|
οἱ δ᾽ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
πρὸς δ᾽ ἄρα δώματ᾽ ἔλων Μενελάου κυδαλίμοιο.
τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. |
Κάτου στῆς Λακεδαίμονας τὰ βραχοκάμπια φτάνουν,
καὶ στὰ παλάτια ξεκινοῦν τοῦ δοξαστοῦ Μενέλαου.
Βρῆκαν τον κι ἔκανε χαρὰ μὲ περισσούς δικούς του,
τὶ γιὸ καὶ κόρη πάντρευε στὸ σπιτικό του μέσα. |
5 |
τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
τὴν ἄρ᾽ ὅ γ᾽ ἔνθ᾽ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. |
Στοῦ ἀτρόμητου Ἀχιλλέα τὸ γιὸ τὴν κόρη του προβόδα,
ποὺ ἀπὸ τήν Τροία τὴν ἔταξε καὶ λόγο τοῦ εἶχε δώσει,
καὶ τώρα τέλος φέρνανε οἱ ἀθάνατοι στὸ γάμο.
Μὲ ἀλόγατα καὶ μ' ἅμαξες τὴν ἔστελνε στὴ χώρα
τῶ Μυρμιδόνων τὴ λαμπρὴ, ποὺ βασιλιάς τους ἦταν, |
10 |
υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ᾽ ἔφαινον,
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ᾽ ἐρατεινήν,
Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. |
Καὶ γιὰ τὸ γιό του διάλεξε τοῦ Ἀλέχτορα τὴν κόρη
στὴ Σπάρτη· ὁ χαδεμένος του λεβέντης Μεγαπένθης
ἦταν αὐτὸς, κι ἡ μάνα του σκλαβούλα, τὶ ἡ Ἑλένη
ἄλλο παιδὶ δὲ γέννησε κατόπι τῆς Ἑρμιόνης
τῆς ὥριας, ποὺ χρυσόλαμπε σὰν ἴδια ἡ Ἀφροδίτη. |
15 |
ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτούς,
μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. |
Ἔτσι μὲς στὸ πεντάψηλο ξεφάντωναν παλάτι
ὅλ' οἱ γειτόνοι κι οἱ δικοὶ τοῦ δοξαστοῦ Μενέλαου,
καὶ γλέντιζαν ὁ θεϊκὸς τραγουδιστὴς κοντά τους
τραγούδαε λύρα παίζοντας, καὶ στὸ σκοπό του ἀπάνω
δυὸ χορευτάδες πηδηχτὰ καταμεσὶς σβουρίζαν. |
20 |
τὼ δ᾽ αὖτ᾽ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, |
Στὰ πρόθυρα ὁ παλληκαρὰς Τηλέμαχος κι ὁ γιόκας
τοῦ Νέστορα ὁ περίλαμπρος μὲ τ' ἄλογα σταθῆκαν.
Προβγαίνει κι ἀγναντεύει τους ὁ ἄξιος Ἐτεωνέας,
πιστὸς παραστεκάμενος τοῦ δοξαστοῦ Μενέλαου,
καὶ στὸ παλάτι μήνυμα τοῦ βασιλέα τοῦ φέρνει, |
25 |
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
σιμά του στέκοντας, μ' αὐτὰ τὰ φτερωμένα λόγια· |
|
"ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
ἀλλ᾽ εἴπ᾽, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ." |
“Ὦ διόθρεφτε Μενέλαε, δυὸ ξένοι ἐδῶ φανῆκαν,
ποὺ σὰν τοῦ Δία μοιάζει τους τὸ γένος τοῦ μεγάλου.
Καὶ πὲς ἂν θὰ τοὺς λύσουμε τ' ἀλόγατα ἀπ' τ' ἁμάξι,
ἢ σ' ἄλλους νὰ τοὺς στείλουμε φιλοξενιὰ νὰ βροῦνε.” |
30 |
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
"οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
ἄλλων ἀνθρώπων δεῦρ᾽ ἱκόμεθ᾽, αἴ κέ ποθι Ζεὺς |
Καὶ τοῦ ξανθοῦ Μενέλαου τοῦ βαριοφάνη, κι εἶπε·
“Δὲν ἤσουν ἄλλοτες ἐσὺ κουτός, μωρ' Ἐτεωνέα,
μὰ τώρ' ἀλήθεια σὰ μωρὸ παιδὶ μοῦ συντυχαίνεις.
