ ἄναγον· τὼ δ᾽ ἄμφω χεῖρας ἀνέσχον.
στὸ βασιλέα τὸν Ἔχετο, τοῦ κόσμου ἀδικοπράχτη,
μύτη κι αὐτιὰ νὰ κόψη σου μ' ἀλύπητο μαχαίρι,
καὶ βγάζοντάς σου τὰ κρυφὰ τὰ ρίξη ὠμὰ στοὺς σκύλους. ”
Εἶπε, κι ἐκεῖνον πιότερη τὸν ἔπιασε τρομάρα,
στὴ μέση σὰν τὸν ἔφερναν. Τότες οἱ δυὸ τὰ χέρια
90 δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
ἢ ἐλάσει᾽ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
ἦέ μιν ἦκ᾽ ἐλάσειε τανύσσειέν τ᾽ ἐπὶ γαίῃ.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
ἦκ᾽ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ᾽ Ἀχαιοί.
σηκώσανε, κι ἀνάδευε στὸ νοῦ του ὁ Ὀδυσσέας,
νὰ τὸν χτυπήση, ποὺ νεκρὸς στὸν τόπο ἐκεῖ νὰ μείνη,
ἢ μ' ἕνα βάρεμα ἀλαφρὸ νὰ τόνε στρώση χάμου.
Καὶ συλλογιώντας ἔκρινε πιὸ φρόνιμο πὼς ἦταν
νὰ δώση βάρεμα ἀλαφρό, μὴν τόνε νιώσουν οἱ ἄλλοι.
95 δὴ τότ᾽ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
Ἶρος, ὁ δ᾽ αὐχέν᾽ ἔλασσεν ὑπ᾽ οὔατος, ὀστέα δ᾽ εἴσω
ἔθλασεν· αὐτίκα δ᾽ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών, σὺν δ᾽ ἤλασ᾽ ὀδόντας
λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
Σηκώνουν χέρι, καὶ χτυπάει στὸν δεξιὸν ὦμο ὁ Ἶρος.
Στὸ ζνίχι κι ὁ Δυσσέας χτυπάει, κατὰ τ' αὐτὶ ἀποκάτου,
καὶ μέσα σπάει τὰ κόκαλα· καὶ κόκκινο αἷμα τρέχει
ἀπὸ τὸ στόμα. Βόγγησε κι ἔπεσε χάμου ὁ Ἶρος,
τὰ δόντια τρίζοντας καθὼς τὰ χώματα κλωτσοῦσε.
100 χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ᾽ ἵκετ᾽ αὐλήν,
αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Σηκώσανε τὰ χέρια τους οἱ ξέλαμπροι μνηστῆρες,
κι ἀπὸ τὰ γέλια ἀπέθαναν. Τὸν παίρνει ἀπὸ τὸ πόδι,
καὶ μέσ' ἀπὸ τὸ πρόθυρο καταόξω σέρνοντάς τον,
ὁ Ὀδυσσέας τὸν ἔφερε στῶν παλατιῶν τὶς θύρες·
καὶ γέρνοντάς τον στῆς αὐλῆς τὸν τοῖχο, κάθισέ τον,
ραβδὶ στὸ χέρι τοῦ 'βαλε, καὶ φώναξε τον κι εἶπε·
105 "ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ᾽ ἀπερύκων,
μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ."
     “Κάθου αὐτοῦ τώρα, τὰ σκυλιὰ νὰ διώχνης καὶ τοὺς χοίρους,
καὶ μὴ μοῦ βγαίνης φύλακας τῶν ξένων καὶ ζητιάνων,
χαμένε, πιὸ χειρότερα γιὰ νὰ μή σοῦ 'ρθουν πάθια.”
  ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
     Αὐτά εἶπε, καὶ παλιὸν τορβὰ γεμάτο τρύπες ρίχτει
στοὺς ὤμους του, μὲ πρόστυχο σκοινί, γιὰ κρεμαστήρι,
110 ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοὶ δ᾽ ἴσαν εἴσω
ἡδὺ γελώοντες καὶ δεικανόωντ᾽ ἐπέεσσι·
καὶ στὸ κατώφλι γύρισε καὶ κάθισε. Κι οἱ ἄλλοι
μὲ γέλια μπήκανε πολλὰ καὶ τόνε προσμιλοῦσαν·
  "Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὅττι μάλιστ᾽ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
     “Ὁ Δίας κι οἱ ἀθάνατοι νὰ σοῦ χαρίζουν, ξένε,
ὅ,τι ἐσὺ πιότερο ποθεῖς, κι ὅ,τι ζητάει ἡ καρδιά σου,
ποὺ ἐτοῦτον τὸν ἀχόρταγο νὰ τρέχη δὲν ἀφῆκες
115 ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων."
στὴ χώρα μέσα· στὴ στεριὰ θένα σταλθῆ μὲ πλοῖο,
στὸ βασιλέα τὸν Ἔχετο, τοῦ κόσμου ἀδικοπράχτη ”.
  ὣς ἄρ᾽ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
Ἀντίνοος δ᾽ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
     Εἶπαν καὶ χάρηκε ὁ λαμπρὸς Δυσσέας στὰ λόγια ἐκεῖνα.
Κι ὁ Ἀντίνος ἔβαλε τρανὴ μπρός του κοιλιὰ γεμάτη
αἷμα καὶ ξύγγι· δυὸ ψωμιὰ κι ὁ Ἀμφίνομος τοῦ φέρνει
120 ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
"χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι."
ἀπ' τὸ πανέρι, μὲ χρυσὸ τὸν χαιρετάει ποτήρι,
καὶ λέει του· “ Γειά σου, ὦ ξένε μας πατέρα, καὶ νὰ σοῦ 'ρθουν
καλὰ στερνά· γιατ' εἶν' πολλὰ τὰ βάσανά σου τώρα ”.
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·      Καὶ γύρισε ὁ πολύβουλος Δυσσέας κι ἀπάντησέ του·
125 "Ἀμφίνομ᾽, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
Νῖσον Δουλιχιῆα ἐΰν τ᾽ ἔμεν ἀφνειόν τε·
τοῦ σ᾽ ἔκ φασι γενέσθαι, ἐπητῇ δ᾽ ἀνδρὶ ἔοικας.
