<< Ραψωδία β | [ Εἰσαγωγή ] | Ραψωδία δ >> |
Ἠέλιος δ᾽ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, οὐρανὸν ἐς πολύχαλκον, ἵν᾽ ἀθανάτοισι φαείνοι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, |
Τὴν ὥρια ὅταν ἀφήνοντας τὴ λίμνη ἀνέβη ὁ ἥλιος πρὸς τὸν ὁλόχαλκο οὐρανὸ σὲ ἀθάνατους νὰ φέξη, καὶ στοὺς ἀνθρώπους τοὺς θνητοὺς τῆς γῆς τῆς θροφοδότρας, σὲ χώρα φτάναν ὄμορφη, στὴν Πύλο τοῦ Νηλέα. |
|
5 | ἷξον· τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. ἐννέα δ᾽ ἕδραι ἔσαν, πεντακόσιοι δ᾽ ἐν ἑκάστῃ ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. εὖθ᾽ οἱ σπλάγχνα πάσαντο, θεῷ δ᾽ ἐπὶ μηρί᾽ ἔκαιον, |
Κόσμος ἐκεῖ στ' ἀκρόγιαλα προσφέρνανε θυσίες, ταύρους ὁλόμαυρους στῆς γῆς τὸ σείστη Ποσειδώνα. Καθόντανε παρέες ἐννιά, νομάτοι πεντακόσοι στὴν καθεμιά, καὶ ταῦροι ἐννιὰ στὴν καθεμιὰ σφαζόνταν. Κι ὥσπου τὰ σπλάχνα νὰ γευτοῦν καὶ τὰ μεριὰ νὰ κάψουν |
10 | οἱ δ᾽ ἰθὺς κατάγοντο ἰδ᾽ ἱστία νηὸς ἐίσης στεῖλαν ἀείραντες, τὴν δ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί· ἐκ δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
γιὰ τὸ θεό, αὐτοὶ μπαίνανε καὶ τὰ πανιὰ μαζῶναν, Καὶ στάθη τὸ καλόφτιαστο καράβι, κι ὄξω βγῆκαν, καὶ βγῆκε κι ὁ Τηλέμαχος τὴν Ἀθηνᾶ ἀκλουθώντας. Πρώτη τὸ λόγο ἀρχίνησε ἡ θεὰ ἡ γαλανομάτα· |
"Τηλέμαχ᾽, οὐ μέν σε χρὴ ἔτ᾽ αἰδοῦς, οὐδ᾽ ἠβαιόν· | “Δὲν πρέπει ἐσὺ πιὰ ντροπαλός, Τηλέμαχέ μου, νά 'σαι | |
15 | τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν. ἀλλ᾽ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο· εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ· |
γι' αὐτὸ τὰ πέλαα πέρασες, νὰ μάθης, τὸ γονιό σου ποιό χῶμα τόνε σκέπασε, ποιά μοῖρα τόνε βρῆκε. Σῦρε στ' ἀλογοδαμαστῆ τοῦ Νέστορα ἴσια τώρα, νὰ δοῦμε σὰν τί στοχασμοὺς μὲς στὴν καρδιά του κρύβει. Καὶ παρακάλειε τον ἐσὺ μὲ ἀλήθεια νὰ μιλήση, |
20 | ψεῦδος δ᾽ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί." τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "Μέντορ, πῶς τ᾽ ἄρ᾽ ἴω; πῶς τ᾽ ἂρ προσπτύξομαι αὐτόν; οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· αἰδὼς δ᾽ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι." |
ἀγκαλὰ ψέμα δὲ θὰ πῆ, γιατὶ ἔχει γνώση ἐκεῖνος.” Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τῆς κάνει· “Μέντορα, πῶς νὰ πάω μαθὲς καὶ νὰ τοῦ προσμιλήσω, ποὺ ἀκόμα εἶμ' ἀσυνήθιστος στὰ σοβαρὰ τὰ λόγια; Νέος μεγάλο νὰ ρωτάη τό 'χει ντροπῆς ἀλήθεια.” |
25 | τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· "Τηλέμαχ᾽, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε." |
Κι ἡ γαλανόματη Ἀθηνᾶ τοῦ ἀπολογήθη κι εἶπε· “Τηλέμαχε, ἄλλα θὰ τὰ βρῆς μονάχος μὲ τὸ νοῦ σου, ἄλλα ὁ θεὸς θὰ σοῦ τὰ πῆ· τὶ ἡ μάνα σου δὲ θά 'χη γεννήσει κι ἀναθρέψει σε χωρὶς θεοῦ συμπόνια.” |
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη | Εἶπε, κι ὀμπρὸς ἡ Ἀθηνᾶ ξεκίνησε μὲ βιάση, | |
30 | καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο. ἷξον δ᾽ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, ἔνθ᾽ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ᾽ ἑταῖροι δαῖτ᾽ ἐντυνόμενοι κρέα τ᾽ ὤπτων ἄλλα τ᾽ ἔπειρον. οἱ δ᾽ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, |
καὶ πίσωθε στ' ἀχνάρια της ἀκολουθοῦσε ἐκεῖνος, Καὶ φτάσανε στῶν Πυλιωτῶν τὰ πανηγύρια μέσα, ποὺ μὲ τοὺς γιούς του ἐκεῖ μαζὶ κι ὁ Νέστορας καθόταν, κι ὁλόγυρα οἱ συντρόφοι του τοιμάζαν τὸ γιορτάσι, μέρος κρεάσια ψήνοντας, μέρος σουβλίζοντάς τα, |
35 | χερσίν τ᾽ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· |
Κι ἅμα τοὺς ξένους γνάντεψαν, ἀντάμα ὅλοι κινοῦνε, καὶ σφίγγοντας τὰ χέρια τους καλοῦν τους νὰ καθίσουν. Πρῶτος ὁ γιὸς τοῦ Νέστορα ὁ Πεισίστρατος ζυγώνει, παίρνει τὸ χέρι τῶν δυονῶν, τοὺς φέρνει στὸ τραπέζι κι ἀπὰς σὲ μαλακὲς προβιὲς στὸν ἄμμο τοὺς καθίζει, |
40 | δῶκε δ᾽ ἄρα σπλάγχνων μοίρας, ἐν δ᾽ οἶνον ἔχευεν χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα Παλλάδ᾽ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο· "εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι· |
τοῦ Θρασυμήδη τοῦ ἀδελφοῦ καὶ τοῦ γονιοῦ του δίπλα. Ἀπὸ τὰ σπλάχνα δίνει τους μερίδες, τοὺς γεμίζει χρυσὸ ποτήρι μὲ κρασὶ, καὶ χαιρετώντας κράζει στὴν κόρη τοῦ αἰγιδόσκεπου καὶ Δία, τὴν Παλλάδα· |
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. | “Εὐκήσου τώρα, ὦ ξένε μου, στὸ μέγα Ποσειδώνα, | |
45 | αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσ᾽ ἄνθρωποι. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῷ· |
ποὺ στὴ γιορτή του τύχατε δωπέρα νὰ βρεθῆτε. Κι ὄντας τοῦ χύσης κι εὐκηθῆς, καθὼς εἶναι συνήθεια, δὸς τὸ ποτήρι καὶ τοῦ νιοῦ, γλυκὸ κρασὶ νὰ χύση, τὶ τούς ἀθάνατους κι αὐτὸς θὰ προσκυνάη· οἱ ἀνθρῶποι ἀνάγκη πάντα τῶν θεῶν τῶν Ὀλυμπήσων ἔχουν. Ὅμως αὐτὸς μικρότερος κι ὁμήλικός μου ὄντας, |
50 | τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον." | ἐσένα πρῶτα δίνω σου τ' ὁλόχρυσο ποτήρι.” |
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· αὐτίκα δ᾽ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· |
Αὐτὰ εἶπε, καὶ στὰ χέρια του τὸ κρασατάσι δίνει. Κι ἡ Ἀθηνᾶ τὸ χάρηκε ποὺ ὁ γνωστικὸς λεβέντης ἐκείνης πρώτης τό 'δωσε τ' ὁλόχρυσο ποτήρι. Κι ἔκανε ἀμέσως προσευκὴ τοῦ μέγα Ποσειδώνα· |
|
55 | "κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, αὐτὰρ ἔπειτ᾽ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. |
“Ἄκου μας, κοσμοζώστη θεέ, μήν ἀρνηθῆς μας τὰ ὅσα παρακαλοῦμε νὰ γενοῦν. Καὶ πρῶτα χάριζε τους καλοτυχιὰ τοῦ Νέστορα καὶ τῶν παιδιῶν του ἀντάμα· δίνε ὕστερα πολύχαρη στοὺς ἄλλους τοὺς Πυλιῶτες τὴν πλερωμὴ γιὰ τὴ λαμπρὴ ἑκατοβοδιά τους τούτη. |
60 | δὸς δ᾽ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ." ὣς ἄρ᾽ ἔπειτ᾽ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα. |
Δίνε καὶ τοῦ Τηλέμαχου κι ἐμένανε κατόπι καλὸ πατρίδας γυρισμό, σὰν τελεστοῦνε τὰ ὅσα ἐδῶ νὰ πράξουμε ἤρθαμε μὲ τὸ γοργὸ καράβι.” |
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον· ὣς δ᾽ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. |
Κι αὐτὰ ποὺ προσευκότανε μονάχη τὰ τελοῦσε· προσφέρνει τοῦ Τηλέμαχου τὸ δίχερο ποτήρι, |
|
65 | οἱ δ᾽ ἐπεί ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο, μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
καὶ τοῦ Δυσσέα ὁ ἀκριβογιὸς προσεύκεται κι ἐκεῖνος. Καὶ σάνε ψῆσαν κι ἔσυραν τ' ἀπόξωθε κοψίδια, τὰ μοίρασαν κι ἀρχίσανε τ' ἀρχοντικὸ τραπέζι. Κι ἀπὸ φαγὶ κι ἀπὸ πιοτὸ σὰ χόρτασε ἡ καρδιά τους, ὁ Γερηνιώτης Νέστορας ὁ ἀλογογνώστης εἶπε· |
"νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι | “Καὶ τώρα κάλλιο ἂς ρωτηθοῦν οἱ ξένοι αὐτοὶ ποιοί νά 'ναι, | |
70 | ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα; ἤ τι κατά πρῆξιν ἦ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι πέροντες;" |
μιὰς καὶ φραθήκανε θροφή. Πῆτε μας, ποιοί εἶστε, ὦ ξένοι; ποποῦθε ταξιδέψατε τοὺς πελαγήσους δρόμους; τάχα δουλειὰ σᾶς ἔφερε, ἢ ἐδῶ κι ἐκεῖ πλανιέστε στὶς θάλασσες, σὰν πειρατὲς ποὺ τριγυρνοῦν καὶ φέρνουν, μὲ τῆς ζωῆς τους κίνδυνο, ζημιὰ σὲ ξένον κόσμο;” |
75 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη θῆχ᾽, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν· |
Κι ὁ γνωστικὸς Τηλέμαχος αὐτὰ τοῦ ἀπολογήθη, μὲ θάρρος ποὺ ἴδια της ἡ θεὰ τοῦ τό 'βαλε στὸ νοῦ του, μαντάτα τοῦ χαμένου τοῦ γονιοῦ γιὰ νὰ γυρέψη, κι ὄνομα σύγκαιρα λαμπρὸ στὸν κόσμο γιὰ νὰ βγάλη. |
"ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, | “Νέστορα, τοῦ Νηλέα ὦ γιέ, τῶν Ἀχαιῶν καμάρι, | |
80 | εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· πρῆξις δ᾽ ἥδ᾽ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι |
ποποῦθε ἐρχόμαστε ρωτᾶς, αὐτὸ θὰ σοῦ ὁρμηνέψω. Ἀπὸ τὸ Θιάκι ἐρχόμαστε, ποκάτω ἀπὸ τὸ Νεῖο, γιὰ ἀνάγκη ποὺ ὄχι τοῦ λαοῦ, παρὰ δική μας εἶναι. Νὰ μάθω ποῦ 'ναι ὁ κύρης μου, τὴ φήμη του ἀκλουθώντας, τοῦ καρτερόψυχου Ὀδυσσέα, ποὺ ἕναν καιρὸ μαζί σου |
85 | σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιξον, πευθόμεθ᾽, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, κείνου δ᾽ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ᾽ ὄλωλεν, |
λὲν πολεμώντας κούρσεψε τὴ χώρα τῆς Τρωάδας. Κάθε ἄλλος ποὺ πολέμησε τοὺς Τρωαδῖτες τότες, τ' ἀκούσαμε τὸ τέλος του καὶ τὴν κακή του μοῖρα· ὡς τόσο ἐκείνου τὸ χαμὸ τὸν κρύβει ὁ γιὸς τοῦ Κρόνου, καὶ δὲν μπορεῖ κανεὶς νὰ πῆ σωστὰ τὸ ποῦ ἀφανίστη, |
90 | εἴθ᾽ ὅ γ᾽ ἐπ᾽ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
ἂν ἔπεσε μαθὲ στεριᾶς ἀπὸ ἐχτρικὸ κοντάρι, ἢ τ' ἄγρια ἂν τόνε φάγανε νερὰ τῆς Ἀμφιτρίτης. Γι' αὐτὸ δὰ τώρα πέφτω σου στὰ γόνατα, νὰ μάθω σὰν ποιό 'τανε τὸ τέλος του κι ἡ κακοθανατιά του, μὰ ἢ τά 'δες μὲ τὰ μάτια σου, ἢ ἀπ' ἄλλον ἄκουσές τα |
95 | πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων, ἀλλ᾽ εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
τὶ ἡ μάνα τόνε γέννησε γιὰ βάσανα περίσσια. Καὶ μὴ μοῦ τὰ μισομιλᾶς ἀπὸ συμπόνια ἢ σέβας, μόν' πές μου τα ἴσια, καταπῶς τὰ μάτια σου τὸν εἶδαν. Παρακαλῶ σε, ἂν ὁ λαμπρὸς γονιός μου ὁ Ὀδυσσέας ἢ λόγο ἢ πράξη σοῦ 'ταξε καὶ τέλεσε στὴν Τροία, |
100 | δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί, τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. |
ἐκεῖ ποὺ ἀρίθμητα δεινὰ στοὺς Ἀχαιοὺς πλακῶσαν, θυμήσου τα τὴν ὥρα αὐτὴ, καὶ πές μου τὴν ἀλήθεια.” |
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· "ὦ φίλ᾽, ἐπεί μ᾽ ἔμνησας ὀιζύος, ἥν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, |
Κι ὁ Γερηνιώτης Νέστορας ὁ ἀλογογνώστης τοῦ εἶπε· “Φίλε μου, ἀφοῦ μοῦ θύμισες τὰ πάθια ποὺ ἐκεῖ τότες τραβήξαμε τῶν Ἀχαιῶν τ' ἀκράτητα ἐμεῖς τέκνα, |
|
105 | ἠμέν ὅσα ξὺν νηυσίν ἐπ᾽ ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληίδ᾽, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, ἠδ᾽ ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθ᾽· ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ᾽ Ἀχιλλεύς, |
κι ὅσα στὰ πέλαγα τ' ἀχνὰ γυρνώντας μὲ καράβια, σὰ βγαίναμε στὰ λάφυρα τὸν Ἀχιλλέα ἀκλουθώντας, καὶ πάλε γύρω στὸ καστρὶ τοῦ Πρίαμου τοῦ ρήγα σὰν πολεμούσαμε· ὅλοι ἐκεῖ οἱ καλύτεροί μας πῆγαν. Ἐκεῖ ὁ λεβέντης ὁ Αἴαντας, ἐκεῖ κι ὁ Ἀχιλλέας, |
110 | ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δ᾽ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; |
κι ὁ Πάτροκλος, ποὺ μὲ θεοὺς μπόρειε νὰ βγῆ στὴ γνώση, ἐκεῖ κι ὁ γιός μου ὁ ἀκριβός, τὸ παλληκάρι τ' ἄξιο, ὁ Ἀντίλοχος, ὁ ξακουστὸς στὸ δρόμο καὶ στὴ μάχη. Κι ἄλλα πολλὰ παθήματα κοντὰ σ' αὐτὰ μᾶς βρῆκαν· μὰ ποιός θνητὸς ,θὰ δύνονταν αὐτὰ νὰ τὰ ἱστορήση; |
115 | οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι, μόγις δ᾽ ἐτέλεσσε Κρονίων. |
Καὶ πέντε κι ἔξη ἂν ἔμνησκες χρόνους ἐδῶ ρωτώντας, νὰ μάθης τὰ ὅσα πόφεραν οἱ Ἀχαιοὶ οἱ λεβέντες, βαριεστημένος κι ἄμαθος στὸν τόπο σου θὰ γύρνας. Χρόνους ἐννιὰ τοὺς πλέχναμε χαμὸ μὲ μύριες τέχνες, καὶ μετὰ βίας τοῦ Κρόνου ὁ γιὸς τὸν ἔφερε σὲ τέλος. |
120 | ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελ᾽, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι· σέβας μ᾽ ἔχει εἰσορόωντα. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης |
Μὲ τὸν τρανὸ Ὀδυσσέα κανεὶς στὴ γνώμη δὲ μποροῦσε νὰ παραβγῆ, ποὺ πάντα αὐτὸς ἔβγαιν' ἀπ' ὅλους πρῶτος σὲ πᾶσα τέχνη, ὁ κύρης σου, ἂν εἶσαι ἐσὺ στ' ἀλήθεια παιδί του ἐκείνου· ξαφνισμὸς μὲ παίρνει σὰν κοιτῶ σε. Μοιάζει ἡ μιλιὰ σας, μὰ τὸ ναί, καὶ θά 'λεγες πὼς νέος |
125 | ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. ἔνθ᾽ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς οὔτε ποτ᾽ εἰν ἀγορῇ δίχ᾽ ἐβάζομεν οὔτ᾽ ἐνὶ βουλῇ, ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ φραζόμεθ᾽ Ἀργείοισιν ὅπως ὄχ᾽ ἄριστα γένοιτο. |
μὲ τόση γνώση γέρικη δὲν μπόρειε νὰ μιλήση. Ποτὲς οἱ δυό μας, ὁ λαμπρὸς Δυσσέας κι ἐγώ, νὰ βγοῦμε ἀσύφωνοι σὲ συντυχιὰ ἢ βουλὴ δὲν ἔτυχέ μας, παρὰ μιὰ γνώμη δείχνοντας, μὲ στοχασιὰ καὶ σκέψη τί τοὺς Ἀργῖτες σύφερνε πασκίζαμε νὰ βροῦμε. |
130 | αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐσκέδασσεν Ἀχαιούς, καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον |
Μὰ σὰν τὴ διαγουμίσαμε τοῦ Πρίαμου τὴ χώρα, καὶ στὰ καράβια μπήκαμε, καὶ θεὸς τοὺς σκόρπιζε ὅλους τοὺς Ἀχαιούς, κακὸ ἐρχομὸ μᾶς μελετοῦσε ὁ Δίας, γιατὶ ὅλοι τους δὲν ἤτανε στοχαστικοὶ καὶ δίκιοι, καὶ σὲ πολλοὺς τους ἔπεσε σὰ φοβερὴ κατάρα |
135 | μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. ἥ τ᾽ ἔριν Ἀτρεΐδῃσι μετ᾽ ἀμφοτέροισιν ἔθηκε. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, |
ἡ ὀργὴ τῆς γαλανόματης τοῦ Δία θυγατέρας, ποὺ σκόρπισε διχογνωμιὰ στοὺς δυὸ τοὺς γιοὺς τοῦ Ἀτρέα. Σὲ σύναξη καλέσανε τὰ πλήθη αὐτοί, τοῦ κάκου, καὶ ξώκαιρα, σὰν ἔγερνε κατὰ τὸ βράδυ ὁ ἥλιος, κι ἦρθαν τῶν Ἀχαιῶν οἱ γιοὶ κρασὶ βαριοπιωμένοι, |
140 | μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ἔνθ᾽ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς νόστου μιμνήσκεσθαι ἐπ᾽ εὐρέα νῶτα θαλάσσης, οὐδ᾽ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα λαὸν ἐρυκακέειν ῥέξαι θ᾽ ἱερὰς ἑκατόμβας, |
κι ἐκεῖνοι τοὺς ξηγούσανε γιατὶ συνάξανέ τους. Τοὺς ἔλεγε ὁ Μενέλαος τοὺς Ἀχαιοὺς νὰ σύρουν στὸν τόπο τους, τὶς διάπλατες τὶς θάλασσες περνώντας· ὡς τόσο ὁ Ἀγαμέμνονας μὴ στέργοντας, τοὺς κράτα, γιὰ νὰ τελέση τῆς θεᾶς ἱερὲς θυσίες πρῶτα, |
145 | ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν ἕστασαν· οἱ δ᾽ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ |
τὴ μάνητά της θέλοντας μ' αὐτὲς νὰ μαλακώση. Κλούβιος, καὶ δὲν τὸ γνώριζε πὼς δὲν τὴ μεταπείθει, γιατὶ ἔτσι τῶν ἀθάνατων ἡ γνώμη δὲ γυρίζει. Κι οἱ δυὸ καθὼς στεκόντανε βαριὰ λογομαχώντας, σηκώθηκαν οἱ Ἀχαιοὶ μὲ χλαλοή μεγάλη, |
150 | ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο· ἠῶθεν δ᾽ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν κτήματά τ᾽ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. |
καὶ χωριστήκανε σὲ δυὸ ταράφια ἀπὸ δυὸ γνῶμες. Ἕνας τὸν ἄλλο ὀχτρεύοντας πλαγιάσαμε τὴ νύχτα, τὶ ὁ Δίας μᾶς μαγείρευε κακὸ καὶ μαῦρο τέλος. Μὰ τὴν αὐγὴ τραβήξαμε στὴ θάλασσα τὰ πλοῖα, καὶ μέσα κι οἱ βαθιόζωνες γυναῖκες μὲ τὰ πλούτια. |
155 | ἡμίσεες δ᾽ ἄρα λαοὶ ἐρητύοντο μένοντες αὖθι παρ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· ἡμίσεες δ᾽ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλ᾽ ὦκα ἔπλεον, ἐστόρεσεν δέ θεὸς μεγακήτεα πόντον. ἐς Τένεδον δ᾽ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοισῥν, |
Ὡς τόσο μείνανε οἱ μισοὶ κοντὰ στὸν Ἀγαμέμνο, τοῦ Ἀτρέα τὸ γιό, τὸ βασιλιά,κι οἱ ἄλλοι στὰ καράβια. Καὶ τὰ καράβια ἀρμένιζαν ὁλόπρυμα, τὶ κάποιος τότες θεὸς μᾶς ἔστρωνε τὰ τρίσβαθα πελάγη. Στὴν Τένεδο σὰν ἤρθαμε, γυρνώντας στὴν πατρίδα, |
160 | οἴκαδε ἱέμενοι· Ζεὺς δ᾽ οὔ πω μήδετο νόστον, σχέτλιος, ὅς ῥ᾽ ἔριν ὦρσε κακήν ἔπι δεύτερον αὖτις. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας ἀμφ᾽ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, αὖτις ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· |
σφαχτὰ προσφέραμε τῶν θεῶν μὰ ὁ ἄσπλαχνος ὁ Δίας δὲν ἔστεργε νὰ φτάσουμε, μόνε κακὲς διχόνοιες πάλε μᾶς ἔσπερνε. Πολλοὶ γυρίσανε ξοπίσω μὲ τὰ καράβια τὰ γερτὰ, τὸ βασιλιὰ ἀκλουθώντας τὸν Ὀδυσσέα, τὸ γνωστικὸ καὶ τὸν πολυτεχνίτη, νὰ μὴ χαλάσουν τὴν καρδιὰ τοῦ ἀφέντη τοῦ Ἀγαμέμνου· |
165 | αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, φεῦγον, ἐπεὶ γίγνωσκον, ὃδὴ κακὰ μήδετο δαίμων. φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δ᾽ ἑταίρους. ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, ἐν Λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, |
ὡς τόσο μ' ὅσα ἐγὼ ὅριζα, λίγα πολλὰ καράβια, ξεκίνησα νὰ φύγουμε, τὶ τά 'νιωθα τὰ πάθια ποὺ ὁ θεὸς μᾶς κρυφοτοίμαζε στὸ λογισμό του μέσα. Ἐτσι κι ὁ πολεμόχαρος γιὸς τοῦ Τυδέα κινοῦσε, καὶ τοὺς συντρόφους του ἔπαιρνε. Καὶ λίγο ἀργότερά μας νά κι ὁ Μενέλαος ὁ ξανθὸς προφταίνει πρὸς τὴ Λέσβο, ἐκεῖ ποὺ μελετούσαμε τὸ μακρινὸ ταξίδι, |
170 | ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες, ἦ ὑπένερθε Χίοιο, παρ᾽ ἠνεμόεντα Μίμαντα. ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γ᾽ ἡμῖν δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν |
ἂν παραπάνω ἀπὸ τὴ Χιὸ τὴ βράχινη θὰ βγοῦμε, πρὸς τὴν Ψυριά, ἀπὸ τὰ ζερβὰ ἐτούτη ἀφήνοντάς την, ἢ κάτω, πρὸς τὸ Μίμαντα τὸν ἀνεμοδαρμένο. Καὶ τοῦ θεοῦ ζητήσαμε σημάδι, καὶ μᾶς ἦρθε· νὰ σκίσουμε τὸ πέλαγο, μᾶς ἔλεγε, ὡς τὴν Εὔβοια, |
175 | τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. ὦρτο δ᾽ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ᾽ ὦκα ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων πόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες. |
γλήγορο ἂν θέμε γλυτωμὸ ἀπὸ βάσανα μεγάλα. Φύσηξε πρύμος ἄνεμος, καὶ τρέξαν τὰ καράβια μὲς στὰ ψαράτα πέλαγα, κι ἀράξαμε τὴ νύχτα στὴ Γεραιστό· πολλῶν ἐκεῖ τοῦ Ποσειδῶνα ταύρων μεριὰ τοῦ κάψαμε ὕστερα ἀπὸ τόσου πέλαου δρόμο. Σὰν ἦρθε ἡ μέρα ἡ τέταρτη, οἱ συντρόφοι τοῦ Διομήδη |
180 | τέτρατον ἦμαρ ἔην, ὅτ᾽ ἐν Ἄργεϊ νῆας ἐίσας Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο ἵστασαν· αὐτάρ ἐγώ γε Πύλονδ᾽ ἔχον, οὐδέ ποτ᾽ ἔσβη οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. "ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα |
τοῦ ἀλογοδαμαστῆ, τοῦ γιοῦ τοῦ ἡρωϊκοῦ Τυδέα, μὲς στ' Ἄργος φέρναν κι ἄραζαν τὰ ὡραῖα τους καράβια· ὡς τόσο γιὰ τὴν Πύλο ἐγὼ τραβοῦσα, κι ὁλοένα φυσοῦσε ὁ οὔριος ἄνεμος ποὺ ὁ θεὸς εἶχε σταλμένο. Ἐτσι ἦρθα, γιέ μου, ἀνήξερος, κι ἀκόμα δὲ γνωρίζω |
185 | κείνων, οἵ τ᾽ ἐσάωθεν Ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο. ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, κοὐδέ σε δεύσω. εὖ μὲν Μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους, οὓς ἄγ᾽ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, |
ποιοί τότες γλύτωσαν, καὶ ποιοί χαθήκανε καὶ πῆγαν. Μὰ ὅσα μὲς στοὺς πύργους μου κάθουμ' ἐδῶ κι ἀκούγω, θὰ τά 'χης μὲ τήν τάξη τους καὶ δὲ θὰ σοῦ τὰ κρύψω. Ἤρθανε, λέν, τοῦ κονταριοῦ οἱ τεχνῖτες Μυρμιδόνες, ποὺ ὁ γιὸς τοῦ μεγαλόψυχου Ἀχιλλέα τοὺς ὁδηγοῦσε, |
190 | εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, ὥς τ᾽ ἦλθ᾽, ὥς τ᾽ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. |
ἦρθε κι ὁ δοξαστὸς ὁ γιὸς τοῦ Ποία ὁ Φιλοχτήτης. Κι ὁ Ἰδομενέας κατέβασε στὴν Κρήτη τοὺς δικούς του, ὅσοι ἀπὸ μάχες γλύτωσαν καὶ κῦμα δὲν τοῦς πῆρε. Γιὰ τοῦ Ἀτρέα τὸ γιὸ κι ἐσεῖς θ' ἀκούσατε μακριάθε, πὼς ἦρθε, καὶ πὼς ὁ Αἴγιστος φριχτὸ τοῦ φύλαε τέλος. |
195 | ἀλλ᾽ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. καὶ σὺ φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε, |
Ὅμως κι αὐτὸς τὸ πλέρωσε πολὺ πικρά, καὶ βλέπεις πόσο καλό 'ναι ἀπόγονο ν' ἀφήνη ὅποιος πεθαίνει σὰν κεῖνον ποὺ γδικιώθηκε τὸν Αἴγιστο τὸν πλάνο, ποὺ τὸ γονιό του χάλασε τὸν πολυδοξασμένο. Κι ἐσὺ, καλὲ μου, ποὺ ὄμορφο σὲ βλέπω καὶ μεγάλο, |
200 | ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ." | νὰ γίνης καὶ παλληκαράς, νὰ σὲ παινοῦν κατόπι.” |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· |
Κι ὁ γνωστικὸς Τηλέμαχος αὐτὰ τοῦ ἀπολογήθη· “Νέστορα, τοῦ Νηλέα γιέ, τῶν Ἀχαιῶν καμάρι, καλὰ τόνε γδικιώθηκε, κι οἱ Ἀχαιοὶ θ' ἁπλώσουν τὴ φήμη του ν' ἀκούγεται χρόνους πολλοὺς κατόπι. |
|
205 | αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. ἀλλ᾽ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, πατρί τ᾽ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης." |
Μακάρι τόση δύναμη κι ἐμένα οἱ θεοὶ νὰ δίναν, νὰ γδικιωθῶ τὶς ἀδικιὲς τῶν ἄσπλαχνων μνηστήρων, ποὺ μὲ περίσσια ἀδιαντροπιὰ λογῆς κακὰ μοῦ πλέχνουν. Μὰ τέτοιο ριζικὸ οἱ θεοὶ δὲ δῶκαν τοῦ γονιοῦ μου κι ἐμένανε, κι ἀπομονὴ νὰ κάμω πρέπει τώρα.” |
210 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· "ὦ φίλ᾽, ἐπεὶ δὴ ταῦτά μ᾽ ἀνέμνησας καὶ ἔειπες, φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι· εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ |
Κι ὁ Γερηνιώτης Νέστορας ὁ ἀλογατὰς τοῦ κάνει· “Φίλε μου, μιὰς καὶ τέτοια ἐσὺ μοῦ θύμισες καὶ μοῦ 'πες, λένε πὼς περισσοὶ γαμπροὶ τὴ μάνα σου ζητώντας, μέσα στοὺς πύργους σου δουλειὲς καὶ βάσανα σκαρώνουν. Πές μου, ἤθελες καὶ τὰ τραβᾶς, ἢ τάχα ὁ κόσμος ὅλος |
215 | ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ. τίς δ᾽ οἶδ᾽ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί; εἰ γάρ σ᾽ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, ὡς τότ᾽ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο |
σ' ὀχτρεύεται, κάποιου θεοῦ κρυφὴ φωνὴ ἀκλουθώντας; Ποιός ξέρει ἐκειὸς ἂ δὲν ἐρθῆ καὶ δὲν τοὺς τὰ πλερώση, ἢ μοναχός του, ἢ καὶ μαζὶ μὲ τοὺς Ἀχαιοὺς μιὰν ὥρα; Τὶ ἡ γαλανόματη Ἀθηνᾶ κι ἐσένα ἂν ἀγαποῦσε καθὼς πονοῦσε ἕναν καιρὸ τὸν ξακουστὸ Ὀδυσσέα |
220 | δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί-- οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη-- εἴ σ᾽ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο." |
στὴν Τροία, ἐκεῖ ποὺ ὅλους μας πολλὰ μᾶς τρῶγαν πάθια, — δὲν εἶδα, ἀλήθεια, ἀθάνατο τόση νὰ δείχνη ἀγάπη ὅση ἔδειχνέ του φανερὰ ἡ Ἀθηνᾶ ἡ Παλλάδα, — ἔτσι κι ἐσένα, ἂν ἤθελε νὰ σὲ πονῆ στὸ νοῦ της, πολλοὶ τους θὰ ξεχνούσανε τοῦ γάμου τὴ λαχτάρα.” |
225 | τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· "ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· λίην γὰρ μέγα εἶπες· ἄγη μ᾽ ἔχει. οὐκ ἂν ἐμοί γε ἐλπομένω τὰ γένοιτ᾽, οὐδ᾽ εἰ θεοὶ ὣς ἐθέλοιεν." |
Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπολογήθη κι εἶπε. “Δὲν τὸ πιστεύω, γέροντα, νὰ τελεστῆ τὸ μοῦ 'πες· μεγάλος λόγος, ποὺ τὸ νοῦ σαστίζει· δὲν τὸ 'λπίζω τέτοιο 'να πρᾶμα νὰ γενῆ κι ἂν οἱ θεοι θελήσουν.” |
τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· | Κι ἡ γαλανόματη θεὰ γυρίζει καὶ τοῦ κάνει· | |
230 | "Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ῥεῖα θεός γ᾽ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. βουλοίμην δ᾽ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων |
“Τί λόγια ἀπὸ τὰ χείλη σου, Τηλέμαχε, ξεφύγαν; Θεὸς ἂν θέλη, τὸ θνητὸ κι ἀπὸ μακριὰ γλυτώνει. Κάλλια 'χα νὰ τυραννιστῶ κι ἀρίθμητα νὰ πάθω, πατρίδα ὡς ποὺ νὰ ξαναδῶ καὶ γυρισμὸ νὰ νιώσω, παρὰ ὅπως ὁ Ἀγαμέμνονας νὰ βρῶ χαμὸ στὸ σπίτι, |
235 | ὤλεθ᾽ ὑπ᾽ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. ἀλλ᾽ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο." |
ποὺ θῦμα πῆγε τοῦ Αἴγιστου καὶ τοῦ ἄπιστου ταιριοῦ του. Τὶ ἀπὸ παρόμοιο θάνατο μήτε οἱ θεοὶ τοῦ Ὀλὐμπου ἀγαπημένο τους θνητὸ δὲ δύνουνται νὰ σώσουν, τοῦ χάρου τοῦ τεντόκορμου σὰν τὸν πλακώσ' ἡ μοῖρα.” |
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· | Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τῆς κρένει· | |
240 | "Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· κείνῳ δ᾽ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη φράσσαντ᾽ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν. νῦν δ᾽ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι Νέστορ᾽, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· |
“Μέντορ', αὐτὰ ἂς τὰ πάψουμε, πολὺς κι ἂν εἶναι ὁ πόνος· δὲν ἔχει ἐκεῖνος γυρισμὸ· οἱ ἀθάνατοι πιὰ τώρα τὸ θάνατο του ὁρίσανε καὶ τὴν κακή του μοῖρα. Τώρα ἄλλο ἐγὼ τοῦ Νέστορα θὰ πῶ καὶ θὰ ρωτήξω, τὶ κρίνει καὶ κατέχει αὐτὸς ὅσο κανένας ἄλλος· |
245 | τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε᾽ ἀνδρῶν· ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. ὦ Νέστορ Νηληϊάδη, σὺ δ᾽ ἀληθὲς ἐνίσπες· πῶς ἔθαν᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; ποῦ Μενέλαος ἔην; τίνα δ᾽ αὐτῷ μήσατ᾽ ὄλεθρον |
τρεῖς λένε πὼς βασίλεψε γενεὲς αὐτὸς ἀνθρώπων, καὶ σὰν ἀθάνατος σφαντάει σὰν τοῦ κοιτῶ τήν ὄψη. Νέστορα, τοῦ Νηλέα γιέ, πές μου ὅλη τὴν ἀλήθεια· πῶς πέθανε ὁ Ἀγαμέμνονας ὁ μέγας γιὸς τοῦ Ἀτρέα; καὶ ποῦ ἤτανε ὁ Μενέλαος; σὰν τί τὸ μαῦρο τέλος ποὺ ὁ πονηρὸς ὁ Αἴγιστος σοφίστηκε καὶ βρῆκε, |
250 | Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετ᾽ ἐπ᾽ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;" |
γιὰ νὰ ξεκάμη ἀντίμαχο πολὺ καλύτερό του; ἢ νά 'λειπε ὁ Μενέλαος, καὶ κάπου ἀλλοῦ πλανιόταν, κι ἐκεῖνος ξεθαρρεύτηκε καὶ σκότωσε τὸ ρήγα;” |
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· "τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω. |
Κι ὁ Γερηνιώτης Νέστορας ὁ ἀλογατὰς τοῦ κρένει· “Ὅλα σωστὰ κι ἀληθινὰ θὰ σοῦ τὰ πῶ, παιδί μου. |
|
255 | ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, εἰ ζωόν γ᾽ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν |
Καὶ μόνος σου φαντάζεσαι τὸ πῶς αὐτὰ θὰ βγαῖναν, ἂ ζοῦσε ἀκόμα ὁ Αἴγιστος μὲς στᾶ παλάτια ἐκεῖνα, τότες ποὺ γύρισε ὁ ξανθὸς Μενέλαος ἀπ' τὴν Τροία· ὡς μήτε γῆς δὲ θά 'ριχταν ἀπὰς στὸ λείψανο του, παρὰ θὰ τόνε τρώγανε πετάμενα καὶ σκύλοι, |
260 | κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον. ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους ἥμεθ᾽· ὁ δ᾽ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο πόλλ᾽ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν. |
μέσα στῶν κάμπων τὶς ρημιές, ἀλάργ' ἀπὸ τὴ χώρα, καὶ μήτε θὰ τὸν ἔκλαιγε ποτὲς Ἀχαιοπούλα κατόπι τέτοιο κάμωμα· ποὺ ἐμεῖς ἐκεῖ μὲ μύριους ἀγῶνες τυραννιόμασταν, κι ἐτοῦτος φωλιασμένος μὲς στ' Ἄργος τ' ἀλογόθροφο προσπάθειε μὲ τὰ λόγια τὸ ταίρι τοῦ Ἀγαμέμνονα κρυφὰ νὰ ξελογιάση. |
265 | ἡ δ᾽ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσι· πὰρ δ᾽ ἄρ᾽ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ᾽ ἐπέτελλεν Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν. ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, |
Ὡς τόσο ἀρνιόταν τ' ἄπρεπο τὸ κάμωμα ἡ πανώρια ἡ Κλυταιμνήστρα στὴν ἀρχή, τ' εἶχε καλὴ τὴ γνώμη. Σιμά της κι ὁ τραγουδιστὴς ἀγρύπνα, ποὺ ὁ Ἀτρείδης νὰ τὴ φυλάη παράγγειλε μισεύοντας στὴν Τροία. Μὰ τότες ποὺ οἱ ἀθάνατοι ψηφίσαν τὸ χαμό της, |
270 | δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. πολλὰ δὲ μηρί᾽ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, πολλὰ δ᾽ ἀγάλματ᾽ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, |
τὸν παίρνει τὸν τραγουδιστὴ σὲ ρημονήσι ἐκεῖνος, κι ἀφήνοντάς τον νὰ γενῆ ξεφάντωμα τῶν ὄρνιων, τὴ φέρνει σπίτι πρόθυμη καθὼς κι ὁ ἴδιος ἦταν. Ἀρίθμητα ἔψησε μεριὰ πὰς στοὺς βωμοὺς τῶν θεῶνε, μύρια στολίδια κρέμασε, καὶ τούλια καὶ χρυσάφια, |
275 | ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ. "ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· ἀλλ᾽ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ᾽, ἄκρον Ἀθηνέων, ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων |
ποὺ τέτοιο πρᾶμα ἀνόλπιστο καὶ μέγα ἔβγαλε πέρα. Ὡς τόσο ἀπὸ τὴν Τροία ἐμεῖς ἐρχάμενοι, τοῦ Ἀτρέα ὁ γιὸς κι ἐγὼ, οἱ δυὸ βλάμηδες, περνούσαμε τὸ κῦμα· ὅμως στὸ Σούνι, τὸ ἱερὸ σὰ φτάσαμε ἀκρωτήρι τῶν Ἀθηνῶνε, ὁλόξαφνα ὁ Ἀπόλλωνας ὁ, Φοῖβος |
280 | οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ᾽ ἀνθρώπων νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι. ὣς ὁ μὲν ἔνθα κατέσχετ᾽, ἐπειγόμενός περ ὁδοῖο, |
τὸ δόλιο τοῦ Μενέλαου χτυπάει καραβοκύρη, μὲ τὶς λαμπρὲς του σαϊτιές, καὶ τὴ ζωή του παίρνει, ἐκεῖ ποὺ κράταε τοῦ γοργοῦ τοῦ καραβιοῦ τὸ δοιάκι, τὸ Φρόντη τοῦ Ὀνήτορα, ποὺ τοὺς ξεπέρναε ὅλους σὲ καραβιοῦ κυβέρνημα σὰ μάνιαζε ἀνεμούρα. Ἔτσι μποδίστη ὁ δρόμος του, πολλὴ κι ἂν εἶχε βιάση, |
285 | ὄφρ᾽ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς ἐφράσατο, λιγέων δ᾽ ἀνέμων ἐπ᾽ ἀυτμένα χεῦε, |
σὲ φίλο θέλοντας νεκρὸ στερνὲς τιμὲς νὰ δώση, Μὰ ὅταν κι αὐτὸς στὰ μελανὰ τὰ πέλαγα ὄξω βγῆκε μὲ τὰ γοργὰ καράβια του, καὶ στὸ βουνὸ Μαλέα κατέβηκε ἀρμενίζοντας, τότες φριχτὸ ταξίδι ὁ Δίας ὁ βροντόφωνος τοῦ τοίμασε, μὲ ἀνέμους ποὺ σφυριχτοὶ φυσούσανε, καὶ κύματα σηκῶναν |
290 | κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ· |
μέσα στὴν ἄγρια θάλασσα, πελώρια ἴσαμε ὄρη. Καὶ χώρισε τὰ πλοῖα σὲ δυό· μέρος στὴν Κρήτη πέσαν, ποὺ κατοικοῦν οἱ Κύδωνες στοὺς ὄχτους τοῦ Ἰαρδάνου. Ἐκεῖ γκρεμνὸς πρὸς τὸ γιαλὸ γλιστρὸς ἁψηλοστέκει στῆς Γόρτυνας τὰ πέρατα, κι ὀμπρος στ' ἀχνὰ πελάγη· |
295 | ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ᾽ ἀποέργει. αἱ μὲν ἄρ᾽ ἔνθ᾽ ἦλθον, σπουδῇ δ᾽ ἤλυξαν ὄλεθρον ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν κύματ᾽· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους |
αὐτοῦ, πρὸς τή Φαιστὸ μεριά, φυσάει Νοτιὰς κι ἀμπώθει μεγάλο κῦμα στὸ ζερβὸ τὸν κάβο· πέτρα τότες πίσω τὸ διώχνει μικρουλὴ τὸ κῦμα τὸ μεγάλο. Ἐκεῖ τὰ πλοῖα ξέπεσαν καὶ σπάσανε στὰ βράχια καὶ μετὰ βίας ἀπὸ χαμὸ γλυτώσανε οἱ ἀνθρῶποι· τὰ πέντε ὅμως μαυρόπλωρα καράβια ποὺ σωθῆκαν, |
300 | Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων ἠλᾶτο ξὺν νηυσὶ κατ᾽ ἀλλοθρόους ἀνθρώπους· τόφρα δὲ ταῦτ᾽ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά. ἑπτάετες δ᾽ ἤνασσε πολυχρύσοιο Μυκήνης, |
τὰ τράβηξε στὴν Αἴγυπτο τῆς τρικυμιᾶς ἡ φόρα. Πολὺ ἐκεῖ βιὸς συνάζοντας καὶ μάλαμα ὁ Μενέλαος, μὲ τὰ καράβια γύριζε σὲ ἀλλόγλωσσους ἀνθρώπους· στ' Ἄργος ὡς τόσο ὁ Αἴγιστος φριχτοὺς σκοποὺς τελώντας, τὸν Ἀγαμέμνονα ἔσφαξε καὶ δάμασε τὴ χώρα. |
305 | κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ᾽ αὐτῷ. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης ἂψ ἀπ᾽ Ἀθηνάων, κατὰ δ᾽ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν |
Χρόνους ἑφτὰ βασίλεψε μὲς στὴ χρυσὴ Μυκήνη, μὰ στοὺς ὀχτὼ πλακώνοντας ἀπ' τὴν Ἀθήνα ὁ Ὀρέστης, κόβει τὸν πονηρὸ φονιὰ τοῦ δοξαστοῦ γονιοῦ του, καὶ στοὺς Ἀργῖτες ἔδωσε τὸ νεκρικὸ τραπέζι, |
310 | μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο· αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος πολλὰ κτήματ᾽ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν. "καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησο, κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν |
καὶ γιὰ τὸν ἄναντρο Αἴγιστο καὶ γιὰ τὴν ἔρμη μάνα. Τὴν ἴδια μέρα τοῦ 'ρχεται κι ὁ ἀντρόφωνος Μενέλαος, μὲ πράματα ὅσα δύνουνταν τὰ πλοῖα του νὰ σηκώσουν. Φίλε, κι ἐσὺ πολὺ μακριὰ στὰ ξένα μὴν πλανιέσαι, καὶ βιὸς μὲ τέτοιους ἄτιμους στὸ σπίτι μὴν ἀφήνης, |
315 | οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἀλλ᾽ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν, ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ |
μὴ σοῦ τὰ φᾶνε, καὶ σοῦ βγῆ τοῦ κάκου αὐτὸς ὁ δρόμος. Ὡς τόσο συβουλεύω σε νὰ σύρης στοῦ Μενέλαου, ποὺ εἶναι ὅτ' ἦρθε ἀπὸ λαοὺς ποὺ γυρισμὸ δὲ βλέπεις, |
320 | ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ᾽ οἰωνοὶ αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. ἀλλ᾽ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν· εἰ δ᾽ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι, |
μιὰς κι ἀπ' ἀνέμους πλανηθῆς σ' ὅμοια μεγάλα κι ἄγρια πελάγη, ποὺ μήτε πουλιὰ στὸ χρόνο· δὲ γυρνᾶνε. Τράβα μὲ τὸ καράβι σου καὶ μὲ τή συντροφιά σου, ἢ ἂν προτιμᾶς ἀπὸ στεριᾶς, νά, ἀλόγατα κι ἁμάξι· συνταξιδιῶτες ἔπαρε τοὺς γιούς μου, νὰ σὲ φέρουν |
325 | πὰρ δὲ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ· ψεῦδος δ᾽ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν." |
στὴν ὥρια Λακεδαίμονα πού 'ναι ὁ ξανθὸς Μενέλαος. Κι ἀτός σου παρακάλειε τον νὰ σοῦ πῆ τὴν ἀλήθεια, ἀγκαλὰ ψέμα δὲ θὰ πῆ, τὶ ἔχει περίσσια γνώση.” |
ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. | Εἶπε· μὲ τὸ βασίλεμα πέφτει σκοτάδι ὡς τόσο, | |
330 | τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη· | καὶ τότες λέει τοῦ Νέστορα ἡ θεὰ ἡ γαλανομάτα· |
"ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας· ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. |
“Σωστὰ μᾶς τά 'πες, γέροντα· ὅμως τὶς γλῶσσες κόψτε, καὶ βάλτε στὸ κρασὶ νερό, κι ἀφοῦ στὸν Ποσειδώνα καὶ στοὺς λοιποὺς ἀθάνατους στάξουμε στάλες, τότες ἂς πᾶμε καὶ γιὰ πλάγιασμα, τὶ ἡ ὥρα του ζυγώνει. |
|
335 | ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν· δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι." |
Τὸ φῶς στὰ σκότη χάνεται, καὶ δὲν πολυταιριάζει νὰ τὸ παρατραβήξουμε σὲ θεϊκὸ τραπέζι.” |
ἦ ῥα Διὸς θυγάτηρ, οἱ δ᾽ ἔκλυον αὐδησάσης. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, |
Εἶπε τοῦ Δία ἡ κόρη αὐτὰ, κι οἱ ἄλλοι τὴν ἀκοῦσαν, Τότες νερὸ τοὺς ἔχυσαν οἱ κήρυκες στὰ χέρια, κι οἱ νέοι στεφανώσαντας μὲ τὸ κρασὶ κροντήρια, |
|
340 | νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι· γλώσσας δ᾽ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ᾽ ἐπέλειβον. αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός, δὴ τότ᾽ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. |
κάθε ποτήρι γέμισαν τὴν ἀπαρχὴ ἀφοῦ στάξαν· ρίξαν τὶς γλῶσσες στὴ φωτιά, κι ἀφοῦ σταθῆκαν ὄρθιοι, κι ἔσταξαν στάλες κι ἤπιανε ὅσο ἤθελε ἡ καρδιά τους, ὁ θεόμορφος Τηλέμαχος κι ἡ Ἀθηνᾶ μαζί του, κατὰ τὸ πλοῖο τὸ κουφωτὸ κινήσανε, μὰ πίσω |
345 | Νέστωρ δ᾽ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν· | ὁ Νέστορας τοὺς κράτησε τοὺς δυό, κι αὐτὰ τοὺς εἶπε· |
"Ζεὺς τό γ᾽ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὡς ὑμεῖς παρ᾽ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ, ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ᾽ ἐνὶ οἴκῳ, |
“Ὁ Δίας κι οἱ ἄλλοι ἀθάνατοι θεοὶ νὰ μὴν τὸ δώσουν ἐσεῖς νὰ πᾶτε στὸ γοργὸ καράβι ἀπὸ τὰ μένα, σὰν ἀπὸ κάποιονε γυμνὸ κι ὁλόφτωχο στ' ἀλήθεια, ποὺ χράμια καὶ παπλώματα στὸ σπίτι του δὲν ἔχει, |
|
350 | οὔτ᾽ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. οὔ θην δὴ τοῦδ᾽ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς νηὸς ἐπ᾽ ἰκριόφιν καταλέξεται, ὄφρ᾽ ἂν ἐγώ γε ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται, |
γιὰ νὰ κοιμᾶται μαλακὰ κι αὐτὸς κι οἱ ξένοι ποὺ ἔρθουν, Μὰ ἐδῶ κι ἀπὸ παπλώματα κι ἀπ' ὥρια χράμια βρίσκει. Ποτὲς ὁ γιὸς τοῦ ἄντρα ἐκεινοῦ, τοῦ θεϊκοῦ Ὀδυσσέα, δὲ θὰ πλαγιάση ἀκοίταχτος σὲ καραβιοῦ σανίδια, ὅσο ἐγὼ ζῶ, καὶ τέκνα μου στὸν πύργο μου ἀπομνήσκουν, |
355 | ξείνους ξεινίζειν, ὅς τίς κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται." τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
τοὺς ξένους νὰ φιλεύουνε ποὺ τύχη ἐδῶ νὰ ρθοῦνε. Κι ἡ γαλανόματη θεὰ τοῦ κρένει τότε ἐκείνου· |
"εὖ δὴ ταῦτά γ᾽ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως. ἀλλ᾽ οὗτος μὲν νῦν σοὶ ἅμ᾽ ἕψεται, ὄφρα κεν εὕδῃ |
“Φρόνιμα τά 'πες, γέρο, αὐτά, καὶ πρέπει νὰ σ' ἀκούση, καὶ νά 'ρθη στὰ παλάτια σου ὁ Τηλέμαχος τὴ νύχτα. |
|
360 | σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ᾽ ἐπὶ νῆα μέλαιναν εἶμ᾽, ἵνα θαρσύνω θ᾽ ἑτάρους εἴπω τε ἕκαστα. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· οἱ δ᾽ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. |
Ἐγὼ στὸ μαῦρο πλοῖο τραβῶ νὰ κράξω τοὺς συντρόφους, καὶ τό 'να τ' ἄλλο νὰ τοὺς πῶ σὰ μεγαλύτερός τους. Ὅλοι ἀπ' ἀγάπη οἱ νέοι αὐτοὶ κι οἱ συνομήλικοί του τὸ μεγαλόψυχο ὡς ἐδῶ Τηλέμαχο ἀκλουθῆσαν. |
365 | ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους εἶμ᾽ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε οὐδ᾽ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, |
Ἐκεῖ λοιπὸν ἐγώ, σιμὰ στὸ μαῦρο πλοῖο πλαγιάζω, καὶ τὴν αὐγὴ στοὺς Καύκωνες μισεύω, τοὺς λεβέντες, ποὺ κάποιο χρέος μοῦ χρωστοῦν, κι ὄχι καινούργιο χρέος, μήτε μικρό, κι ἐτούτονε, στοὺς πύργους σου μιὰς κι ἦρθε, μ' ἁμάξι ὁ γιός σου ἂς πάρη τον, κι ἀλόγατα τοῦ δίνεις, |
370 | οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι." | τὰ πιὸ ἀλαφρὰ στὸ τρέξιμο, τὰ πιὸ γερὰ στὸ πόδι.” |
ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη φήνῃ εἰδομένη· θάμβος δ᾽ ἕλε πάντας ἰδόντας. θαύμαζεν δ᾽ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· Τηλεμάχου δ᾽ ἕλε χεῖρα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
Αὐτὰ σὰν εἶπε ἡ Ἀθηνᾶ ἡ γαλανοματοῦσα, ἔγινε ἀϊτὸς καὶ πέταξε· κι ὅσοι εἶδαν ξαφνιστῆκαν. Ἴδιος ὁ γέρος σάστισε τηρώντας τέτοιο θᾶμα, καὶ πιάνει τοῦ Τηλέμαχου τὸ χέρι καὶ τοῦ κρένει· |
|
375 | "ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. οὐ μὲν γάρ τις ὅδ᾽ ἄλλος Ὀλύμπια δώματ᾽ ἐχόντων, ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἥ τοι καὶ πατέρ᾽ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. |
“Ὦ φίλε, ἐσὺ μήτε κακὸς μήτ' ἄναντρος δὲ θά 'σαι, ἀφοῦ θεοὶ στὴ νιότη σου ὁδηγοὶ σὲ ἀκολουθᾶνε. Καὶ τοῦ Ὄλυμπου ἄλλος κάτοικος δὲν εἶναι ἐτοῦτος, μόνε ἡ κόρη ἡ τριτογέννητη κι ἡ δοξαστὴ τοῦ Δία, ποὺ ἀπ' τοὺς Ἀργῖτες ξέχωρα τὸν κύρη σου τιμοῦσε. |
380 | ἀλλὰ ἄνασσ᾽ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην, ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ· τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας." |
Ἡ χάρη σου, ὦ βασίλισσα, λαμπρὴ ἂς μᾶς φέρνη δόξα, κι ἐμένα, καὶ στὰ τέκνα μου, καὶ στὸ καλό μου ταίρι· κι ἐγὼ μιὰ πλατομέτωπη δαμάλα θὰ σοῦ σφάξω, χρονιάρικη, ποὺ σὲ ζυγὸ δὲν μπῆκε ἀνθρώπου ἀκόμα. καὶ θὰ τὴ σφάξω, ἀφοῦ καλὰ τὰ κέρατα χρυσώσω.” |
385 | ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη. τοῖσιν δ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. ἀλλ᾽ ὅτε δώμαθ᾽ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· |
Αὐτὰ εἶπε, καὶ τὴν προσευκὴ συνάκουσε ἡ Παλλάδα. Κι ὁ Γερηνιώτης Νέστορας ξεκίνησε ὡς στὰ ὥρια παλάτια του, μὲ τοὺς γαμπροὺς κατόπι καὶ τοὺς γιούς του. Καὶ φτάνοντας στὰ ξακουστὰ τοῦ βασιλέα παλάτια, ἀράδα σ' ἕδρες καὶ θρονιὰ καθίσανε, κι ὁ γέρος |
390 | τοῖς δ᾽ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ᾽ Ἀθήνῃ εὔχετ᾽ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. |
κροντήρι σμίγει τους κρασί γλυκόπιοτο, ποὺ χρόνους τό 'χε ἕντεκα ἡ κελάρισσα, καὶ τώρα τ' ἄνοιγέ τους, Αὐτὸ τοὺς ἔσμιξε νὰ πιοῦν, καὶ στάλα ἔχυσε χάμου, μ' εὐκὲς στοῦ αἰγιδόσκεπου τοῦ Δία τὴ θυγατέρα. |
395 | αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, τὸν δ᾽ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ, |
Καὶ στοὺς θεοὺς σὰν ἔσταξαν κι ἤπιαν ὅσο ἀγαποῦσαν, κινήσανε γιὰ πλάγιασμα στὸ σπίτι του ὁ καθένας, μὰ τὸν Τηλέμαχο, τὸ γιὸ τοῦ θεϊκοῦ Ὀδυσσέα, ὁ ἀλογολάτης Νέστορας τὸν κοίμισε στοῦ πύργου τὴ σάλα τὴν πολύβοη, σὲ τορνευτὸ κλινάρι, |
400 | πὰρ᾽ δ᾽ ἄρ᾽ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, ὅς οἱ ἔτ᾽ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· αὐτὸς δ᾽ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, τῷ δ᾽ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. |
μὲ πλάγι τὸν Πεισίστρατο, τὸ λυγερὸ λεβέντη, ποὺ ὄντας ἀκόμα ἀνύπαντρος στοῦ κύρη κατοικοῦσε. Ἴδιος ὁ γέρος πλάγιασε στὰ ὁλόβαθα τοῦ πύργου, σὰν ἔσιαξέ του ἡ σύγκλινη στρωσίδια καὶ κλινάρι. |
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα, | |
405 | ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· |
κι ὁ ἀλογολάτης Νέστορας σηκώθη ἀπὸ τὴν κλίνη, κι ἦρθ' ὄξωθε καὶ κάθισε στὰ σκαλιστὰ λιθάρια, ποὺ ὁλόμπροστα στὶς ἀψηλὲς βρισκόντουσαν τὶς θύρες, ἄσπρα, γυαλιστερά. Ἐκεῖ καθόταν κι ὁ Νηλέας στὰ παλιὰ χρόνια, ποὺ ἤτανε στὴ γνώση θεὸς μονάχος. |
410 | ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Νέστωρ αὖ τότ᾽ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δ᾽ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τ᾽ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. |
Ὅμως ἐκειόνε ὁ θάνατος τὸν ἔφερε στὸν Ἅδη, καὶ τώρα φύλακας ἐκεῖ τῶν Ἀχαιῶν καθόταν ὁ ρήγας Νέστορας· σιμὰ κι οἱ γιοί του μαζευτῆκαν, ἀπὸ τὴν κλίνη ὅτ' ἤρθανε· ὁ Ἐχέφρονας, ὁ Στράτης, μὲ τὸν Περσέα ὁ Ἄρητος, κι ὁ ὁμοιόθεος Θρασυμήδης. |
415 | τοῖσι δ᾽ ἔπειθ᾽ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δ᾽ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
Ἀδέρφι ἔχτο ὁ ἥρωας Πεισίστρατος τοὺς ἦρθε, κι ἀντάμα τὸ θεόμοιαστο Τηλέμαχο σὰ βάλαν, ὁ ἀλογολάτης Νέστορας ἀρχίζει, ὁ Γερηνιώτης· |
"καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ᾽ ἐέλδωρ, ὄφρ᾽ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ᾽ Ἀθήνην, |
“Παιδιά μου, γλήγορα ἂς γενῆ ἡ ἀποθυμιά μου ἐτούτη, τὴν Ἀθηνᾶ ἀπὸ τοὺς θεοὺς νὰ ξιλεώσω πρώτη, |
|
420 | ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. ἀλλ᾽ ἄγ᾽ ὁ μὲν πεδίονδ᾽ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· εἷς δ᾽ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ᾽ οἴους· |
ποὺ μοῦ 'ρθεν ὁλοφάνερη πὰς στὸ λαμπρὸ τραπέζι. Ἕνας νὰ τρέξη στὴ βοσκὴ νὰ βρῆ καλὴ δαμάλα, ποὺ ὁ ἀγελαδάρης ὡς ἐδῶ κεντώντας θὰ τὴ φέρη· στὸ πλοῖο τοῦ μεγαλόψυχου Τηλέμαχου ἂς πάη ἄλλος, νὰ φέρη τοὺς συντρόφους του, καὶ μόνε δυὸ ἂς ἀφήση· |
425 | εἷς δ᾽ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ. οἱ δ᾽ ἄλλοι μένετ᾽ αὐτοῦ ἀολλέες, εἴπατε δ᾽ εἴσω δμῳῇσιν κατὰ δώματ᾽ ἀγακλυτὰ δαῖτα πένεσθαι, ἕδρας τε ξύλα τ᾽ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ." |
τρίτος ἐδῶ τὸ χρυσοχὸ Λαέρκη νά 'ρθη ἂς κράξη, τοῦ δαμαλιοῦ τὰ κέρατα γιὰ νὰ μαλαματώση. Μείνετ' οἱ ἄλλοι ἐσεῖς αὐτοῦ, καὶ στὰ παλάτια μέσα τραπέζια νὰ τοιμάσουνε στὶς παρακόρες πῆτε, νὰ φέρουν καὶ καθίσματα, ξύλα, νερὸ καθάριο.” |
430 | ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς ὅπλ᾽ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, ἄκμονά τε σφῦραν τ᾽ ἐυποίητόν τε πυράγρην, |
Αὐτὰ εἶπε, κι ὅλοι τρέξανε· κι ἦρθε ἡ δαμάλα ἀπέξω, ἦρθαν τοῦ μεγαλόψυχου Τηλέμαχου οἱ συντρόφοι ἀπ' τὸ καράβι τὸ γερό, ἦρθε ὁ χαλκιὰς κρατώντας στὰ χέρια του τὰ σύνεργα τῆς χρυσικῆς· ἀμόνι, σφυρί, καλόφτιαστη μασιά. Ν' ἀποδεχτῆ ζυγώνει |
435 | οἷσίν τε χρυσὸν εἰργάξετο· ἦλθε δ᾽ Ἀθήνη ἱρῶν ἀντιόωσα. γέρων δ᾽ ἱππηλάτα Νέστωρ χρυσὸν ἔδωχ᾽· ὁ δ᾽ ἔπειτα βοὸς κέρασιν περίχευεν ἀσκήσας, ἵν᾽ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. βοῦν δ᾽ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. |
τὴν προσφορὰ κι ἡ Ἀθηνᾶ· δίνει χρυσάφι ὁ γέρος· δουλεύει το καὶ χύνει το στὰ κέρατα ὁ τεχνίτης, γιὰ νὰ χαρῆ τηρώντας το ἡ Ἀθηνᾶ, καὶ σέρνουν ἀπὸ τὰ κέρατα τὸ ζῶ ὁ Ἐχέφρονας κι ὁ Στράτης. |
440 | χέρνιβα δέ σφ᾽ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ᾽ ἔχεν οὐλὰς ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. Περσεὺς δ᾽ ἀμνίον εἶχε· γέρων δ᾽ ἱππηλάτα Νέστωρ |
Κι ἔφερνε ὁ Ἄρητος νερὸ σὲ πλουμιστὸ λεγένι, τριφτὸ κριθάρι πανεριὰ κρατώντας στ' ἄλλο χέρι· πελέκι κράταε κοφτερὸ ὁ λεβέντης Θρασυμήδης, τὸ ζῶ νὰ κόψη. Σήκωνε ὁ Περσέας τὴ γαβάθα, κι ὁ γέρος μὲ τὸ νίψιμο καὶ τὸ τριφτὸ κριθάρι |
445 | χέρνιβά τ᾽ οὐλοχύτας τε κατήρχετο, πολλὰ δ᾽ Ἀθήνῃ εὔχετ᾽ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. |
ἔκανε ἀρχὴ καὶ τὴ θεὰ θερμοπαρακαλοῦσε, στὴ φλόγα ἀπάνω ρίχνοντας τοῦ κεφαλιοῦ τὶς τρίχες. |
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ἤλασεν ἄγχι στάς· πέλεκυς δ᾽ ἀπέκοψε τένοντας |
Καὶ σάνε προσευκήθηκαν κριθάρι πασπαλώντας, τότες τοῦ Νέστορα μεμιὰς ὁ γιὸς ὁ ἀντρειωμένος ὁ Θρασυμήδης ζύγωσε καὶ βάρεσε· τὰ νεῦρα |
|
450 | αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ᾽ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. οἱ μὲν ἔπειτ᾽ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. |
κόβουντ' ἀμέσως τοῦ ζνιχιοῦ, καὶ παραλεῖ ἡ δαμάλα· κόρες καὶ νύφες σκούζουνε, σκούζει κι ἡ Εὐρυδίκη, τοῦ Κλύμενου ἡ πρωτότοκη, τοῦ Νέστορα τὸ ταίρι, Κι οἱ ἄλλοι καθὼς κράταγαν τὸ ζῶ ἀνασηκωμένο, τοὺς τό 'σφαξε ὁ Πεισίστρατος, τὸ πρῶτο παλληκάρι. |
455 | τῆς δ᾽ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ᾽ ὀστέα θυμός, αἶψ᾽ ἄρα μιν διέχευαν, ἄφαρ δ᾽ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν. καῖε δ᾽ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον |
Κι ἀπὸ τὰ κόκκαλα ἡ ψυχὴ μὲ τὸ αἶμα σὰν τοῦ βγῆκε, μεμιὰς τὸ κομματιάσανε καὶ τὰ μεριὰ λιανίσαν, ὅλα σωστά· τὰ τύλιξαν μὲ σκέπη, τὰ διπλῶσαν, ὠμὰ κομμάτια ἀπὸ παντοῦ τοὺς θέσανε, κι ὁ γέρος στὶς σκίζες τά 'καιε μὲ κρασὶ φλογάτο ραίνοντάς τα· |
460 | λεῖβε· νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν, ὤπτων δ᾽ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. |
κι οἱ νέοι τὰ πεντόσουβλα κρατούσανε σιμά του. Καὶ σὰν καῆκαν τὰ μεριὰ καὶ γεύτηκαν τὰ σπλάχνα, κόψαν καὶ τ' ἄλλα, στὸ σουβλὶ τὰ πέρασαν, καὶ τότες τὰ ψήσανε, τὰ μυτερὰ σουβλιά 'χοντας στὰ χέρια. |
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, | Καὶ τοῦ Τηλέμαχου λουτρὸ τοῦ δίνει ἡ Πολυκάστη, | |
465 | Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ἔκ ῥ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· πὰρ δ᾽ ὅ γε Νέστορ᾽ ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, ποιμένα λαῶν. |
κόρη στερνὴ τοῦ Νέστορα, τοῦ γόνου τοῦ Νηλέα. Καὶ σὰν τόνε καλόλουσε, τὸν ἄλειψε μὲ λάδι, καὶ μ' ὄμορφο τὸν ἔντυσε χιτώνα καὶ χλαμύδα, ποὺ βγῆκε ἀπὸ τὸ λούσιμο μὲ τοὺς θεοὺς παρόμοιος καὶ πῆγε κάθισε σιμὰ στὸ Νέστορα τὸ ρήγα. |
470 | οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο, δαίνυνθ᾽ ἑζόμενοι· ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
Καὶ τ' ἀποπάνω κρέατα σὰν ψῆσαν καὶ τὰ βγάλαν, στὸ φαγοπότι κάθισαν, καὶ τίμια παλληκάρια σκωθῆκαν καῖ κερνούσανε μὲ τὰ χρυσὰ ποτήρια. Κι ἀπὸ φαγὶ κι ἀπὸ πιοτὸ σὰ φράθηκε ἡ καρδιά τους, αὐτὰ τὰ λόγια ὁ Νέστορας τοὺς εἶπε ὁ ἀλογολάτης. |
475 | "παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους ζεύξαθ᾽ ὑφ᾽ ἅρματ᾽ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο." |
“Παιδιά μου, τοῦ Τηλέμαχου φέρτε μεμιὰς καὶ ζέψτε τὰ ὡριότριχα τ' ἀλόγατα, νὰ καλοταξιδέψη.” |
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο, καρπαλίμως δ᾽ ἔζευξαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν |
Αὐτὰ εἶπε, καὶ τὸν ἄκουσαν, κι εὐτὺς στ' ἁμάξι ζέψαν τ' ἀλόγατα τὰ γλήγορα. Κελάρισσα τοὺς βάζει |
|
480 | ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. ἂν δ᾽ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον· πὰρ δ᾽ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, ἐς δίφρον τ᾽ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην |
ψωμί, προσφάγι καὶ κρασὶ, σὰν πὄχουν οἱ ρηγάδες. Πὰς στ' ὥριο ἁμάξι ἀνέβηκε ὁ Τηλέμαχος, καὶ δίπλα ὁ ἀσίκης ὁ Πεισίστρατος τὰ χαλινάρια πῆρε καὶ τ' ἄλογα μαστίγωσε· πρόθυμ' αὐτὰ πετάξαν στοὺς κάμπους, πίσω ἀφήνοντας τὴν ἁψηλὴ τὴν Πύλο. |
485 | ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. |
Πὰς στὰ λαιμά τους ὁ ζυγὸς ὁλημερὶς κουνοῦσε, μὰ ὁ ἥλιος σὰ βασίλεψε, κι ἀπόσκιωναν οἱ δρόμοι, στὶς Φῆρες σταματήσανε, στοὺς πύργους τοῦ Διοκλέα, ποὺ ἤτανε γιὸς τοῦ Ὀρσίλοχου, καὶ ποὺ τ' Ἀλφειοῦ ἦταν 'γγόνι. |
490 | ἔνθα δὲ νύκτ᾽ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. | Ἐκεῖ ξενύχτησαν, κι αὐτὸς φιλόξενα τοὺς δέχτη. |
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον· ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην. |
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα, ζέψανε, κι ἀν,εβήκανε στ' ὡριόφαντο τ' ἁμάξι, κι ἀφήκανε τὰ ξώθυρα τοῦ βουητεροῦ τοῦ πύργου· δίνει βιτσιὰ στ' ἀλόγατα, κι αὐτὰ γοργοπετάξαν, |
|
495 | ἷξον δ᾽ ἐς πεδίον πυρηφόρον, ἔνθα δ᾽ ἔπειτα ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. |
κι ἴσια στοὺς κάμπους τοὺς σπαρτοὺς κατέβηκαν πετώντας, καὶ δρόμο κόψανε πολὺ μὲ τὴν ὁρμὴ ποὺ πῆραν. Κι ἔγειρ' ὁ ἥλιος τὸ βράδυ, κι ἀπόσκιασαν οἱ δρόμοι. |