Τάχα δὲ φάγαμε κι ἐμεῖς σὲ σπίτια ἀνθρώπων ἄλλων,
πρὶν νά 'ρθουμε, κι ἀπὸ δεινὰ μᾶς λευτερώση ὁ Δίας; |
35 |
ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ᾽ ἵππους
ξείνων, ἐς δ᾽ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι." |
Μόν' ἔλα λῦσ' τ' ἀλόγατα τῶν ξένων κι ἔμπασέ τους,
νὰ κάτσουν καὶ νὰ καλοφᾶν καὶ νὰ χορτάσουν πρῶτα.” |
|
ὣς φάθ᾽, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ᾽ ἄλλους
ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
οἱ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, |
Εἶπε κι ἐκεῖνος χύθηκε καὶ φώναξε τοὺς ἄλλους
πρόθυμους δούλους κι εἶπε τους κατόπι του νὰ τρέξουν.
Καὶ τὰ δρωμένα τ' ἄλογα ξεζέψαν ἀπ' τ' ἁμάξι, |
40 |
καὶ τοὺς μὲν κατέδησαν ἐφ᾽ ἱππείῃσι κάπῃσι,
πὰρ δ᾽ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
αὐτοὺς δ᾽ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· |
καὶ στ' ἀλογήσα τὰ παχνιὰ τὰ δέσαν, καὶ τούς βάλαν
νὰ φᾶνε ζειὰ ἀνακατευτὴ μὲ κάτασπρο κριθάρι.
Στὰ ξώτοιχα τὸ ὁλόλαμπρο τ' ἁμάξι τότες γείραν,
κι ἐκείνους μὲς στ' ἀρχοντικὸ τοὺς φέραν· κι αὐτοὶ ἰδόντας
τοῦ διόθρεφτου τοῦ βασιλιᾶ τοὺς πύργους, ἀποροῦσαν, |
45 |
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, |
τ' εἶχαν τὸ φῶς τοῦ φεγγαριοῦ καὶ τοῦ ἥλιου τὴ λαμπράδα
τὰ σπίτια τ' ἁψηλόσκεπα τοῦ δοξαστοῦ Μενέλαου.
Καὶ σὰν τὰ σεριανίσανε καὶ χάρηκε ἡ ψυχή τους,
μπήκανε μὲς στὶς σκαλιστὲς τὶς γοῦρνες καὶ λουστῆκαν.
Καὶ σὰν τοὺς λοῦσαν κοπελιὲς κι ἀλεῖψαν τους μὲ λάδι, |
50 |
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
ἔς ῥα θρόνους ἕζοντο παρ᾽ Ἀτρεΐδην Μενέλαον.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
καὶ τοὺς φορέσανε κρουστὲς χλαμύδες καὶ χιτῶνες,
πὰς σὲ θρονιὰ τοὺς κάθισαν σιμὰ στὸ γιὸ τοῦ Ἀτρέα.
Καὶ μπρίκι γιὰ τὸ νίψιμο τοὺς φέρνει τότε ἡ βάγια,
ὥριο, χρυσό, καὶ χύνει τους στὴν ἀργυρὴ λεγένη,
κι ὕστερα στρώνει ἀντίκρυ τους γυαλιστερὸ τραπέζι. |
55 |
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· |
Σεμνὴ κελάρισσα ἔφερε ψωμὶ καὶ παραθέτει,
κι ἀπὸ τὰ καλοφάγια της τοὺς φίλεψε περίσσια.
Καὶ στὰ πινάκια ὁ μοιραστὴς τὰ κρέατα ἀραδιάζει,
καὶ θέτει χρυσοπότηρα ὀμπροστά τους. Κι ὁ Μενέλαος
τοὺς χαιρετάει τοὺς δυὸ μαζὶ, κι αὐτὰ τοὺς συντυχαίνει· |
60 |
"σίτου θ᾽ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
δείπνου πασσαμένω εἰρησόμεθ᾽, οἵ τινές ἐστον
ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
ἀλλ᾽ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν." |
“Ἁπλῶστε χέρι στὸ φαγί, χαρῆτε το· κατόπι
σὰν καλοφᾶτε, σᾶς ρωτῶ ποιοί νά 'στε, κι ἀποποῦθε.
Τὸ αἶμα σας τὸ γονικὸ δὲν εἶναι ἐσᾶς χαμένο,
παρὰ θεόθρεφτων παιδιὰ θένα 'στε βασιλιάδων,
τὶ ἀνθρῶποι δὲ γεννοῦν κοινοὶ παλληκαράδες τέτοιους.” |
65 |
ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
ὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, |
Εἶπε, κι ὀμπρός τους ἔθεσε ραχόψαχνα βοδήσα,
ψητά, ποὺ ἐκείνου τά 'χανε βαλμένα γιὰ τιμή του.
Κι αὐτοὶ τὰ χέρια ἁπλώνανε στὰ καλοφάγια ὀμπρός τους.
Κι ἀπὸ πιοτὸ κι ἀπὸ φαῒ σὰ φράθηκε ἡ καρδιά τους,
στοῦ Νέστορα ὁ Τηλέμαχος τὸ τέκνο συντυχαίνει, |
70 |
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι· |
ὁλόσιμά του σκύβοντας, νὰ μὴν ἀκοῦν οἱ ἄλλοι· |
|
"φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή, |
“Γιὰ κοίτα, γιὲ τοῦ Νέστορα, καὶ φίλε τῆς καρδιᾶς μου,
χαλκὸς ποὺ ἀστράφτει μὲς σ' αὐτὰ τὰ βουητερὰ παλάτια,
τὸ μάλαμα καὶ τὸ ἤλεχτρο, τὸ φίλντισί, τ' ἀσήμι.
Τέτοιες θένα 'ναι κι οἱ αὐλὲς τοῦ Δία τοῦ Ὀλυμπήσου· |
75 |
ὅσσα τάδ᾽ ἄσπετα πολλά· σέβας μ᾽ ἔχει εἰσορόωντα." |
ἀρίφνητα καλὰ θωρῶ, καὶ θαμασμὸς μὲ πιάνει.” |
|
τοῦ δ᾽ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
Καὶ τὸν ἀπείκασε ὁ ξανθὸς Μενέλαος σὰ μιλοῦσε,
καὶ τοὺς φωνάζει καὶ λαλεῖ μὲ φτερωμένα λόγια· |
|
"τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν· |
“Ποιός ἄνθρωπος, παιδάκια μου, μετριέται μὲ τὸ Δία;
ἀθάνατοί 'ναι οἱ πύργοι του καὶ τὰ καλά του ἐκείνου· |
80 |
ἀνδρῶν δ᾽ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς |
θνητὸς μονάχα στὰ καλὰ μ' ἐμένανε μετριέται,
ἢ κι ὄχι· τὶ μὲ πάθια μου καὶ μὲ πολλὰ ταξίδια
μὲς στὰ καράβια τά 'φερα χρόνους ὀχτὼ γυρνώντας·
Κύπρο, Φοινίκη διάβηκα, Αἴγυπτο, Αἰθιοπία,
καὶ Σιδονιῶτες κι Ἐρεμπούς, καὶ τῆς Λιβύας τὴ χώρα, |
85 |
καὶ Λιβύην, ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. |
ἐκεῖ ποὺ πάντοτες τ' ἀρνιὰ μὲ κέρατα γεννιοῦνται,
καὶ τρεῖς φορὲς τὰ πρόβατα γεννοβολοῦν τὸ χρόνο.
Μήτε τοῦ νοικοκύρη ἐκεῖ καὶ μήτε τοῦ πιστοῦ του
δὲ λείπει κρεάσι καὶ τυρὶ καὶ τὸ γλυκὸ τὸ γάλα·
τὶ τό 'χουν ὅσο θὲς ἐκεῖ τὸ γάλα καὶ τ' ἀρμέγουν. |
90 |
ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν, οἵ τινες ὑμῖν |
Καὶ βιὸς πολὺ συνάζοντας ἐγὼ καθὼς πλανιόμουν,
ἄλλος κρυφὰ κι ὁλόξαφνα τὸν ἀδερφό μου τότες
μὲ τήν ἀπάτη σκότωνε τῆς ἔρμης του γυναίκας·
καὶ νά, γιατὶ δὲ χαίρουμαι τὰ πλούτια αὐτὰ ποὺ ὁρίζω.
Θὰ τὰ γρικήσατε κι ἐσεῖς αὐτὰ ἀπὸ τοὺς γονιούς σας, |
95 |
εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
ναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι, οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. |
ὅποιοι κι ἂν εἶναι, τὶ ἔπαθα πολλά, μοῦ χάθη σπίτι
καλότυχο καὶ μὲ καλὰ περίσσια πλουτισμένο.
Μακάρι νὰ μοῦ μνήσκανε τὸ τρίτο μὲς στοὺς πύργους,
κι οἱ ἄντρες νὰ γλυτώνανε ποὺ μᾶς χαθῆκαν τότες
στὴν Τρωάδα τὴν πλατύχωρη, μακριὰ ἀπὸ τὴν πατρίδα. |
100 |
ἀλλ᾽ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ᾽ αὖτε
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, |
Ὅλους ἐγὼ τοὺς κλαίω ἐκειοὺς καὶ δέρνουμαι, κλεισμένος
σὰν κάθουμαι πολλὲς φορὲς σ' αυτά μου τὰ παλάτια,
κι ὦρες στὸ κλάμα χαίρουμαι, ὦρες τὸ κόβω πάλε,
τὶ γλήγορα χορταίνεται τὸ κρύο τὸ μοιρολόγι.
Μὰ τούτους ὅλους δὲ θρηνῶ, κι ἂς καίγετ' ἡ καρδιά μου, |
105 |
ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν,
ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ᾽ ἄρ᾽ ἔμελλεν
αὐτῷ κήδε᾽ ἔσεσθαι, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστον
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, |
ὅσο ἕναν, ποὺ ποθώντας τον ὄρεξη χάνω κι ὕπνο·
γιατ' Ἀχαιὸς δὲν τράβηξε τὰ ὅσα ὁ Ὀδυσσέας.
Μὰ ἡ μοῖρα τό 'θελε πολλὰ νὰ πάθη αὐτός, κι ἐμένα
νὰ τρώη ὁ πόνος του ὁ σκληρός, ποὺ τόσους χρόνους λείπει,
κι ἀνίσως ζῆ ἢ ἀπέθανε κανένας δὲ γνωρίζει. |
110 |
ζώει ὅ γ᾽ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
Λαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ." |
Καὶ θὰ τὸν κλαῖνε τώρ' αὐτὸν ὁ γέρος ὁ Λαέρτης
κι ἡ Πηνελόπη ἡ γνωστικιά, θὰ τόνε κλαίη κι ὁ γιός τους,
ποὺ ἀπὸ τὸ σπίτι φεύγοντας μωρὸ τὸν εἶχε ἀφήσει.” |
|
ὣς φάτο, τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, |
Εἶπε, κι αὐτὸς λαχτάρηξε νὰ κλάψη τὸ γονιό του.
Χάμου ἕνα δάκρυο του ἔχυσε γρικώντας τ' ὄνομά του, |
115 |
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχὼν
ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. |
κι ὀμπρὸς στὰ μάτια σήκωσε τὴν πορφυρένια χλαίνα
μὲ τὰ δυὸ χέρια. Τό 'νιωσε ὁ Μενέλαος, καὶ μονάχος
τὸ βαθιογύριζε στὸ νοῦ καὶ στήν ψυχή του μέσα,
νὰ τὸν ἀφήση ὁ ἴδιος του νὰ πῆ γιὰ τὸ γονιό του,
ἢ πρῶτος νὰ ρωτήξη αὐτὸς καὶ ξέταση νὰ κάνη; |
120 |
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἐκ δ᾽ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, |
Κι ἐκεῖ ποὺ αὐτὰ μελέταγε στὸ νοῦ καὶ στὴν ψυχή του,
ἡ Ἑλένη ἀπὸ τ' ἀνώγια της τὰ μοσκομυρισμένα
προβάλλει σὰν τὴν Ἄρτεμη τὴ χρυσοσαγιτοῦσα.
Σιμά της στήνει ἡ Ἄδραστη θρονὶ καλοφτιασμένο,
ἡ Ἀλκίππη μάλλινο ἁπαλὸ φέρνει χαλὶ κι ἁπλώνει, |
125 |
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. |
καὶ τὸ πανέρι τ' ἀργυρὸ φέρν' ἡ Φυλώ, ποὺ δῶρο
ἡ Ἀλκάντρα τῆς τὸ χάρισε ἡ γυναίκα τοῦ Πολύβου,
ποὺ ζοῦσε καὶ λημέριαζε στὴν Αἴγυπτο στὶς Θῆβες,
καὶ ποὺ εἶχε πλούτια ἀρίφνητα στὸ σπιτικό του μέσα.
Ἔδωσ' ἐκεῖνος δυὸ ἀργυρὰ λουτρὰ τοῦ γιοῦ τοῦ Ἀτρέα,
δυὸ τρίποδα, καὶ μάλαμα τάλαντα δέκα χώρια· |
130 |
χωρὶς δ᾽ αὖθ᾽ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
ἀργύρεον, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ᾽ αὐτῷ |
δῶρα ἡ κερά του διαλεχτὰ χαρίζει τῆς Ἑλένης,
χρυσή ἀληκάτη, κι ἀργυρὸ πανέρι πὰς στὶς ρόδες,
μὲ χρυσωμένα ὁλόγυρα τοῦ πανεριοῦ τὰ χείλη.
Αὐτὸ δὰ τῆς παράθεσε ἡ Φυλὼ ἡ παρακόρη,
γεμάτο νῆμα δουλευτό, κι ἀπάνω ἡ ἀληκάτη |
135 |
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἕζετο δ᾽ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
αὐτίκα δ᾽ ἥ γ᾽ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· |
μὲ τὸ βαθιόχρωμο μαλλί, θεμένη πέρα ὡς πέρα.
Καθίζει ἀπάνω στὸ θρονί, μ' ἀκουμποπόδι ὀμπρός της
ἡ Ἑλένη, καὶ τὸν ἄντρα της καλορωτάει νὰ μάθη. |
|
"ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; |
“Ὦ διόθρεφτε Μενέλαε, γνωρίζουμ' ἐμεῖς τάχα
ἐτοῦτοι ποὺ μᾶς ἤρθανε σὰν ποιοί παινιένται νά 'ναι ; |
140 |
ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα, σέβας μ᾽ ἔχει εἰσορόωσαν,
ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ |
Ἀλήθεια, ἢ ψέματα θὰ πῶ; δὲν τὸ βαστῶ πιὰ μέσα.
Ποτές μου δὲν εἶδ' ἄνθρωπο, ἄντρα ἢ γυναίκα, τόσο
νὰ μοιάζη ἀνθρώπου, ὅσο αὐτὸς — θαμάζω βλέποντάς τον—
ὁ γιὸς τοῦ μεγαλόκαρδου Ὀδυσσέα μοιάζει νά 'ναι,
ὁ νέος Τηλέμαχος, ποὺ ἐκειὸς μικρὸ τὸν εἶχε ἀφήσει |
145 |
κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
ἤλθεθ᾽ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες." |
γιὰ μένα τὴν ἀσύστατη σὰν τρέξατε στὴν Τροία
στὸ νοῦ σας πόλεμο ἔχοντας ἀπόκοτο ὅλοι τότες.” |
|
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες |
Κι ὁ ξανθουλὸς Μενέλαος γυρίζει καὶ τῆς κρένει·
“Κι ἐγώ, γυναίκα, νιώθω τα καθὼς ἐσὺ τὰ κρίνεις·
τέτοια τὰ πόδια του ἐκεινοῦ, τὰ χέρια κι οἱ ματιές του, |
150 |
ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.
καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆι
μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
ἀμφ᾽ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών." |
τέτοιο καὶ τὸ κεφάλι του κι ἀπάνωθέ του ἡ κόμη.
Καὶ καθὼς τώρα θύμιζα τὸν Ὀδυσσέα, δηγώντας
τὰ ὅσα ἐκεῖνος ἔπαθε καὶ πόφερε γιὰ μένα,
αