<< Ραψωδία υ [ Εισαγωγή ] *** Ραψωδία χ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία φ
Τόξου θέσις.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
     Τότες στὸ νοῦ της ἔβαλε ἡ θεὰ ἡ γαλανομάτα
τῆς Πηνελόπης, τῆς καλῆς τοῦ Ἰκάριου θυγατέρας,
τόξο καὶ σίδερα σταχτιὰ νὰ βάλη στοὺς μνηστῆρες
ἀγώνα καὶ σφαγῆς ἀρχὴ μὲς στοῦ Ὀδυσσέα τοὺς πύργους.
5 κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
εἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείῃ
καλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν.
βῆ δ᾽ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
Τὴ σκάλα τοῦ θαλάμου της τὴν ἁψηλὴ κατέβη,
πῆρε ὥριο γυριστὸ κλειδὶ στὸ μαλακό της χέρι,
χαλκένιο καὶ μὲ φιλντισὶ χερούλι ταιριασμένο.
Ὡς στὸ στερνὸ τὸ θάλαμο πηγαίνει μὲ τὶς βάγιες,
ποὺ κοίτουνταν οἱ θησαυροὶ τοῦ βασιλέα κρυμμένοι,
10 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
ἰοδόκος, πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί,
δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
χαλκός, χρυσάφι, σίδερο περίτεχνα ἐργασμένο.
Εἶχε καὶ πισοτέντωτο δοξάρι καὶ φαρέτρα,
ποὺ μέσα της ἦταν πολλὲς στεναχτερὲς σαγίτες.
Ἀπὸ τή Λακεδαίμονα τά 'χε ὁ Δυσσέας φερμένα,
τοῦ ὁμοιόθεου τοῦ Ἴφιτου, γόνου τοῦ Εὐρύτου δῶρα.
15 τὼ δ᾽ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
νηυσὶ πολυκλήϊσι τριηκόσι᾽ ἠδὲ νομῆας.
Στοῦ Ὀρσίλοχου ἀνταμώθηκαν τοῦ ἀντρείου στὴ Μεσσήνη,
σὰν πῆγε ὁ Ὀδυσσέας ἐκεῖ γιὰ χρέος ποὺ ὅλ' ἡ χώρα
τοῦ χρώσταγε· τὶ πρόβατα τρακόσα ἀπὸ τὸ Θιάκι
μὲ τοὺς βοσκοὺς ἁρπάξανε καὶ φύγαν Μεσσηνῖτες
μὲ πλεούμενα πολύσκαρμα· καὶ μακρινὸ ταξίδι
20 τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί·
αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
πῆγε ὁ Δυσσέας ζητώντας τα, μικρὸς πολὺ κι ἂν ἦταν
τὶ ὁ κύρης του τὸν ἔστειλε καὶ τοῦ Θιακιοῦ οἱ γερόντοι.
Καὶ πάλε ὁ Ἴφιτος ἐκεῖ φοράδες δώδεκα ἦρθε
νὰ βρῆ χαμένες, ποὺ γερὰ βυζάνανε μουλάρια·
αὐτὲς δὰ ποὺ τοῦ γίνανε χάρος καὶ μαύρη μοῖρα,
25 ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
φῶθ᾽ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾽ οὐδὲ τράπεζαν,
τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
κατόπι, στὸν ἀντρειόψυχο τοῦ Δία τὸ γιὸ σὰν ἦρθε,
τὸν Ἡρακλῆ, τὸ γνωριστὴ κάθε ἔργου φημισμένου,
ποὺ ὁ ἄνομος στὸ σπίτι του τὸν ἔσφαξε, ἂν καὶ ξένο,
καὶ μήτε θεὸ δὲ ντράπηκε, καὶ μήτε τὸ τραπέζι
ποὺ τότες τοῦ παράθεσε· μόνε κι ἐκεῖνον σφάζει,
30 ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
κάλλιπ᾽ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
τῷ δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
καὶ τὶς βαριόνυχες κρατάει φοράδες στὸ παλάτι.
Αὐτὲς ζητώντας ὁ Ἴφιτος, τὸν Ὀδυσσέα ἀνταμώνει,
καὶ τὸ δοξάρι τοῦ 'δωσε, ποὺ ὁ Εὔρυτος ὁ μέγας
κρατοῦσε μιὰ φορά, μὰ πρὶν πεθάνη τό 'χε ἀφήσει
τοῦ γιοῦ του στὰ παλάτια του. Καὶ τότε ὁ Ὀδυσσέας
35 ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
ὅς οἱ τόξον ἔδωκε. τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺς
ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
τοῦ 'δωκε κοφτερὸ σπαθὶ καὶ δυνατό κοντάρι,
ἀρχὴ φιλίας γκαρδιακῆς· μὰ οἱ δυό δὲ γνωριστῆκαν
καὶ σὲ τραπέζι, γιατὶ ὁ γιὸς τοῦ Διὸς εἶχε σκοτώσει
τὸν Ἴφιτο τὸ θεόμοιαστο, ποὺ τοῦ 'δωκε τὸ τόξο.
Στὸν πόλεμο σὰν ἔβγαινε μὲ πλοῖο ὁ Ὀδυσσέας,
40 ᾑρεῖτ᾽, ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
κέσκετ᾽ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
τ' ἄφηνε σπίτι, θύμημα τοῦ ἀγαπητοῦ του φίλου,
καὶ μόνο στὴν πατρίδα του κρατοῦσε ἐκεῖνο τ' ὅπλο.
  ἡ δ᾽ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
     Σὰν ἔφτασε στὸ θάλαμο ἡ τρισεύγενη γυναίκα,
καὶ στὸ κατώφλι ἀνέβηκε τὸ δρένιο, ποὺ τεχνίτης
τό 'χε σκαλίσει ξυλουργός, καὶ τὸ ἴσιωσε μὲ στάφνη,
45 ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ᾽ ἐπέθηκε φαεινάς,
αὐτίκ᾽ ἄρ᾽ ἥ γ᾽ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
ἐν δὲ κληῖδ᾽ ἧκε, θυρέων δ᾽ ἀνέκοπτεν ὀχῆας
ἄντα τιτυσκομένη· τὰ δ᾽ ἀνέβραχεν ἠΰτε ταῦρος
βοσκόμενος λειμῶνι· τόσ᾽ ἔβραχε καλὰ θύρετρα
καὶ παραστάτες ἔστησε, κι ἔβαλε ὡραῖες θύρες,
ἀμέσως τότες τὸ λουρὶ ξελύνει ἀπ' τὴν κρικέλα,
χώνει ἴσια μέσα τὸ κλειδί, τοὺς σύρτες βρίσκει ἀντίκρυ,
τοὺς σπρώχνει, καὶ καθὼς βογγάει μὲς στὸ λιβάδι ταῦρος
ποὺ βόσκει, ὅμοια βόγγησαν κι οἱ θύρες οἱ πανώριες,
50 πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
ἡ δ᾽ ἄρ᾽ ἐφ᾽ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
ἕστασαν, ἐν δ᾽ ἄρα τῇσι θυώδεα εἵματ᾽ ἔκειτο.
ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
μὲ τοῦ κλειδιοῦ τὸ βάρεμα, κι ἀνοίξανε ὀμπροστά της.
Ἀνέβηκε στὸ πάτωμα μὲ τὰ πολλὰ τ' ἁρμάρια,
καὶ μέσα μὲ τὶς φορεσὲς τὶς μοσκομυρισμένες·
κι ἁπλώνοντας τὸ χέρι της, ξεκρέμασε τὸ τόξο
μὲ τὸ θηκάρι, ποὺ λαμπρὸ παντοῦθε φεγγοβόλα.
55 ἑζομένη δὲ κατ᾽ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
κλαῖε μάλα λιγέως, ἐκ δ᾽ ᾕρεε τόξον ἄνακτος.
ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
βῆ ῥ᾽ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
τόξον ἔχουσ᾽ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
Καθίζει, καὶ περίλυπη στὰ γόνατα τό παίρνει,
βγάζει τὸ τόξο, κι ἀρχινάει τὸ κλάμα βλέποντάς το.
Καὶ σάνε καλοχόρτασε τὰ δάκρυα καὶ τὸ θρῆνο,
ξεκίνησε στὸ μέγαρο πρὸς τοὺς λαμπροὺς μνηστῆρες,
κι ἦρθε τὸ πισοτέντωτο κρατώντας τό δοξάρι,
60 ἰοδόκον· πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί.
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
καὶ τὴ φαρέτρα μὲ πολλὲς στεναχτερὲς σαγίττες.
Φέρναν κι οἱ παρακόρες της κασέλα γεμισμένη
μὲ σίδερο καὶ μὲ χαλκό, τὰ σύνεργα τοῦ ἀφέντη.
Κι ἡ ζουλεμένη ἀρχόντισσα σὰν πῆγε στοὺς μνηστῆρες,
σιμὰ στὸ στύλο στάθηκε τῆς δουλεμένης στέγης,
65 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
σηκώνοντας στὴν ὄψη της τό λιόλαμπρο φακιόλι,
[ μὲ τὶς παραστεκάμενες δεξιὰ κι ἀριστερά της ].
καὶ στοὺς μνηστῆρες μίλησε κι αὐτὰ τοὺς εἶπε τότες·
  "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
ἐχράετ᾽ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
     “Ἀκοῦστε με, ὦ θεότολμοι μνηστῆρες, ποὺ σ' ἐτοῦτον
τὸν πύργο πέσατε ὅλοι σας, νὰ πίνετε, νὰ τρῶτε,
70 ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν᾽ ἄλλην
μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
ἀλλ᾽ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον.
θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
ὅσον καιρὸ ὁ ἀφέντης μου στὴν ξενιτειὰ γυρίζει,
καὶ πρόφαση καλύτερη δὲ δύνεστε νὰ βρῆτε,
μόν' πὼς ἐμένα νά 'χετε γυναίκα λαχταρᾶτε.
Μὰ ἐλᾶτε, παλληκάρια μου, καὶ νά, βραβεῖο ὀμπρός σας.
Τὸ μέγα τόξο θέτω σας τοῦ θεϊκοῦ Ὀδυσσέα,
75 ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
τῷ κεν ἅμ᾽ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ."
κι ἐκεῖνον ποὺ εὐκολώτερα στὰ χέρια τὸ τεντώση,
κι ἀξίνια δώδεκα μὲ μιὰ σαΐτα του περάση,
θ' ἀκολουθήσω ἀφήνοντας τὸν πύργο αὐτόνε, ποὺ ἦρθα
νιόπαντρη ἐγώ, καὶ βρῆκα τον ὥριο καὶ βιὸς γεμάτο,
ποὺ πάντα θὰ θυμᾶμαι τον καὶ μέσα στ' ὄνειρό μου.”
80 ὣς φάτο, καί ῥ᾽ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
δακρύσας δ᾽ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
κλαῖε δὲ βουκόλος ἄλλοθ᾽, ἐπεὶ ἴδε τόξον ἄνακτος.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
     Αὐτὰ σὰν εἶπε, πρόσταξε τὸν ἄξιο χοιροτρόφο
τὸ τόξο καὶ τὰ σίδερα νὰ θέση στοὺς μνηστῆρες.
Δάκρυσε ὁ Εὔμαιος, τά 'πιασε, καὶ χάμου ἀράδιασέ τα.
Θρηνοῦσε κι ὁ βοδοβοσκός, ἀλλοῦ καθὼς τὸ τόξο
τ' ἀφέντη του εἶδε. Φώναξε ὁ Ἀντίνος τότες κι εἶπε·
85 "νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ᾽ ἀκοίτην.
ἀλλ᾽ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
     “Κλούβιοι χωριάτες, ποὺ ἔχετε στὸ σήμερα μονάχα
τὸ νοῦ σας· μωρὲ δύστυχοι, τί κάθεστε καὶ κλαῖτε,
καὶ τὴ γυναίκα ἀγγίζετε κατάβαθα στὰ σπλάχνα,
ποὺ αὐτὴ καὶ μόνη της πονεῖ γιὰ τὸ χαμὸ τοῦ ἀντρός της.
Ἥσυχα τρῶτε αὐτοῦ, εἰδεμὴ βγῆτε ὄξω γιὰ νὰ κλάψτε,
90 κλαίετον ἐξελθόντε, κατ᾽ αὐτόθι τόξα λιπόντε,
μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
τὸ τόξο αὐτὸ γιὰ φοβερὸν ἀφήνοντας ἀγώνα.
Τὶ δύσκολα θὰ τεντωθῆ, θαρρῶ, τ' ὡριόξεστο ὅπλο·
κι ἀπ' ὅσους εἶναι ἐδῶ, κανεὶς δὲ μοιάζει τοῦ Ὀδυσσέα
στὴν ἀντρειοσύνη, σὰν ποὺ ἐγὼ τὸν εἶδα τότε ἐκεῖνον
καὶ τὸ θυμᾶμαι ξάστερα, μωρὸ παιδὶ κι ἂν ἤμουν.”
95 καὶ γὰρ μνήμων εἰμί, πάϊς δ᾽ ἔτι νήπιος ἦα."
ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ᾽ ἀτίμα
     Αὐτὰ εἶπεν· ὅμως τό 'λπιζεν ἐκεῖνος νὰ τεντώση
τὴν κόρδα, καὶ ἀπ' τὰ σίδερα τὴ σαΐτα νὰ περάση·
αὐτός, ποὺ πρῶτος ἔμελλε νὰ φάη σαϊτιὰ ἀπ' τὸ χέρι
τοῦ Ὀδυσσέα τοῦ ὑπέρλαμπρου, ποὺ μὲς στὰ μέγαρά του
100 ἥμενος ἐν μεγάροις, ἐπὶ δ᾽ ὤρνυε πάντας ἑταίρους. καθόταν καὶ τὸν ἔβριζε, καὶ κένταε καὶ τοὺς ἄλλους.
  τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·
"ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
ἄλλῳ ἅμ᾽ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
     Καὶ τότες ὁ ἀντρειόψυχος Τηλέμαχος τοὺς εἶπε·
“Ἀλλοί, καὶ πῶς ὁ Δίας, ὁ γιὸς τοῦ Κρόνου, μὲ τρελλαίνει!
Μοῦ λέει ἡ μάνα ἡ ἀκριβὴ μὲ τὴν πολλή της γνώση,
τὸ σπίτι πὼς θ' ἀφήση αὐτὸ νὰ πάγη μ' ἄλλον ἄντρα,
105 αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον,
οἵη νῦν οὐκ ἔστι γυνὴ κατ᾽ Ἀχαιΐδα γαῖαν,
οὔτε Πύλου ἱερῆς οὔτ᾽ Ἄργεος οὔτε Μυκήνης·
οὔτ᾽ αὐτῆς Ἰθάκης οὔτ᾽ ἠπείροιο μελαίνης·
κι ἐγὼ γελῶ, κι ἡ ἀσύστατη τὸ χαίρεται ψυχή μου.
Μὰ ἐλατε, παλληκάρια μου, καὶ νά, βραβεῖο ὀμπρός σας,
γυναίκα, ποὺ στῶν Ἀχαιῶν τὴ γῆς δὲ βρίσκετ' ἄλλη,
οὔτε στὴν Πύλο τὴν ἱερή, καὶ στ' Ἄργος, στὴ Μυκήνη,
οὔτε στὴ μελανὴ στεριά, μὰ οὔτε καὶ μὲς στὸ Θιάκι.
110 καὶ δ᾽ αὐτοὶ τόδε γ᾽ ἴστε· τί με χρὴ μητέρος αἴνου;
ἀλλ᾽ ἄγε μὴ μύνῃσι παρέλκετε μηδ᾽ ἔτι τόξου
δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
Μὰ ἐσεῖς τὰ ξέρετε· ἔπαινο τῆς μάνας δὲ θὰ κάνω.
Ὀμπρός, καιρὸ μὴ χάνετε μὲ πρόφασες πιὰ τώρα,
τοῦ δοξαριοῦ τὸ τέντωμα μὴ φεύγετε, κι ἂς δοῦμε.
Καὶ λέγω νὰ δοκίμαζα κι ἀτός μου τὸ δοξάρι·
κι ἂν τὸ τεντώσω καὶ σαϊτιὰ περάσω ἀπὸ τ' ἀξίνια,
115 οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
λείποι ἅμ᾽ ἄλλῳ ἰοῦσ᾽, ὅτ᾽ ἐγὼ κατόπισθε λιποίμην
οἷός τ᾽ ἤδη πατρὸς ἀέθλια κάλ᾽ ἀνελέσθαι."
δὲ θὰ πονῶ πιά, τὶ ἡ καλὴ μητέρα μου ἄλλον ἄντρα
δὲ θά 'παιρνε νὰ φύγη, ἀφοῦ θά 'μνησκα ἐγὼ κατόπι
ἄξιος τὰ ὅπλα τὰ λαμπρὰ τοῦ κύρη νὰ σηκώνω.”
  ἦ καὶ ἀπ᾽ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμων.
     Κι ὀρθὸς πετάχτηκε, ἔβγαλε τὴν πορφυρένια χλαίνα
ἀπὸ τοὺς ὤμους, καὶ μαζὶ τὸ κοφτερὸ σπαθί του.
120 πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δ᾽ ἕλε πάντας ἰδόντας,
ὡς εὐκόσμως στῆσε· πάρος δ᾽ οὐ πώ ποτ᾽ ὀπώπει.
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
Χαντάκι σκάβει ὁλόμακρο, καὶ τὰ πελέκια ἀράδα
στήνει μὲ στάφνη ἰσιώνοντας, τὸ χῶμα στρώνει γύρω·
κι ὄλοι θαμάζαν βλέποντας τὴν τόση τάξη τοῦ ἔργου,
ἂν καὶ ποτὲς πρωτύτερα δὲν τό 'χε δῆ καὶ μάθει.
Καὶ στὸ κατώφλι στέκοντας δοκίμαζε τὸ τόξο,
125 τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
καί νύ κε δή ῥ᾽ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
ἀλλ᾽ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
Καὶ τρεῖς φορὲς τὸ τράνταξε μὲ βία νὰ τὸ τεντώση,
καὶ τρεῖς τοῦ 'λειψε ἡ δύναμη, κι ἂς τό 'λπιζε τὴν κόρδα
πὼς θὰ τεντώση, μὲ σαϊτιὰ τ' ἀξίνια νὰ περάση.
Στὴν τέταρτη τραβώντας το μ' ὁρμὴ τὸ τέντωνε, ὅμως
ὄχι ὁ Ὀδυσσέας τοῦ 'γνεψε καὶ τοῦ ἔκοψε τὴ φόρα.
130 τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο· Καὶ τότες ὁ ἀντρειόψυχος Τηλέμαχος τοὺς εἶπε·
  "ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ᾽ ἔσομαι καὶ ἄκικυς,
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
ἀλλ᾽ ἄγεθ᾽, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
     “Ἀλλοίς μου, ἢ πάντα ἀδύναμος θένα 'μαι ἐγὼ καὶ χαῦνος,
ἢ νιὸς εἶμαι καὶ δύναμη στὰ χέρια μου δὲ νιώθω,
μπρὸς σ' ἄντρα νὰ διαφεντευτῶ ποὺ θὰ μὲ βρίση πρῶτος.
Μὰ ἐλατε, ἐσεῖς στὴ δύναμη ποὺ μὲ περνᾶτε, ἀρχίστε
135 τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον." τὴ δοκιμὴ τοῦ δοξαριοῦ, νὰ τελεστῆ ὁ ἀγώνας.”
  ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
     Εἶπε, καὶ χάμου ἀπίθωσε τὸ τόξο, γέρνοντάς το
στὸ κολλητὸ κι ὡριόξεστο σανίδωμα τῆς θύρας,
καὶ τὴ σαγίτα ἀκούμπησε στὴν ὄμορφη κρικέλα,
καὶ πῆγε πάλε στὸ θρονὶ ποὺ ἀρχίτερα καθόταν.
140 τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· Κι ὁ Ἀντίνος τοῦ Εὐπείθη ὁ γιὸς γύρισε τότες κι εἶπε·
  "ὄρνυσθ᾽ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει."
     “Πρὸς τὰ δεξὰ σηκώνεστε μὲ τὴν ἀράδα, ὦ φίλοι,
κι ἀπ' ὅθε ὁ κεραστὴς κερνάει, κεῖθε κι ἐσεῖς ἀρχίστε.”
  ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
     Εἶπ' ὁ Ἀντίνος, κι ἄρεσεν ὁ λόγος καὶ στοὺς ἄλλους.
Πρῶτος ὁ γόνος τοῦ Οἴνοπα σηκώθηκε, ὁ Λειώδης,
145 ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
ποὺ ἀπὸ μαντεῖες γνώριζε, καὶ στὸ λαμπρὸ κροντήρι
σιμὰ καθότανε, βαθιά· καὶ μόνε αὐτὸς μισοῦσε
τὶς ἀνομίες, καὶ μ' ὀργὴ θωροῦσε τοὺς μνηστῆρες·
καὶ πρῶτος τότες ἔπιασε τὸ τόξο καὶ τὸ βέλος.
Πὰς στὸ κατώφλι στέκοντας δοκίμαζε τὸ τόξο,
150 οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
μὰ δὲν τὸ τέντωσε, παρὰ τραβώντας ἀποκάμαν
τ' ἀγύμναστα καὶ μαλακὰ χέρια του, καὶ τοὺς εἶπε·
  "ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
     “Δὲν τὸ τεντώνω, φίλοι, ἐγώ, τώρ' ἄλλος ἂς τὸ πάρη.
Πολλῶν λεβέντηδων αὐτὸ τὸ τόξο θένα πάρη
καὶ τὴν ἀντρεία καὶ τὴ ζωή· τὶ πιὸ καλὸ νομίζω
155 τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ᾽ ἕνεκ᾽ αἰεὶ
ἐνθάδ᾽ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
νῦν μέν τις καὶ ἔλπετ᾽ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
τὸ θάνατο, παρὰ ζωὴ καὶ νὰ τὰ χάσουμε ὅσα
ὁλοχρονὶς καθόμαστε δωπέρα καρτερώντας.
Κάποιος στὸ νοῦ του λαχταρεῖ κι ἐλπίζει γιὰ νὰ πάρη
τοῦ Ὀδυσσέα τὴ σύγκοιτη, τὴν Πηνελόπη, τώρα·
σὰν κάνη ὅμως τὴ δοκιμὴ τοῦ τόξου καὶ γνωρίση,
160 ἄλλην δή τιν᾽ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ ἔπειτα
γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι."
τότε ἄλλη λαμπροστόλιστην Ἀχαιοπούλα ἂς πάρη
μὲ δῶρα του· κι αὐτὴ ἂς δεχτῆ τὸν ἄντρα ποὺ θὰ δώση
τὰ πιότερα, καὶ τῆς φανῆ τῆς μοίρας ὁ σταλμένος.”
  ὣς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
     Εἶπε, καὶ τότε ἀπόθεσε τὸ τόξο, γέρνοντάς το
στὸ κολλητὸ κι ὡριόξεστο σανίδωμα τῆς θύρας,
165 αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
καὶ τὴ σαγίτα ἀκούμπησε στὴν ὄμορφη κρικέλα,
καὶ πῆγε πάλε στὸ θρονὶ ποὺ ἀρχίτερα καθόταν.
Κι ὁ Ἀντίνος τὸν ἀντίσκοψε καὶ λάλησε του κι εἶπε·
  "λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
δεινόν τ᾽ ἀργαλέον τε, --νεμεσσῶμαι δέ τ᾽ ἀκούων--
     “Τί λογο ἀπὸ τὰ χείλη σου ξεστόμισες, ὦ Λειώδη,
βαρὺ, φριχτό, ποὺ ἀκούγοντας θυμὸς πολὺς μὲ πιάνει;
170 εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
οἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀϊστῶν·
ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί."
Πολλῶν λεβέντηδων ψυχὴ θᾶ πάρη αὐτὸ ,τὸ τόξο,
μᾶς λές, ἂν ἄξιος δὲ φανῆς ἐσὺ νὰ τὸ τεντώσης.
Ἐσένα ἡ κερὰ μάνα σου θαρρῶ δὲ γέννησέ σε
δοξάρια γιὰ νὰ μᾶς τραβᾶς καὶ βέλη νὰ τινάζης.
Ὅμως μνηστῆρες δοξαστοὶ θὰ τὸ τεντώσουν ἄλλοι.”
175 ὣς φάτο, καί ῥ᾽ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
"ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
     Εἶπε, καὶ τὸ γιδοβοσκὸ τὸ Μελανθέα προστάζει·
“Ἄναψε τώρα ἐσὺ φωτιὰ στὸν πύργο, ὦ Μελανθέα,
θέσε μεγάλο ἐκεῖ θρονί, στρῶσε προβιὰ κατόπι
φέρ' ἀπὸ μέσα ἕνα χοντρὸ κεφάλι πάχος, κι ἔτσι
καλὰ σὰν τὸ ζεστάνουμε, κι ἀλείφοντάς το οἱ νέοι,
180 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον." τ' ὅπλο νὰ δοκιμάζουμε, νὰ τελεστῆ ὁ ἀγώνας.”
  ὣς φάθ᾽, ὁ δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ᾽· οὐδ᾽ ἐδύναντο
     Εἶπε, κι εὐτὺς ἀκούραστη φωτιὰ ἄναψε ὁ Μελάνθης,
ἔθεσε μέγα ἐκεῖ θρονί, προβιά 'στρωσε, κατόπι
ἔφερε μέσαθε χοντρὸ κεφάλι πάχος, κι ἔτσι
οἱ νέοι σὰν τὸ ζεστάνανε, τὸ τόξο δοκιμάζαν·
185 ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων· ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
τοῦ κάκου, τὶ στὴ δύναμη πολὺ κατώτεροι ἦταν.
Ὁ Ἀντίνος κι ὁ θεόμοιαστος Εὐρύμαχος ὡς τόσο
μνήσκανε ἀκόμα, οἱ ἀρχηγοι καὶ τῶ μνηστήρων πρῶτοι.
  τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφω
βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
     Τότες τὸ μέγαρο ἄφησαν καὶ βγῆκαν, ὁ βουκόλος
μαζὶ μὲ τὸ χοιροβοσκὸ τοῦ θεϊκοῦ Ὀδυσσέα.
190 ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
Κατόπι τους κι ὁ θεϊκὸς ἦρθ' Ὀδυσσέας ἔξω,
κι ἅμα παρόξω ἀπ' τὶς αὐλὲς κι ἀπὸ τὶς θύρες βγῆκαν,
μὲ λόγια γλυκομίλητα λαλώντας εἶπ' ἐκεῖνος·
  "βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
     “Βουκόλε καὶ χοιροβοσκέ, νὰ πῶ σας κάποιο λόγο,
ἢ νὰ τὸ κρύψω; Ὁ πόθος μου μὲ σπρώχνει νὰ λαλήσω.
195 ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
ὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
ἤ κε μνηστήρεσσιν ἀμύνοιτ᾽ ἦ Ὀδυσῆϊ;
εἴπαθ᾽ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει."
Μὲ ποιὰ θὰ βοηθούσατε τὸν Ὀδυσσέα γνώμη,
ἂν κάπουθε ἄξαφνα ἔρχονταν ἀπὸ θεὸ σταλμένος;
μὲ τοὺς μνηστῆρες θά 'σαστε, γιὰ τοῦ Ὀδυσσέα φίλοι;
Πῆτε μου ἐκεῖνο ποὺ ἡ καρδιὰ σᾶς λέγει κι ἡ ψυχή σας.”
  τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·      Καὶ τότες τοῦ ἀπαντάει καὶ λέει ὁ πρῶτος τῶν βουκόλων
200 "Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."
“Δία πατέρα, τοῦτο μου τὸν πόθο τέλεσέ μου·
ἂς ἔλθη ἐκεῖνος, κι ὁ θεὸς ἂς ἔφερνέ τον πίσω,
καὶ θά 'βλεπες τί δύναμη τὰ χέρια ἐδαῦτα κρύβουν.”
  ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
     Παρόμοια σ' ὅλους τοὺς θεοὺς κι ὁ Εὔμαιος παρακάλειε,
στὸν πύργο του ὁ πολύμυαλος νὰ ξαναρθῆ Ὀδυσσέας.
205 αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ᾽ ἀνέγνω,
ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
Κι αὐτὸς σὰν εἶδε πὼς κι οἱ δυὸ καλή 'χανε τὴ γνώμη,
πάλε τοὺς ξαναμίλησε μὲ φτερωμένα λόγια·
  "ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
γιγνώσκω δ᾽ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
     “Νά με λοιπὸν στὸν πύργο μου· πολλὰ σὰν εἶδα πάθια,
τώρα στὰ χρόνια τὰ εἴκοσι γυρίζω στὴν πατρίδα.
Ξέρω πὼς ἀπ' τοὺς δούλους μου στοὺς δυό σας μόνο βρίσκω
210 οἴοισι δμώων· τῶν δ᾽ ἄλλων οὔ τευ ἄκουσα
εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι.
σφῶϊν δ᾽, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ᾽ ὀπάσσω
συμπόνεση· δὲν ἄκουσα κανέναν ἀπ' τοὺς ἄλλους
νὰ κάνη εὐκὴ νὰ ξαναρθῶ στὸ σπίτι μου ἀπ' τὰ ξένα.
Κι ἐσᾶς γι' αὐτὸ ποὺ θὰ γενῆ θὰ πῶ τὴν πᾶσα ἀλήθεια.
Ὁ θεὸς ἂν τοὺς περήφανους μνηστῆρες μοῦ δαμάση,
στοὺς δυό σας τότες σύγκλινη καὶ χτήματα θὰ δώσω,
215 οἰκία τ᾽ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
εἰ δ᾽ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
ὄφρα μ᾽ ἐῢ γνῶτον πιστωθῆτόν τ᾽ ἐνὶ θυμῷ,
οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
καὶ θένα στήσω κατοικιὰ σιμὰ στὰ μέγαρά μου,
καὶ τοῦ Τηλέμαχου ἀδερφοὶ και φίλοι πάντα θά 'στε.
Μὰ κι ἄλλο τώρα ξάστερο σημάδι θὰ σᾶς δείξω,
νὰ μὲ καλογνωρίσετε, καὶ νὰ πιστέψη ὁ νοῦς σας·
τὸ λάβωμα ποὺ ὁ ἀσπρόδοντος ὁ κάπρος μοῦ εἶχε ἀνοίξει.
220 Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο." μὲ τὰ παιδιὰ τοῦ Αὐτόλυκου στὸν Παρνασσὸ σὰν πῆγα.”
  ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
τὼ δ᾽ ἐπεὶ εἰσιδέτην εὖ τ᾽ ἐφράσσαντο ἕκαστα,
κλαῖον ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
     Κι ἀπ' τὸ μεγάλο λάβωμα σηκώνει τὰ κουρέλια.
Κι αὐτοὶ, σὰν καλοκοίταξαν καὶ καθετὶς σὰ νιῶσαν,
μὲ κλάματα ἀγκαλιάσανε τὸ θεϊκὸ Ὀδυσσέα,
καὶ τοῦ θερμοφιλούσανε τὴν κεφαλή, τοὺς ὤμους·
225 ὣς δ᾽ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
τὰ χέρια καὶ τὴν κεφαλὴ τοὺς φίλαε κι ὁ Ὀδυσσέας.
Κι ὁ ἭΠλιος θὰ βασίλευε, κι ἀκόμα αὐτοὶ θὰ κλαῖγαν,
μὰ ἐκεῖνος τοὺς σταμάτησε, καὶ λάλησέ τους κι εἶπε·
  "παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
     “Οἱ κλάψες τώρα ἂς πάψουνε, μὴν τύχη καὶ κανένας
ἔρθη καὶ νιώση, κι ὕστερα τὸ μαρτυρήση μέσα.
230 ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ᾽ ἅμα πάντες,
πρῶτος ἐγώ, μετὰ δ᾽ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
ἀλλὰ σύ, δῖ᾽ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
Μπαίνετε τώρα, ὄχι μαζί, πρῶτος ἐγώ, καὶ χώρια
κατόπι ἐσεῖς· κι ἀκοῦστε ποιὸ θὰ πάρουμε σημάδι.
Ὅλοι ἅμ' ἀρχίσουν οἱ λαμπροὶ μνηστῆρες καὶ φωνάζουν,
νὰ μὴ δοθῆ σ' ἐμένανε τὸ τόξο κι ἡ φαρέτρα,
τότε, Εὔμαιε λαμπρέ μου ἐσὺ, πάρε καὶ φέρ' τὸ τόξο
235 ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
στὰ χέρια μου, καὶ πρόσταξε τὶς κοπελιὲς συνάμα
τὶς στέριες νὰ σφαλήξουνε τῶν παλατιῶνε θύρες.
Κι ἂν κάποια ἀκούση βογγητὰ καὶ χτύπους ἀπ' τοὺς ἄντρες,
ἐκεῖ ποὺ θά 'μαστε κλειστοί, νὰ μὴν προβάλουν ὄξω,
παρὰ κοιτώντας καθεμιὰ τὸ ἔργο της νὰ συχάζη.
240 σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
κληῖσαι κληῖδι, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἰῆλαι."
Κι ἐσένα παραγγέλνω σου, θεϊκὲ Φιλοίτιε, ἀμέσως,
νὰ βάλης στὴν αὐλόθυρα κλειδὶ μαζὶ καὶ κόμπο.”
  ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
ἐς δ᾽ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
     Εἶπε, καὶ στὰ καλόχτιστα παλάτια μπῆκε μέσα,
καὶ ξαναπῆγε στὸ θρονὶ πού 'χε καθίσει πρῶτα·
κι ἀκολουθῆσαν τοῦ τρανοῦ τοῦ Ὀδυσσέα οἱ δοῦλοι.
245 Εὐρύμαχος δ᾽ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδ᾽ ὣς
ἐντανύσαι δύνατο, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ·
ὀχθήσας δ᾽ ἄρα εἶρος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
Καὶ κράταε ὁ Εὐρύμαχος στὰ χέρια τὸ δοξάρι,
ζεσταίνοντάς το στῆς φωτιᾶς τὴ λάμψη ἀποπαντοῦθε·
μὰ νὰ τεντώση τὴ χορδὴ δὲν μπόρειε, κι ἡ μεγάλη
καρδιά του βαριοστέναζε, καὶ φώναξέ τους κι εἶπε·
  "ὢ πόποι, ἧ μοι ἄχος περί τ᾽ αὐτοῦ καὶ περὶ πάντων·      “Πόσο βαθὺς ὁ πόνος μου γιὰ μένα καὶ τοὺς ἄλλους.
250 οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ᾽ ἄλλῃσιν πολίεσσιν·
ἀλλ᾽ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
ἀντιθέου Ὀδυσῆος, ὅ τ᾽ οὐ δυνάμεσθα τανύσσαι
Μὰ γιὰ τὸ γάμο, ἂν καὶ πονῶ, δὲ θλίβουμαι καὶ τόσο.
Ἀχαιοποῦλες βρίσκουνται πολλὲς καὶ στ' ὥριο Θιάκι,
καὶ σ' ἄλλες χῶρες· θλίβουμαι ποὺ τόσο πιὸ μικροί του
θένα φαινόμαστε ὅλοι ἐμεῖς στὸ τέντωμα τοῦ τόξου,
255 τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι." καὶ ποὺ οἱ κατοπινὲς γενιὲς θ' ἀκοῦνε τὴν ντροπή μας.”
  τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
"Εὐρύμαχ᾽, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
ἁγνή· τίς δέ κε τόξα τιταίνοιτ᾽; ἀλλὰ ἕκηλοι
     Κι ὁ Ἀντίνος, τοῦ Εὐπείθη ὁ γιὸς γύρισε τότες κι εἶπε·
“Αὐτὸ ποτὲς δὲ θὰ γενῆ, ὦ Εὐρύμαχε, τὸ ξέρεις.
Σήμερα ὁ τόπος τὸ θεὸ τὸν τοξευτὴ γιορτάζει·
ποιός νὰ τεντώνη τόξα ἐδῶ; τὰ τόξα ἂς μείνουν τώρα·
260 κάτθετ᾽· ἀτὰρ πελέκεάς γε καὶ εἴ κ᾽ εἰῶμεν ἅπαντας
ἑστάμεν· οὐ μὲν γάρ τιν᾽ ἀναιρήσεσθαι ὀΐω,
ἐλθόντ᾽ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
νὰ στέκουν ἂς ἀφήσουμε καὶ τὰ πελέκια αὐτοῦθε·
τὶ δὲ θὰ ρθῆ, θαρρῶ, κανεὶς στοὺς πύργους τοῦ Ὀδυσσέα
νὰ τὰ σηκώση. Ὁ κεραστὴς τώρ' ἀπαρχὲς ἂς δώση
μὲ τὰ ποτήρια, ἂς στάξουμε κι ἂς θέσουμε τὰ τόξα.
Καὶ πῆτε τοῦ γιδοβοσκοῦ Μελάνθιου, καθὼς φέξη,
265 ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
αἶγας ἄγειν, αἳ πᾶσι μέγ᾽ ἔξοχοι αἰπολίοισιν,
ὄφρ᾽ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον."
τὰ γίδια τὰ πιὸ διαλεχτὰ νὰ φέρη ἀπ' τὶς κοπές του,
ποὺ τὰ μεριὰ σὰν κάψουμε, στὸ δοξαράτο Φοῖβο,
τ' ὅπλο νὰ δοκιμάσουμε, νὰ τελεστῆ ὁ ἀγώνας.”
  ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.      Εἶπ' ὁ Ἀντίνος, κι ἄρεσαν τὰ λόγια του στοὺς ἄλλους.
270 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δ᾽ ἐπεὶ οὖν σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
Τότες νερὸ τοὺς ἔχυσαν οἱ κήρυκες στὰ χέρια,
κι οἱ νέοι ἀφοῦ στεφάνωσαν μὲ τὸ πιοτὸ κροντήρια,
κάμανε μ' ὅλους ἀπαρχὴ στὰ πλέρια τὰ ποτήρια.
Καὶ σάνε στάξαν κι ἤπιανε ὅσο ἤθελε ἡ καρδιά τους,
μὲ πονηριὰ ὁ πολύβουλος τοὺς εἶπε ὁ Ὀδυσσέας·
275 "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
λίσσομ᾽, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
     “Ἀκοῦτε με, τῆς δοξαστῆς βασίλισσας μνηστῆρες,
τὰ ὅσα μέσα λέει ὁ νοῦς νὰ σᾶς τὰ φανερώσω.
Ξέχωρα τὸν Εὐρύμαχο καὶ τὸ λαμπρὸν Ἀντίνο
παρακαλῶ, ποὺ εἶπε κι αὐτὰ τὰ στοχασμένα λόγια,
τὰ τόξα στῶν ἀθανάτων τὴν ἔννοια νὰ τ' ἀφῆστε,
280 ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ᾽ ἐθέλῃσιν.
ἀλλ᾽ ἄγ᾽ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ᾽ ὑμῖν
χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ᾽ ἐστὶν
ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ᾽ ἀκομιστίη τε."
καὶ νίκη ὁ Φοῖβος τὸ ταχὺ θὰ δώση σ' ὅποιον θέλει.
Ὅμως ἐμένα δῶστε μου τ' ὡριόξεστο δοξάρι,
τὰ χέρια καὶ τὴ δύναμη νὰ δοκιμάσω ὀμπρός σας,
νὰ δῶ ἂ βαστοῦν τὰ λυγερὰ τὰ μέλη μου σαν πρῶτα,
ἢ τ' ἀφανίσαν οἱ πολλοὶ παραδαρμοὶ κι οἱ κόποι.”
285 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
     Αὐτὰ εἶπε, καὶ βαρὺς θυμὸς τοὺς πῆρε τότες ὅλους,
τὶ μὴν τεντώση τρόμαξαν τ' ὡριόξεστο δοξάρι.
  Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
"ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ᾽ ἠβαιαί·
οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ᾽ ἡμῖν
     Κι ὁ Ἀντίνος τὸν ἀντίσκοψε, καὶ φώναξέ τον κι εἶπε.
“Ὦ ξένε κακορίζικε, ποὺ τὰ μυαλὰ σοῦ λείπουν,
μὲ τοὺς ἀγέρωχους ἐμᾶς δὲ σώνει ποὺ καθίζεις,
290 δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ᾽ αἴσιμα πίνῃ.
καὶ τρωγοπίνεις ἥσυχα, καὶ βούκα δὲ σοῦ λείπει,
μόνε τοὺς λόγους μας ἀκοῦς κι ὅλη τὴ συντυχιά μας,
ποὺ ξένος ἄλλος καὶ φτωχὸς δὲ μᾶς ἀκούει κανένας;
Σὲ θόλωσε τὸ γλυκουλὸ κρασὶ ποὺ τοὺς ζαλίζει
τοὺς ὅσους παραπίνουνε. Αὐτό 'ναι ποὺ τὰ φρένα
295 οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
ἄασ᾽ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
ἐς Λαπίθας ἐλθόνθ᾽· ὁ δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
μαινόμενος κάκ᾽ ἔρεξε δόμον κάτα Πειριθόοιο·
ἥρωας δ᾽ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
τοὺ δοξαστοῦ Εὐρυτίωνα, τοῦ Κένταυρου, εἶχε σβήσει,
μέσα στοῦ μεγαλόψυχου Πειρίθοου τοὺς πύργους,
σὰν ἦρθε ἐκεῖ στὸ κάλεσμα τῶ Λαπιθῶν. Ὁ νοῦς του
μὲ τὸ πιοτὸ τυφλώθηκε, καὶ στοῦ Πειρίθοου τότες
ἔργα φριχτὰ ἡ μανία του τὸν ἔκαμε νὰ πράξη.
    Κι ἔπιασ' ὀργὴ τοὺς ἥρωες, τρέξαν τὸν σῦραν ἔξω,
300 ἕλκον ἀναΐξαντες, ἀπ᾽ οὔατα νηλέϊ χαλκῷ
ῥῖνάς τ᾽ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
οἷ δ᾽ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
μύτη κι αὐτιὰ σὰν τοῦ 'κοψαν μὲ τὸ σκληρὸ μαχαίρι.
Κι αὐτὸς, μὲ τυφλωμένο νοῦ γυρνοῦσε φορτωμένος
πάνω στὴν ἔρμη του ψυχὴ τὴ μαύρη συμφορά του.
Κένταυροι τότες καὶ θνητοὶ τὸν πόλεμο ἀρχινῆσαν,
καὶ πρῶτος βρῆκε αὐτὸς κακὸ μὲ τὸ βαρὺ πιοτό του.
305 ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
πέμψομεν· ἔνθεν δ᾽ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
Τέτοιο προβλέπω σου κακὸ κι ἐσένα, ἂν τὸ δοξάρι
τεντώσης· τὶ στὸν τόπο μας δὲ θένα βρῆς προστάτη,
παρὰ μεμιὰς σὲ στέλνουμε μὲ μελανὸ καράβι
στὸ βασιλέα τὸν Ἔχετο, τοῦ κόσμου κακοπράχτη
ποὺ ἐκεῖ δὲν ἔχεις γλυτωμό· παρὰ ἥσυχα αὐτοῦ κάθου,
310 πῖνέ τε, μηδ᾽ ἐρίδαινε μετ᾽ ἀνδράσι κουροτέροισιν." καὶ πίνε, καὶ μὴν πιάνεσαι μὲ τοὺς νεώτερούς σου.”
  τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"Ἀντίνο᾽, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται·
     Κι ἡ Πηνελόπη, ἡ γνωστικιὰ γύρισε τότες κι εἶπε·
“Ἀντίνε, μήτε φρόνιμο δὲν εἶναι, μήτε δίκιο,
οἱ ξένοι τοῦ Τηλέμαχου ποτές τους νὰ στεροῦνται,
ὅσοι τους τύχη κι ἔρχουνται μὲς στὸ παλάτι ἱκέτες.
  ἔλπεαι, αἴ χ᾽ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον Τάχα θαρρεῖς, ἂν τέντωνε τὸ τόξο ἐκεῖνο ὁ ξένος,
315 ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
οἴκαδέ μ᾽ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
οὐδ᾽ αὐτός που τοῦτό γ᾽ ἐνὶ στήθεσσιν ἔολπε·
μηδέ τις ὑμείων τοῦ γ᾽ εἵνεκα θυμὸν ἀχεύων
ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν."
ἔχοντας θάρρος περισσὸ στὰ δυνατά του χέρια,
θὰ μ' ἔπαιρνε στὸ σπίτι του νὰ μ' ἔχη σύγκλινη του;
Μὰ τέτοια ἐλπίδα μήτ' αὐτὸς δὲ θρέφει στὴν ψυχή του,
Αὐτὸ κανένας σας ἐδῶ στὸ φαγοπότι ἀπάνω
νὰ μὴν τὸ τρέμη· ἀταίριαστο θά 'τανε τοῦτο ἀλήθεια.”
320 τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
"κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
οὔ τί σε τόνδ᾽ ἄξεσθαι ὀϊόμεθ᾽· οὐδὲ ἔοικεν·
ἀλλ᾽ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
     Καὶ τοῦ Πολύβου ὁ Εὐρύμαχος ἀπάντησε της κι εἶπε·
“Ὦ Πηνελόπη φρόνιμη, τοῦ Ἰκάριου θυγατέρα,
δὲ λέμε πὼς θὰ πάρη σε, καὶ μήτε πὼς ταιριάζει,
τὴ γλῶσσα ὅμως φοβόμαστε κι ἀντρῶν καὶ γυναικῶνε,
μὴν κάποιος Ἀχαιὸς ποτὲς φωνάξη τιποτένιος,
325 ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
ἀλλ᾽ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου.
“Ἀνάξιοι τὴ γυρεύουνε τοῦ ἄξιου τὴ γυναίκα
ποὺ δὲν μποροῦν τ' ὡριόξεστο δοξάρι νὰ τεντώσουν·
μὰ ἀπὸ τὴν ξενιτειὰ φτωχὸς μᾶς ἦρθε πλανεμένος,
τὸ τέντωσε, καὶ πέρασε σα.ίτα στὰ πελέκια.”
  ὣς ἐρέουσ᾽, ἡμῖν δ᾽ ἂν ἐλέγχεα ταῦτα γένοιτο."      Αὐτὰ θὰ ποῦν, καὶ ντρόπιασμα θένα 'ταν τέτοια λόγια.”
330 τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"Εὐρύμαχ᾽, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
ἀνδρὸς ἀριστῆος· τί δ᾽ ἐλέγχεα ταῦτα τίθεσθε;
οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ᾽ εὐπηγής,
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη γύρισε τότες κι εἶπε·
“Εὐρύμαχε, δὲ γίνεται σὲ χώρα νά 'χουν δόξα
ὅσοι ἀτιμάζουνε καὶ τρῶν μεγάλου ἀνθρώπου σπίτι.
Λοιπὸν πῶς μοῦ μιλᾶτε ἐσεῖς γιὰ τέτοιο ντρόπιασμά σας;
Αὐτὸς ὁ ξένος, πού 'ν' τρανὸ καὶ στέριο τὸ κορμί του,
335 πατρὸς δ᾽ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
ἀλλ᾽ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
παινιέται πὼς ἀπὸ καλὸ γονιό 'ναι γεννημένος·
Ἀμέτε τώρα δῶστε του τ' ὡριόξεστο δοξάρι,
νὰ δοῦμε· κι ὅ,τι λέγω ἐγὼ θένα 'βγη τελεσμένο.
Ἂν τὸ τεντώση, καὶ σ' αὐτὸν τὴ δόξα δώση ὁ Φοῖβος,
θὰ τόνε ντύσω μὲ λαμπρὸ χιτώνα καὶ χλαμύδα,
340 δώσω δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
καὶ ξίφος ἄμφηκες· δώσω δ᾽ ὑπὸ ποσσὶ πέδιλα,
πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει."
κοντάρι θά 'χη σουβλερό, σκυλιῶν κι ἀνθρώπων διώχτη,
καὶ δίστομο σπαθί· λαμπρὰ σαντάλια θὰ τοῦ βάλω,
νὰ τόνε στείλω ὅπου ἡ καρδιὰ κι ὁ νοῦς του ἀποθυμήση.”
  τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
     Κι ὁ φρόνιμος Τηλέμαχος ἀπάντησέ της κι εἶπε·
“Μητέρα μου, ἄλλος Ἀχαιὸς πιὸ δυνατὸς δὲν εἶναι
345 κρείσσων, ᾧ κ᾽ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
οὔθ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
οὔθ᾽ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
τῶν οὔ τίς μ᾽ ἀέκοντα βιήσεται, αἴ κ᾽ ἐθέλωμι
καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
ἀπὸ τὰ μένα, ν' ἀρνηθῶ ἢ νὰ δώσω ὅποιου θελήσω·
μηδ' ὅσοι στὸ πολύπετρο τὸ Θιάκι ἐδῶ ἀρχοντεύουν,
μηδ' ὅσοι στὰ νησιὰ σιμὰ στὴν ἀλογοβοσκοῦσα
τὴν Ἤλιδα, δὲν δύναται κανεὶς νὰ μὲ μποδίση
γιὰ πάντα ἂν θέλω νά 'δινα στὸν ξένο τὸ δοξάρι.
350 ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· τόξον δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ."
Μὰ ἔμπα, καὶ κοίτα σπίτι σου καὶ τὸ νοικοκεριό σου,
τὴν ἀληκάτη, τ' ἀργαλειό, καὶ πρόσταζε τὶς δοῦλες
νὰ σοῦ δουλεύουν, κι ἄφηνε στοὺς ἄντρες τὸ δοξάρι,
μάλιστα ἐμένα, πού 'μαι δὰ καὶ τοῦ σπιτιοῦ ὁ ἀφέντης.”
  ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·      Θάμασ' αὐτή, καὶ γύρισε στὸ σπίτι, γιατὶ μπῆκαν
355 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
ὡς τὴν καρδιά της τοῦ παιδιοῦ τὰ γνωστικὰ τὰ λόγια.
Κι ἀπάνω σὰν ἀνέβηκε στ' ἀνώγια μὲ τὶς βάγιες,
τὸν ἀκριβό της ἔκλαιγεν, ὡσότου γλυκὸν ὕπνο
στὰ βλέφαρά της στάλαξε ἡ θεὰ ἡ γαλανομάτα.
  αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·      Ὡς τόσο πῆγε κι ἔφερεν ὁ Εὔμαιος τὸ δοξάρι,
360 μνηστῆρες δ᾽ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
κι ὅλ' οἱ μνηστῆρες σήκωσαν ἀχὸ μὲς στὰ παλάτια.
Κι ἕνας ἀπ' τοὺς περήφανους τοὺς νέους τοῦ φωνάζει·
  "πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
πλαγκτέ; τάχ᾽ αὖ σ᾽ ἐφ᾽ ὕεσσι κύνες ταχέες κατέδονται
οἶον ἀπ᾽ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
     “Ποῦ, κακορίζικε βοσκέ, μᾶς φέρνεις τὸ δοξάρι,
χαμένε; τὰ γοργὰ σκυλιὰ ποὺ θρέφεις δὲ θ' ἀργήσουν
ἐκεῖ, σιμὰ στοὺς χοίρους σου μονάχο νὰ σὲ φᾶνε,
365 ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι." ἂν μᾶς βοηθήση ὁ Ἀπόλλωνας κι οἱ ἄλλοι θεοὶ τοὺ Ὀλύμπου.”
  ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
Τηλέμαχος δ᾽ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
     Εἶπαν, κι ἐκεῖνος ἔθεσε τὸ τόξο πάλε χάμου,
ἀπ' τὸν ἀχὸ ποὺ σήκωσαν στὸν πύργο τρομαγμένος.
Μὰ φώναξε ὁ Τηλέμαχος ἀντίκρυ μὲ φοβέρες·
  "ἄττα, πρόσω φέρε τόξα· τάχ᾽ οὐκ εὖ πᾶσι πιθήσεις      “Κυρούλη, φέρ' τὸ τόξο ἐδῶ, πολλοὺς ν' ἀκοῦς δὲν πρέπει·
370 μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ᾽ ἔασι,
μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
τῷ κε τάχα στυγερῶς τιν᾽ ἐγὼ πέμψαιμι νέεσθαι
νὰ μὴ σὲ διώξω στοὺς ἀγροὺς μὲ τὰ λιθάρια ξάφνω,
τὶ ἂν καὶ νεώτερός σου ἐγὼ σὲ ξεπερνῶ στὰ χέρια.
Καὶ νά 'μουν τόσο ἀνώτερος στὴ δύναμη ἀπ' ἐτούτους,
ποὺ μὲς σ' αὐτὰ τὰ μέγαρα βρίσκουντ' ἐδῶ μνηστῆρες,
μὲ μαῦρον τρόπο θά 'κανα τὸ σπίτι μου ν' ἀφήσουν,
375 ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται." αὐτοὶ ποὺ τώρα κάθουνται καὶ συφορὲς μου πλέχνουν.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν
μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
     Αὐτὰ εἶπε κι ὅλοι τους γλυκὰ γελάσαν οἱ μνηστῆρες,
κι ἀγνάντια τοῦ Τηλέμαχου κατάπεσε ἡ ὀργή τους.
Καὶ πέρασ' ὁ χοιροβοσκὸς κρατώντας τὸ δοξάρι,
καὶ στὸ Δυσσέα ζυγώνοντας, τοῦ τό βαλε στὸ χέρι,
380 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· καὶ τὴν Εὐρύκλεια φώναξε τὴν παραμάνα κι εἶπε·
  "Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
     “Προστάζει σε ὁ Τηλέμαχος ὁ φρόνιμος, Εὐρύκλεια,
τὶς στέριες νὰ σφαλήξετε τῶν παλατιῶνε θύρες,
κι ἂν κάποια ἀκούση βογγητὰ καὶ χτύπους ἀπ' τοὺς ἄντρες
ἐδῶ ποὺ θά 'μαστε κλειστοί, νὰ μὴν προβάλουν ὄξω,
385 προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ." παρὰ κοιτώντας καθεμιὰ τὸ ἔργο της νὰ συχάζη.”
  ὣς ἄρ᾽ ἐφώνησεν, τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος,
κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
σιγῇ δ᾽ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
κλήϊσεν δ᾽ ἄρ᾽ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
     Τῆς εἶπε, κι ἔμεινε ἄφτερος στὰ χείλη της ὁ λόγος·
καὶ τὰ κανάτια σφάληξε τοῦ παλατιοῦ παντοῦθε
Καὶ πήδηξε ὁ Φιλοίτιος σιγὰ στὸ σπίτι ἀπέξω,
καὶ τῆς καλόφραχτης αὐλῆς πῆγε ἔκλεισε τὴ θύρα.
390 κεῖτο δ᾽ ὑπ᾽ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
βύβλινον, ᾧ ῥ᾽ ἐπέδησε θύρας, ἐς δ᾽ ἤϊεν αὐτός·
ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
εἰσορόων Ὀδυσῆα. ὁ δ᾽ ἤδη τόξον ἐνώμα
πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
Κάτω ἀπ' τὴν αἴθουσα σκοινὶ βρισκόταν καραβῆσο
βυβλένιο, κι ἔδεσε μ' αὐτὸ τὴ θύρα, καὶ ξανάρθε,
καὶ στὸ θρονὶ καθίζοντας ποὺ ἀρχίτερα καθόταν,
τὸν Ὀδυσσέα κοίταζε ποὺ κράταε τὸ δοξάρι,
καὶ γύριζε το ἀπὸ παντοῦ, καὶ καλοξέταζέ το,
395 μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
νὰ δῆ σαράκι ἂν ἔφαγε τὰ κέρατα σὰ γύρνα
στὰ ξένα. Κι ἕνας τότε αὐτὰ τοῦ πλαγινοῦ του κρένει·
  "ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
ἢ ὅ γ᾽ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
     “Αὐτὸς καὶ γνώστης φαίνεται στὰ τόξα καὶ τεχνίτης·
ἢ κι ἔχει μὲς στὸ σπίτι του παρόμοια καὶ φυλάει,
ἢ καὶ νὰ φτιάξη ἔχει σκοπό· τόσο πιδέξια βλέπω
400 νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης." καὶ τὸ γυρνάει στὰ χέρια του ὁ πονηρὸς ζητιάνος.”
  ἄλλος δ᾽ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
"αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι."
     Κι ἄλλος ἀπ' τοὺς περήφανους ἔλεγε πάλε νέους·,
“Μακάρι αὐτὸς τόσο καλὸ νὰ δῆ καὶ ν' ἀπολάψη,
ὅσο μπορέση ἐτοῦτο ἐδῶ τὸ τόξο νὰ τεντώση.”
  ὣς ἄρ᾽ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,      Αὐτὰ οἱ μνηστῆρες ἔλεγαν. Ὡς τόσο ὁ Ὀδυσσέας
405 αὐτίκ᾽ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
ὡς ὅτ᾽ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
ὣς ἄρ᾽ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
τ' ὅπλο σὰν πῆρε τὸ τρανὸ κι ἀπὸ παντοῦθε τὸ εἶδε,
σὰν ἔμπειρος τραγουδιστὴς στὴ φόρμιγγα τεχνίτης,
ποὺ εὔκολα κόρδα μὲ γερὸ στριφτάρι σοῦ τεντώνει,
στὶς δυὸ ἄκρες δένοντας τοῦ ἀρνιοῦ τ' ἄντερο τὸ στριμμένο,
ἔτσι ὁ Δυσσέας εὔκολα τέντωσε τὸ δοξάρι,
410 δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
ἡ δ᾽ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
μνηστῆρσιν δ᾽ ἄρ᾽ ἄχος γένετο μέγα, πᾶσι δ᾽ ἄρα χρὼς
ἐτράπετο· Ζεὺς δὲ μεγάλ᾽ ἔκτυπε σήματα φαίνων·
γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
καὶ μὲ τὸ χέρι τὸ δεξὶ δοκίμασε τὴν κόρδα·
κι ἐκείνη γλυκολάλησε, λὲς κι ἦταν χελιδόνι.
Τότ' οἱ μνηστῆρες τρόμαξαν, κι ὄψην ἀλλάξαν ὅλοι·
κι ὁ Δίας βρόντηξε βαριὰ γιὰ φανερὸ σημάδι·
καὶ χάρηκε ὁ πολύπαθος καὶ θεϊκὸς Δυσσέας,
415 ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
εἵλετο δ᾽ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
γυμνός· τοὶ δ᾽ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
κείατο, τῶν τάχ᾽ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
τόν ῥ᾽ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
ποὺ ὁ γόνος τοῦ πολύβουλου Κρόνου ἔστειλε σημάδι.
Καὶ πλάϊ ἀπ' τὸ τραπέζι ἐκεῖ πῆρε γοργὴ σαγίτα,
ἕτοιμη· οἱ ἄλλες ἔμνησκαν μὲς στὴ βαθειὰ φαρέτρα,
αὐτὲς ποὺ ἔμελλαν γλήγορα οἱ μνηστῆρες νὰ τὶς νιώσουν.
Στοῦ δοξαριοῦ τὸ δέσιμο ἀκουμπώντας τὴ σαγίτα
420 αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ᾽ ὀϊστὸν
ἄντα τιτυσκόμενος, πελέκεων δ᾽ οὐκ ἤμβροτε πάντων
πρώτης στειλειῆς, διὰ δ᾽ ἀμπερὲς ἦλθε θύραζε
ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
"Τηλέμαχ᾽, οὔ σ᾽ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
καὶ στό θρονί του καθιστός, κόκκα τραβάει καὶ κόρδα,
κι ὀμπρός του σημαδεύοντας ρίχνει· καὶ τὰ πελέκια
τὸ βέλος τὸ χαλκόδετο περνάει μὲς ἀπ' τὶς τρύπες,
ἀράδα ἀπ' τὸ στειλιάρι τους τὸ πρῶτο, κι ὄξω βγαίνει.
Κι αὐτὸς λέει τοῦ Τηλέμαχου· “Δὲ σὲ ντροπιάζει ἀλήθεια
425 ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
νῦν δ᾽ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
ὁ ξένος σου, ὦ Τηλέμαχε, σ' αὐτὰ σου τὰ παλάτια.
Μήτε σημάδι ἀστόχησα, μήτ' ἄργησα μὲ κόπο
τὸ τόξο νὰ τεντώσω ἐγώ· βαστάει ἡ δύναμή μου,
κι ἄδικα τόση μοῦ 'δειξαν τοῦτοι ὅλοι καταφρόνια.
Τώρα καιρὸς οἱ Ἀχαιοὶ τὸ δεῖπνο νὰ τοιμάσουν,
ὅσο 'ναι φῶς· ἀργότερα κι ἄλλο θένα 'χουν γλέντι
430 μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός." μὲ τὸ χορό, μὲ φόρμιγγα, πού 'ναι τοῦ δείπνου δῶρα.”
  ἦ καὶ ἐπ᾽ ὀφρύσι νεῦσεν· ὁ δ᾽ ἀμφέθετο ξίφος ὀξὺ
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ
πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
     Καὶ μὲ τὰ φρύδια του ἔγνεψε· κι ὁ ἀκριβογιὸς τοῦ θείου
Δυσσέα τότες ζώστηκε τὸ κοφτερὸ σπαθί του,
καὶ τὸ κοντάρι σφίγγοντας στὸ χέρι, στὸ πλευρό του
στάθηκε δίπλα στὸ θρονὶ, καὶ στ' ἄρματα ἄστραφτε ὅλος.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001