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
     “Ἀμφίνομε, ἄνθρωπος ἐσὺ μοῦ φαίνεσαι μὲ γνώση·
τέτοιο ὄνομα ἄκουγα λαμπρὸ πὼς εἶχε κι ὁ γονιός σου,
ὁ πλούσιος κι ὁ καλόκαρδος ὁ Δουλιχιώτης Νῖσος·
ἐκείνου λέγεσαι παιδί, καὶ σὰ λεβέντης μοιάζεις.
Καὶ τώρα λόγο θὰ σοῦ πῶ, ποὺ ἐσὺ καλάκουσέ τον.
130 οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρῃ·
ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
Ἀπ' ὅσα ζοῦν καὶ σέρνουνται πάνω στὴ γῆς, κανένα
ἀπ' τὸ θνητὸ πιὸ ἀδύναμο δὲ βρίσκεται ἄλλο πλάσμα.
Ὅσο βαστιέται κι οἱ θεοὶ καλοτυχιὰ τοῦ δίνουν,
θαρρεῖ πὼς δὲν μπορεῖ κακὸ στὸν κόσμο πιὰ νὰ πάθη·
ἂν ὅμως οἱ μακαριστοὶ θεοὶ τοῦ φέρουν λύπες,
135 καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
οἷον ἐπ᾽ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ γὰρ ἐγώ ποτ᾽ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
πολλὰ δ᾽ ἀτάσθαλ᾽ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
τότες κι ἀθέλητα μπορεῖ καὶ τὶς βαστάει ἡ καρδιά του.
Τὶ ἀλλάζει τῶν θνητῶν ὁ νοῦς κι αὐτὸς κατὰ τὴ μέρα,
ποὺ τοὺς χαρίζει τῶν θεῶν κι ἀνθρώπων ὁ πατέρας.
Θά 'χα κι ἐγὼ καλοτυχιὲς καὶ πλούτια μὲς στὸν κόσμο,
μὰ μύριες ἔπραξα ἀνομιὲς μὲ τῆς ἀντρειᾶς τὴν τόλμη,
140 πατρί τ᾽ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
ἀλλ᾽ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
οἷ᾽ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
κι ἀπὸ τὴν πίστη τὴν πολλὴ σὲ ἀδέρφια καὶ πατέρα.
Λοιπὸν ποτές του τὸ ἄδικο νὰ μὴ ζητάη κανένας,
μόν' ἂς τὰ χαίρεται ἥσυχα ὅσα οἱ θεοὶ τοῦ δίνουν.
Καὶ τώρα βλέπω τί ἀνομιὲς σοφίζουνται οἱ μνηστῆρες,
ποὺ καταλοῦν τὰ χτήματα, καὶ βρίζουν τὴ γυναίκα
145 ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
οἴκαδ᾽ ὑπεξαγάγοι, μηδ᾽ ἀντιάσειας ἐκείνῳ,
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
ἐκείνου, ποὺ θαρρῶ μακριὰ ἀπὸ φίλους καὶ πατρίδα
δὲ βρίσκεται· καὶ μάλιστα κοντά 'ναι· ἐσένα τότες
θεὸς ἂς φέρη σπίτι σου, νὰ μὴν τὸν ἀντικρύσης
τὴν ὥρα ποὺ στὴν ποθητὴ πατρίδα του γυρίση·
τὶ στὸ παλάτι του ἅμα αὐτὸς πατήση, δίχως αἷμα
150 μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ." σοῦ λέω πὼς δὲ θὰ χωριστοῦν ἐκεῖνος κι οἱ μνηστῆρες ”.
  ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
ἂψ δ᾽ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
     Αὐτὰ εἶπε, καὶ σὰν ἔσταξε κι ἤπιε κρασὶ καὶ φράνθη,
ξανάθεσε στοῦ βασιλιᾶ τὰ χέρια τὸ ποτήρι.
Τότες αὐτὸς βαριόκαρδος περπάταε μὲς στὸν πύργο,
σκυμμένο τὸ κεφάλι του, γιατὶ κακὸ φοβόταν.
155 ἀλλ᾽ οὐδ᾽ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Μὰ κι ἔτσι δὲν τὸν ξέφυγε τὸ χάρο· τὶ ἡ Παλλάδα
μὲ τ' ὅπλο τοῦ Τηλέμαχου τὸν ἔκαμε νὰ πέση·
καὶ πῆγε ξανακάθισε στὸ θρόνο ποὺ εἶχε ἀφήσει.
  τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
     Τότες τῆς ἔβαλε στὸ νοῦ ἡ θεὰ ἡ γαλανομάτα,
τῆς φρόνιμης βασίλισσας καὶ κόρης τοῦ Ἰκαρίου,
160 μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
ἀχρεῖον δ᾽ ἐγέλασσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
μπρὸς στοὺς μνηστῆρες νὰ φανῆ, κι ἐλπίδα στὴν ψυχή τους 160
νὰ φέρη μεγαλύτερη, καὶ λατρευτὴ νὰ γίνη
στὸ γιό της καὶ στὸν ἄντρα της περσότερο ἀπὸ πρῶτα.
Καὶ λαφρογέλασε ἄκαρδα, καὶ στὴν κελάρισσα εἶπε·
  "Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,      “ Θέλει, Εὐρυνόμη, ὅσο ἄλλοτες δὲν ἤθελε ἡ καρδιά μου,
165 μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
οἵ τ᾽ εὖ μὲν βάζουσι, κακῶς δ᾽ ὄπιθεν φρονέουσι."
μπρὸς στοὺς μνηστῆρες νὰ φανῶ, κι ἂς εἶν' καὶ μισητοί μου,
καὶ στὸ παιδάκι μου νὰ πῶ δυὸ λόγια γιὰ καλό του,
νὰ μὴν πολυξανοίγεται μὲ τοὺς κακούς μνηστῆρες,
ποὺ πάντα τοῦ γλυκομιλοῦν, μὰ κρύβει μαῦρα ὁ νοῦς τους.”
  τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·      Καὶ τότες ἡ κελάρισσα της εἶπε ἡ Εὐρυνόμη·
170 "ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
χρῶτ᾽ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
μηδ᾽ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
“ Καλὰ καὶ συσταζούμενα τὰ λὲς αὐτά, παιδί μου,
κι ἄμε τοῦ γιοῦ σου νὰ τὰ πῆς, κρυφὰ μὴν τὰ φυλάγης·
μὰ νίψου πρῶτα, κι ἄλειψε τὴν ὄψη σου μὲ λάδι,
μὴν ἔρχεσαι μὲ πρόσωπο θαμπὸ καὶ δακρυσμένο,
τ' εἶναι κακὸ νὰ φαίνεσαι πάντα γιομάτη πίκρα,
175 ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι."
τώρα δὰ ποὺ ἄντρας γένηκε, στοὺς θεοὺς καθὼς τὸ εὐκόσουν,
μιὰ μέρα νὰ τὸν ἀξιωθῆς μὲ γένια φυτρωμένα.”
  τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
χρῶτ᾽ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη γύρισε τότες κι εἶπε·
“Ἀν καὶ πονῆς με, ὅμως αὐτὰ μὴ μοῦ τὰ λές, καλή μου,
ἐγὼ μαθὲς νὰ νίβουμαι, τὴν ὄψη μου ν' ἀλείβω·
180 ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
οἴη δ᾽ οὐκ εἴσειμι μετ᾽ ἀνέρας· αἰδέομαι γάρ."
τὶ ἐμένα οἱ θεοὶ οἱ ἀθάνατοι τὰ κάλλη μου ἀφανίσαν,
ἀφότου ἐκεῖνος ἔφυγε μὲ τὰ βαθιὰ καράβια.
Μόνε τῆς Ἱπποδάμειας πὲς καὶ τῆς Αυτονόης,
νά 'ρθουν νὰ μὲ παρασταθοῦν μὲς στὸ παλάτι οἱ δυό τους
τὶ ντρέπουμαι μονάχη μου νὰ πάω στοὺς ἄντρες μέσα.”
185 "ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
     Εἶπε, καὶ διάβηκε ἡ γριὰ πομέσα ἀπ' τὸ παλάτι,
νὰ πάη νὰ δώση μήνυμα τῶ γυναικῶνε νά 'ρθουν.
  ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
     Τότε ἄλλο συλλογίστηκε ἡ θεὰ ἡ γαλανομάτα·
μὲ ὕπνο γλυκὸ περέχυσε τοῦ Ἰκάριου τὴν κόρη,
καὶ πλάγιασε, κοιμήθηκε, καὶ λύθηκαν οἱ ἁρμοί της
190 αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δ᾽ ἄρα δῖα θεάων
ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ᾽ Ἀχαιοί.
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
χρίεται, εὖτ᾽ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
καθὼς κοιτότανε· κι ἡ θεὰ μὲ δῶρα τὴ στολίζει
ἀθάνατα, ποὺ οἱ Ἀχαιοὶ θωρώντας, νὰ θαμάζουν.
Καὶ πρῶτα ἀμάραντη ὀμορφιὰ στὴν ὄψη της ἁπλώνει,
σὰν τῆς ὡριοστεφάνωτης τὴν ὀμορφιά Κυθέρειας,
στὸν ἐρωτιάρικο χορὸ σὰν μπαίνη τῶ Χαρίτων·
195 καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
λευκοτέρην δ᾽ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
ἡ μὲν ἄρ᾽ ὣς ἔρξασ᾽ ἀπεβήσετο δῖα θεάων,
ἦλθον δ᾽ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
τὴν ἔκαμε καὶ πιὸ ἁψηλή, καὶ πιὸ τρανὴ στὴν ὄψη,
κι ἀπ' τὸ κοφτὸ τὸ φίλντισὶ πιὸ λαμπερὴ καὶ πιὸ ἄσπρη.
Αὐτὰ σὰν ἔκαμε, ἔφυγε ἡ θεὰ ἡ γαλανομάτα·
κι ἀπ' τὸ παλάτι φτάσανε οἱ ἀσπροχεροῦσες βάγιες,
κι ἀπ' τὸν κατάγλυκο ὕπνο της τὴν ξύπνησε ἡ φωνή τους.
200 καί ῥ᾽ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· Τὴν ὄψη μὲ τὰ χέρια της ἔτριψε τότες, κι εἶπε·
  "ἦ με μάλ᾽ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψεν.
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
αὐτίκα νῦν, ἵνα μηκέτ᾽ ὀδυρομένη κατὰ θυμὸν
αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
     “Ὑπνος ποὺ μ' ηὖρε μαλακὸς τὴν κακοπαθιασμένη.
Μακάρι τέτοιο θάνατο νὰ μοῦ 'δινε ἡ παρθένα
ἡ Ἄρτεμη, ποὺ ὁλοζῲς στὰ δάκρυα νὰ μή λυώνω,
τὶς χάρες τὶς ἀρίθμητες ποθώντας τοῦ ἀκριβοῦ μου
205 παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν." τοῦ ἀντρός, ποὺ ἀπ' ὅλους ἤτανε τοὺς Ἀχαιοὺς ὁ πρῶτος.”
  ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
     Αὐτὰ σὰν εἶπε, ἀπ' τὰ λαμπρὰ κατέβηκε τ' ἀνώγια,
μόνη της ὄχι· ἀντάμα της δυὸ βάγιες κατεβῆκαν.
Κι ἡ ζουλεμένη ἀρχόντισσα σὰν πῆγε στοὺς μνηστῆρες,
σιμὰ στὸ στύλο στάθηκε τῆς δουλεμένης στέγης,
210 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
τῶν δ᾽ αὐτοῦ λύτο γούνατ᾽, ἔρῳ δ᾽ ἄρα θυμὸν ἔθελχθεν,
πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
ἡ δ᾽ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
σηκώνοντας στὸ πρόσωπο τὸ λαμπερὸ φακιόλι,
μὲ τὶς παραστεκάμενες ἀπὸ τὶς δυὸ πλευρές της.
Κι ἐκεῖνοι, γλυκοτρέμοντας ἀπ' τὴν πολλὴ λαχτάρα,
εὐκόταν τὴν ἀγάπη της μιὰ μέρα νὰ χαροῦνε.
Καὶ τότες αὐτὴ μίλησε τοῦ ἀκριβογιοῦ της, κι εἶπε·
215 "Τηλέμαχ᾽, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
παῖς ἔτ᾽ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε᾽ ἐνώμας·
νῦν δ᾽, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
     “ Σοῦ 'φυγε ὁ νοῦς, Τηλέμαχε, καὶ λογισμὸ δὲν ἔχεις.
Παιδὶ σὰν ἤσουν, πιότερα σοφίζουνταν ὁ νοῦς σου·
καὶ τώρα ποὺ μεγάλωσες, καὶ παλληκάρι γίνης,
κι ὅποιος τηράει τὴν ὀμορφιὰ καὶ τὴν κορμοστασιά σου
θὰ πῆ πὼς εἶσαι ἀρχόντου γιός, ὅμως δὲν ἔχεις τώρα
220 οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
τὰ φρένα σου σὰν ἄλλοτες, καὶ λείπει ὁ λογισμός σου.
Δές, πῶς αὐτὸ τὸ κάμωμα μὲς στὸ παλάτι ἀφῆκες
νὰ γίνη· ξένος ἄξαφνα νὰ κακοπάθη ὀμπρός σου.
Μὰ ἂν πάθαινε μαθὲς κι αὐτὸς ποὺ κάθεται ἐκεῖ τώρα,
παρόμοιο μεταχείρισμα σκληρὸ μὲς στὸ παλάτι,
225 σοί κ᾽ αἶσχος λώβη τε μετ᾽ ἀνθρώποισι πέλοιτο." πόση ἀτιμιά, καὶ τί ντροπὴ σ' ὅλον τὸν κόσμο θά 'χες. ”
  τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ᾽ ἔτι νήπιος ἦα.
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τῆς κρένει·
“ Δὲν τὸ παραξενεύουμαι, μανοὺλα, ποὺ χολώνεις·
μὰ ὅλα στὸ νοῦ μου τά 'χω ἐγώ, κι ὅλα τὰ ξεδιαλύνω,
καὶ τὸ καλὸ καὶ τὸ κακό, τὶ πιὰ μωρὸ δὲν εἶμαι.
230 ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
οἵδε κακὰ φρονέοντες, ἐμοὶ δ᾽ οὐκ εἰσὶν ἀρωγοί.
οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
μνηστήρων ἰότητι, βίῃ δ᾽ ὅ γε φέρτερος ἦεν.
Ὅμως σωστὰ τὸ καθετις δὲ δύνομαι νὰ κρίνω,
τὶ ἄλλος ἐδῶ κι ἄλλος ἐκεῖ τὰ φρένα μου σαστίζουν,
αὐτοὶ ἐδῶ οἱ κακόβουλοι, κι ἐγὼ βοηθοὺς δὲν ἔχω.
Ὡς τόσο σὰν ποὺ θέλανε δὲν τέλειωσε τοῦ ξένου
καὶ τοῦ Ἴρου ἡ μάχη· πιὸ γερὸς καὶ δυνατὸς ὁ ξένος.
235 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
οἱ δ᾽ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
ὡς νῦν Ἶρος κεῖνος ἐπ᾽ αὐλείῃσι θύρῃσιν
Ἄχ, Δία πατέρα, κι Ἀθηνᾶ, κι Ἀπόλλωνα, ἂς μποροῦσα
νὰ δῶ μὲς στὰ παλάτια μας ἐτούτους τοὺς μνηστῆρες
νὰ γέρνουν τὰ κεφάλια τους πεσμένοι ἄλλοι ἐδῶ μέσα,
ἄλλοι παρόξω στὴν αὐλή, κορμιὰ παραλυμένα,
καθὼς κι ὁ Ἶρος κάθεται κεῖ στῆς αὐλῆς τὴ θύρα,
240 ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
οὐδ᾽ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
οἴκαδ᾽, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται."
καὶ γέρνει τὸ κεφάλι του σὰ νά 'ταν μεθυσμένος,
κι ὄρθιος στὰ πόδια νὰ σταθῆ δὲ δύνεται, καὶ μήτε
νὰ σύρη πίσω σπίτι του, κορμὶ παραλυμένο.”
  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Εὐρύμαχος δ᾽ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
     Αὐτὰ λαλοῦσαν κι ἔλεγαν ἐκεῖνοι ἀνάμεσο τους·
καὶ μίλησε ὁ Εὐρύμαχος τῆς Πηνελόπης κι εἶπε·
245 "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
εἰ πάντες σε ἴδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί,
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
ἠῶθεν δαινύατ᾽, ἐπεὶ περίεσσι γυναικῶν
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας."
     “Ὦ Πηνελόπη φρόνιμη, τοῦ Ἰκάριου θυγατέρα,
ἂν ὅλοι τοῦ Ἄργους οἱ Ἀχαιοὶ σὲ βλέπανε δωπέρα,
πιότεροι θὰ τρωγόπιναν μνηστῆρες στὰ παλάτια
τ' ἀπόταχο, γιατ' εἶσαι ἐσὺ τῶ γυναικῶν ἡ πρώτη,
στὸ κάλλος καὶ στ' ἀνάστημα, καὶ στὰ σωστά σου φρένα. ”
250 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια·
"Εὐρύμαχ᾽, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη τοῦ ἀπάντησε καὶ τοῦ εἶπε·
“ Εὐρύμαχε, τὶς χάρες μου, τὰ κάλλη, τὸ κορμί μου,
τ' ἀφάνισαν οἱ ἀθάνατοι, στὴν Τρωάδα σὰν κινῆσαν
οἱ Ἀργῖτες, καὶ μ' αὐτοὺς μαζὶ κι ὁ ἄντρας μου ὁ Δυσσέας.
Ἐκεῖνος ἂν ἐρχότανε τὴ ζωή μου νὰ φροντίζη,
255 μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
νῦν δ᾽ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
ἦ μὲν δὴ ὅτε τ᾽ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
"ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
πιὸ δοξασμένο καὶ λαμπρὸ θένα' ταν τ' ὄνομά μου.
Τώρα ἔχω λύπες, τὶ πολλὰ δεινὰ μοῦ φέρνει ἡ μοῖρα.
Ἄχ, τότες ποὺ ἀπ' τὴν ποθητὴ πατρίδα ξεκινοῦσε,
θυμᾶμαι πὼς ἀπ' τὸ δεξὶ μ' ἔπιασε χέρι, κι εἶπε·
“ Γυναίκα, δὲ στοχάζουμαι πὼς οἱ φτερόποδοι ὅλοι
260 ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
ἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
Ἀχαιοὶ θένα γυρίσουνε γεροὶ ἀπὸ τήν Τρωάδα·
τὶ λὲν πὼς πολεμόχαροι κι οἱ Τρωαδῖτες ὄντας,
κι ἀπὸ κοντάρι ξέρουνε, κι ἀπὸ δοξάρι νιώθουν
καὶ σὲ γοργόποδα ἄλογα ἀνεβαίνουν, καὶ τὸν ὅμοιο
ἀποφασίζουν μονομιὰς ἀγώνα τοῦ πολέμου.
265 τῷ οὐκ οἶδ᾽ ἤ κέν μ᾽ ἀνέσει θεός, ἦ κεν ἁλώω
αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
Ἔτσι, δὲν ξέρω ἂν ὁ θεὸς θ' ἀφήση νὰ γυρίσω,
ἢ ἐκεῖ στὴν Τροία ἂν θὰ χαθῶ· κι ἐδῶ σὺ νοιάζου τα ὅλα,
τὴ μάνα καὶ τὸν κύρη μου σὰν τώρα φρόντιζέ τους,
ἢ καὶ καλύτερα, ὅσο 'γὼ βρίσκουμ' ἐκεῖ στὰ ξένα·
καὶ τοῦ παιδιοῦ μας ἅμα δῆς τὰ γένια νὰ φυτρώνουν
270 γήμασθ᾽ ᾧ κ᾽ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
"κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
νὺξ δ᾽ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
τότε ἄφησε τὸ σπίτι σου, πάρε ὅποιον θέλεις ἄντρα.”
Ἐκεῖνος τέτοια μοῦ 'λεγε, κι ὅλα τελιοῦνται τώρα,
κι ἡ νύχτα δὲ θ' ἀργήση πιὰ τοῦ μαύρου γάμου ἐμένα,
τῆς ἔρμης, ποὺ μοῦ τό 'σβησε τὸ ριζικό μου ὁ Δίας.
Μὰ κι ἄλλος πόνος φοβερὸς ἀγγίζει τὴν καρδιά μου·
275 μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
οἵ τ᾽ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
αὐτοὶ τοί γ᾽ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
τέτοιες δὲν εἶχαν ἄλλοτες συνήθειες οἱ μνηστῆρες·
ἀρχοντοκόρη ἂν θέλανε νὰ πάρουν ζουλεμένη,
κι ἀνάμεσό τους μάχονταν ποιὸς νὰ τὴν κάμη νύφη,
βόδια μαζί τους φέρνανε κι ἀρνιὰ καλοθρεμμένα,
γιὰ τοὺς δικοὺς τῆς κορασιᾶς, κι ὥρια τῆς δίναν δῶρα,
280 ἀλλ᾽ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν." μὰ ξένα πλούτια χάρισμα δὲν τρώγανε ποτές τους.”
  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
     Αὐτὰ εἶπε, κι ὁ πολύπαθος χαιρότανε Ὀδυσσέας,
ποὺ πάσκιζε τὰ δῶρα τους νὰ πάρη, καὶ μὲ λόγια
γλυκὰ γλυκὰ τοὺς μάγευε, μὰ ὁ νοῦς της ἄλλα ζήτα.
  τὴν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,      Κι ὁ Ἀντίνος τοῦ Εὐπείθη ὁ γιὸς ἀπάντησέ της κι εἶπε·
285 "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
δῶρα μὲν ὅς κ᾽ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ᾽ ἐνεῖκαι,
δέξασθ᾽. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος."
“Ὦ Πηνελόπη φρόνιμη, τοῦ Ἰκάριου θυγατέρα,
ὅποιος ἐδῶ ἀπ' τοὺς Ἀχαιοὺς θέλει νὰ φέρνη δῶρα,
δέχου τα· δὲν εἶναι καλὸ χαρίσματα ν' ἀρνιέσαι·
μὰ ἐμεῖς, μήτε στὰ χτήματα, μήτε κι ἀλλοῦ δὲν πᾶμε,
πρὶ νὰ διαλέξης ἄντρα σου τῶν Ἀχαιῶν τὸν πρῶτο. ”
290 ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος·
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
ποικίλον· ἐν δ᾽ ἀρ᾽ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
χρύσειαι, κληῖσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
     Αὐτά 'πε ὁ Ἀντίνος, κι ἄρεσαν τὰ λόγια του στοὺς ἄλλους,
κι ἔστειλαν ὅλοι κήρυκα τὰ δῶρα νὰ τοὺς φέρη.
Τοῦ Ἀντίνου πέπλο φέρανε πανώριο καὶ μεγάλο,
καὶ πλουμιστό, μὲ δώδεκα μαλαματένιες κόπτσες
ποὺ στὰ θηλύκια ταίριαζαν τὰ ὀμορφολυγισμένα.
295 ὅρμον δ᾽ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ᾽ ἔνεικε.
χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
ἕρματα δ᾽ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
τρίγληνα μορόεντα· χάρις δ᾽ ἀπελάμπετο πολλή.
ἐκ δ᾽ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
Τοῦ Εὐρύμαχου περίτεχνη τοῦ φέραν ἁλυσίδα,
κεχριμπαρένια καὶ χρυσή, ποὺ ἔφεγγε σὰν τὸν ἥλιο.
Οἱ δοῦλοι τοῦ Εὐρυδάμαντα δυὸ σκουλαρίκια φέραν,
μὲ τρία σὰ μοῦρα, ὁλόλαμπρα, πετράδια τὸ καθένα.
Κι ὁ βασιλέας ὁ Πείσαντρος, ὁ γιὸς τοῦ Πολυχτόρου,
300 ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
ἄλλο δ᾽ ἄρ᾽ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
δῶρο ἔστειλε πανόμορφο σφανταχτερὸ γιορντάνι.
Ὅμοια κι οἱ ἄλλοι οἱ Ἀχαιοὶ προσφέρνανε στολίδια.
  ἡ μὲν ἔπειτ᾽ ἀνέβαιν᾽ ὑπερώϊα δῖα γυναικῶν,
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
     Κατόπι ἡ θεία ἡ δέσποινα στ' ἀνώγια της ἀνέβη,
κι οἱ βάγιες ἀκολούθησαν μὲ τὰ πανώρια δῶρα.
Ἐκεῖνοι πάλε μὲ χορούς καὶ μὲ γλυκὰ τραγούδια
305 τρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
γλεντίζανε, προσμένοντας ὡσποὺ νὰ ρθῆ τὸ βράδυ·
καὶ καθὼς γλέντιζαν τ' ἀχνὸ κατέβηκε τὸ βράδυ,
Στήσανε τότες δυὸ φανοὺς νὰ φέγγουνε, καὶ βάλαν
ξύλα στεγνὰ κι ὁλόξερα καὶ νιοσκισμένα γύρω,
ποὺ σμίγοντάς τα μὲ δαδιὰ τὰ κράτααν ἀναμμένα
310 καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δ᾽ ἀνέφαινον
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
"δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ αἰδοίη βασίλεια·
οἱ δοῦλες τοῦ ἀντρειόψυχου Δυσσέα μὲ τὴν ἀράδα.
Σ' αὐτὲς τότε ὁ πολύβουλος κι ὁ θεϊκὸς Δυσσέας
μίλησε· “Δοῦλες τοῦ τρανοῦ τοῦ Ὀδυσσέα, ποὺ λείπει
στὰ ξένα χρόνους καὶ καιρούς, ἀμέτε ἐκεῖ ποὺ μνήσκει
ἡ σεβαστὴ ἡ βασίλισσα, καὶ πιάστε ἐκεῖ τὴ ρόκα,
315 τῇ δὲ παρ᾽ ἠλάκατα στροφαλίζετε, τέρπετε δ᾽ αὐτὴν
ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
ἤν περ γάρ κ᾽ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλ᾽ εἰμί."
ἢ γνέθετε γιὰ γλέντι της, σιμά της καθισμένες,
καὶ σ' ὅλους τούτους πού 'ναι ἐδῶ μπορῶ καὶ φέγγω ἀτός μου,
Μὰ ἀκόμα κι ἂν προσμένουνε τὴν ὥρια Αὐγούλα νά 'ρθη,
δὲ μὲ τρομάζουνε· τὶ ἐγὼ βαστῶ σὲ κάθε κόπο.”
320 ὣς ἔφαθ᾽, αἱ δ᾽ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
τὸν δ᾽ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ᾽ ἄρ᾽ ἀθύρματα θυμῷ·
ἀλλ᾽ οὐδ᾽ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
     Εἶπε, κι ἐκεῖνες γέλασαν, κι εἶδαν ἡ μιὰ τὴν ἄλλη.
Μὰ ἡ Μελανθὼ τότε ἄσκημα τοῦ μίλησε ἡ ὀμορφούλα,
ποὺ τοῦ Δολίου ἦταν παιδί, μὰ καλανάθρεψέ την
ἡ Πηνελόπη, καὶ λαμπρὰ τῆς χάριζε παιχνίδια·
ὅμως τὴν Πηνελόπη αὐτὴ δὲ συμπονοῦσε τώρα,
325 ἀλλ᾽ ἥ γ᾽ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
παρὰ μὲ τὸν Εὐρύμαχο κρυφὲς ἀγάπες εἶχε.
Αὐτὴ τοῦ κακομίλησε μὲ πεῖσμα τοῦ Ὀδυσσέα·
  "ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
οὐδ᾽ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
ἠέ που ἐς λέσχην, ἀλλ᾽ ἐνθάδε πόλλ᾽ ἀγορεύεις,
     “ Καημένε ξένε, ποὺ θαρρῶ ξεκουτιασμένος εἶσαι,
δὲν πᾶς μὲς σὲ χαλκιάδικο νὰ κοιμηθῆς, ἢ χάνι,
μόνε ἦρθες καὶ μωρολογᾶς ἐδῶ μὲ τόσο θάρρος,
330 θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν, οὐδέ τι θυμῷ
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
[ σ' αὐτοὺς τοὺς ἄντρες ὀμπροστὰ χωρὶς νὰ νιώθης φόβο ;
Γιὰ τὸ κρασὶ σὲ ζάλισε, γιὰ τέτοια πάντα θά 'ναι
τὰ φρένα σου, καὶ κάθεσαι καὶ μᾶς λαλεῖς τοῦ βρόντου ].
Ή καμαρώνεις ποὺ ἔρριξες τὸν Ἶρο τὸ ζητιάνο ·,
Κοίτα μὴν ἄλλος ἄξαφνα καλυτερός του σοῦ 'ρθη,
335 ὅς τίς σ᾽ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ."
καὶ μὲ τ' ἀντρίκια χέρια του τὰ καύκαλα σοῦ σπάση,
καὶ βουτημένο στὰ αἵματα σὲ διώξη ἀπ' τὸ παλάτι. ”
  τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
"ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ᾽ ἀγορεύεις,
κεῖσ᾽ ἐλθών, ἵνα σ᾽ αὖθι διὰ μελεϊστὶ τάμῃσιν."
     Καὶ λέει ἀγριοκοιτώντας την ὁ ρήγας ὁ Ὀδυσσέας·
“Θὰ τρέξω, τοῦ Τηλέμαχου νὰ τὰ μηνύσω, ὦ σκύλα,
αὐτὰ ποὺ λές, νὰ ρθῆ μεμιὰς κομμάτια νὰ σὲ κόψη.”
340 ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
βὰν δ᾽ ἴμεναι διὰ δῶμα, λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης
ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
     Μ' αὐτὰ τὰ λόγια δείλιασαν ἀμέσως οἱ γυναῖκες·
τοὺς κόπησαν τὰ ἥπατα, καὶ σκόρπισαν καὶ φύγαν
περίτρομες, τὶ πίστευαν πὼς εἶπε τὴν ἀλήθεια.
Στοὺς ἀναμμένους τοὺς φανοὺς στάθηκε τότε ἐκεῖνος
νὰ φέγγη, καὶ στὸ πρόσωπο θωροῦσε τὸν καθέναν,
345 ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥ᾽ οὐκ ἀτέλεστα γένοντο. μὰ ἄλλα στὸ νοῦ του γύριζε, ποὺ ἀτέλεστα δὲ μεῖναν.
  μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ᾽ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν,
     Κι ἡ Ἀθηνᾶ δὲν ἄφηνε τοὺς θεότολμους μνηστῆρες
νὰ παύουν τὴν κακογλωσσιά, γιὰ νὰ κατέβη ὁ πόνος
ἀκόμα πιὸ βαθύτερα στοῦ Ὀδυσσέα τὰ σπλάχνα.
Καὶ πρῶτος ὁ Εὐρύμαχος, ὁ γόνος τοῦ Πολύβου,
350 κερτομέων Ὀδυσῆα· γέλω δ᾽ ἑτάροισιν ἔτευχε. τὸν Ὀδυσσέα πείραζε, γιὰ νὰ γελοῦν οἱ φίλοι·
  "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
οὐκ ἀθεεὶ ὅδ᾽ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
     “Ἀκοῦτε με, ὦ τῆς δοξαστῆς βασίλισσας μνηστῆρες,
τὰ ὅσα μέσα μου ἀγρικῶ νὰ σᾶς τᾶ φανερώσω.
Δὲν ἦρθε αὐτὸς χωρὶς βουλὴ θεοῦ μὲς στὸ παλάτι
τοῦ Ὀδυσσέα· σὰν τὰ δαδιὰ κι ἡ κεφαλή του φέγγει,
355 κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ᾽ ἠβαιαί." τὶ ἀπάνω της δὲν ἔμεινε μικρὴ ἢ μεγάλη τρίχα.”
  ἦ ῥ᾽, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
"ξεῖν᾽, ἦ ἄρ κ᾽ ἐθέλοις θητευέμεν, εἴ σ᾽ ἀνελοίμην,
ἀγροῦ ἐπ᾽ ἐσχατιῆς--μισθὸς δέ τοι ἄρκιος ἔσται--
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
     Καὶ τοῦ Ὀδυσσέα κουβέντιασε, τοῦ καστροπολεμίτη·
“Θὰ 'ρχόσουν τάχα ἀργάτης μου, ἂ σὲ ζητοῦσα, ὦ ξένε,
σὲ κάποιαν ἄκρη χωραφιῶν, μὲ πλερωμή, νὰ φέρνης
λιθάρια γιὰ τοὺς φράχτες μου, καὶ δέντρα νὰ φυτεύης;
360 ἔνθα κ᾽ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
εἵματα δ᾽ ἀμφιέσαιμι ποσίν θ᾽ ὑποδήματα δοίην.
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθες, οὐκ ἐθελήσεις
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
βούλεαι, ὄφρ᾽ ἄν ἔχῃς βόσκειν σὴν γαστέρ᾽ ἄναλτον."
Ἐκεῖ θροφὴ θὰ σοῦ 'δινα, καὶ μὲ τὸ παραπάνω,
καὶ θά 'χες καὶ φορέματα, καὶ τὰ ποδήματά σου.
Μὰ τώρα ποὺ κακόμαθες, δουλειὰ δὲ θὲς νὰ πιάσης
μόνε σ' ἀρέσει σὲ χωριὰ νὰ σέρνεσαι καὶ χῶρες,
νὰ θρέφης μὲ τὴ διακονιὰ τὴ λαίμαργη, κοιλιά σου”.
365 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"Εὐρύμαχ᾽, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ᾽ ἤματα μακρὰ πέλονται,
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
     Καὶ γύρισε ὁ πολύβουλος Δυσσέας κι ἀπολογήθη·
“Ἤθελ' ἀλήθεια στὴ δουλειὰ νὰ παραβγοῦμε οἱ δυό μας
τὴν ἄνοιξη, ὦ Εὐρύμαχε, ποὺ μεγαλώνει ἡ μέρα,
πὰς στὸ γρασίδι· νὰ κρατῶ καλόγερτο δρεπάνι,
παρόμοιο νὰ κρατᾶς κι ἐσὺ, καὶ νὰ δοκιμαστοῦμε,
370 νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
εἰ δ᾽ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δ᾽ εἴη, εἴκοι δ᾽ ὑπὸ βῶλος ἀρότρῳ·
ὡς τὸ σκοτάδι νηστικοί, καὶ νά 'χη ἐκεῖ χορτάρι.
Ἢ καὶ δυὸ βόδια ἂν εβρισκα λαμπρὰ νὰ κυβερνήσω,
μεγάλα καὶ βασταγερά, γρασίδι χορτασμένα,
ὁμήλικα, συνταιριαστά, μὲ δύναμη περίσσια,
ποὺ ὁ κάθε σβῶλος τῆς σποριᾶς νὰ πέφτη ὀμπρὸς στ' ἀλέτρι,
375 τῷ κέ μ᾽ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
εἰ δ᾽ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
τῷ κέ μ᾽ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
θὰ μ' ἔβλεπες πὼς θ' ἄνοιγα τ' αὐλάκι πέρα ὡς πέρα.
Κι ἂν ἀπὸ κάπου πόλεμο σήκωνε ὁ γιὸς τοῦ Κρόνου
σήμερα, κι εἶχα ἀσπίδα ἐγώ, καὶ δυὸ μαζὶ κοντάρια,
κι ὁλόχαλκο περίκρανο στὴν κεφαλὴ ἁρμοσμένο,
μὲς στοὺς προμάχους θά 'βλεπες ἐμένα πρῶτο πρῶτο,
380 οὐδ᾽ ἄν μοι τὴν γαστέρ᾽ ὀνειδίζων ἀγορεύοις.
ἀλλὰ μάλ᾽ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
καὶ δὲ θὰ κατηγόρειες με ποτὲς γιὰ τὴν κοιλιά μου.
Μὰ εἶσαι κακόβουλος ἐσὺ, κι εἶναι σκληρὴ ἡ καρδιά σου·
κι ὅμως μεγάλος καὶ πολὺς φαντάζεσαι πὼς εἶσαι,
ἂν καὶ μὲ λίγους σμίγεσαι, καὶ τούτους ὄχι ἀντρείους.
Ἀνίσως στὴν πατρίδα του γυρίση ὁ Ὀδυσσέας,
385 αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ᾽ ἐόντα,
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε."
οἱ θύρες οἱ τετράπλατες ὀμπρός σου θὰ στενέψουν,
θὰ φεύγης ἀπ' τὰ πρόθυρα νὰ τιναχτῆς στοὺς δρόμους.”
  ὣς ἔφατ᾽, Εὐρύμαχος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
     Αὺτἀ εἶπε, καὶ βαρύτερα ὁ Εὐρύμαχος χολιάζει,
κι ἀγριοκοιτώντας τον λαλεῖ μὲ φτερωμένα λόγια.
  "ἆ δείλ᾽, ἦ τάχα τοι τελέω κακόν, οἷ᾽ ἀγορεύεις      “ Κακὰ θὰ πάθης μὰ τὸ ναί, παλιάνθρωπε, ἀπὸ μένα,
390 θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν, οὐδέ τι θυμῷ
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;"
ποὺ ὀμπρὸς σ' αὐτοὺς μωρολογᾶς χωρὶς νὰ νιώθης φόβο·
γιὰ τὸ κρασὶ σὲ ζάλισε, γιὰ τέτοια πάντα θά 'ναι
τὰ φρένα σου, καὶ κάθεσαι καὶ μοῦ λαλεῖς τοῦ βρόντου.
Ἤ καμαρώνεις ποὺ ἔρριξες τὸν Ἶρο τὸ ζητιάνο ; ”
  ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς      Αὐτὰ εἶπε, κι ἄδραξε σκαμνί· καὶ τότες ὁ Ὀδυσσέας
395 Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
Εὐρύμαχον δείσας· ὁ δ᾽ ἄρ᾽ οἰνοχόον βάλε χεῖρα
δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
αὐτὰρ ὅ γ᾽ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
φοβήθηκε καὶ κάθισε στοῦ Ἀμφίνομου τὸ γόνα·
καὶ χτύπησε ὁ Εὐρύμαχος πὰς στὸ δεξὶ τὸ χέρι
τὸν κεραστή· καὶ μὲ βουητό κυλίστηκε ὁ προχύτης,
κι αὐτὸς ἀνάμεσα ἔπεσε στὰ χώματα βογγώντας.
Κι οἱ ἄλλοι στὰ βαθιόσκιωτα παλάτια ὀχλαλοοῦσαν·
400 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· κι ἀπ' αὐτοὺς κάποιος ἔλεγε τηρώντας πλαγινό του·
  "αἴθ᾽ ὤφελλ᾽ ὁ ξεῖνος ἀλώμενος ἄλλοθ᾽ ὀλέσθαι
πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ."
     “ Νά 'χε χαθῆ στὴν ἐρημιὰ πρὶν ἔρθη αὐτὸς ὁ ξένος,
δὲ θένα σήκωνε μαθὲς τέτοια βουὴ ἐδωπέρα.
Καὶ τώρα λογοφέρνουνε γιὰ ζήτουλους, καὶ γλύκα
δὲν ἔχουν τὰ τραπέζια μας, μόν' τό κακό πρωτεύει. ”
405 τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
"δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμ᾽ ὀροθύνει.
ἀλλ᾽ εὖ δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες,
ὁππότε θυμὸς ἄνωγε· διώκω δ᾽ οὔ τιν᾽ ἐγώ γε."
     Καὶ τότες ὁ Τηλέμαχος τοὺς ἔλεγε ὁ λεβέντης·
“ Κακότυχοι, φρενιάζετε, καὶ δὲν μπορεῖ πιὰ ὁ νοῦς σας
μηδὲ πιοτὸ μηδὲ φαῒ νὰ κρύψη· θεὸς σᾶς σπρώχνει.
Τώρα ποὺ καλοφάγατε, στὸ σπίτι σας καθένας
ἀμέτε καὶ συχάζετε· δὲ διώχνω ἐγὼ κανέναν.”
410 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
     Αὐτὰ εἶπε, καὶ δαγκάνοντας τὰ χείλη τους ἐκεῖνοι,
θαμάζαν τὸν Τηλέμαχο, πόσο ἀνοιχτὰ μιλοῦσε.
Καὶ τότες ὁ Ἀμφίνομος ξαγόρεψέ τους κι εἶπε,
ὁ δοξαστὸς τοῦ Νίσου γιὸς καὶ τοῦ Ἀρήτου ἀγγόνι·
  "ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ      “ Παιδιά, σὰ μᾶς μιλοῦν σωστά, δὲν πρέπει ἐμεῖς ἀγνάντια
415 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ᾽ ἰόντες·
λαλὼντας νὰ θυμώνουμε καὶ νὰ λογομαχοῦμε.
Τὸν ξένο μὴν τὸν βρίζετε, μήτε κανέναν ἄλλον
ἀπὸ τοὺς δούλους τοῦ θεϊκοῦ Δυσσέα στὰ παλάτια·
Μόν' ἂς ἀρχίση ὁ κεραστής, καὶ στάξιμο σὰ γίνη,
πηγαίνουμε στὰ σπίτια μας νὰ πέσουμε στὸν ὕπνο·
420 τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα."
τὸν ξένο τὸν ἀφήνουμε στὸν πύργο τοῦ Ὀδυσσέα·
ἱκέτη του ὁ Τηλέμαχος τὸν ἔχει, κι ἂς νοιαστῆ τον. ”
  ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
κῆρυξ Δουλιχιεύς· θεράπων δ᾽ ἦν Ἀμφινόμοιο·
     Εἶπε, καὶ σ' ὅλους εὔλογα τὰ λόγια του φανῆκαν.
Κι ὁ ἥρωας Μούλιος, κήρυκας, τοῦ Ἀμφίνομου κοπέλι,
μὲς στὸ κροντήρι τὸ κρασὶ καλόσμιξε, καὶ σὲ ὅλους
425 νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
βάν ῥ᾽ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος.
γύρω τὸ μοίρασε. Κι αὐτοὶ στοὺς ἀθανάτους στάξαν,
κι ἤπιαν μελόγλυκο κρασί. Καὶ σάνε στάξαν ὅλοι,
κι ἤπιαν κρασὶ ὅσο ἤθελε ἡ καρδιά τους, ξεκινῆσαν
καθένας πρὸς τὸ σπίτι του, νὰ πέσουνε στὸν ὕπνο.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001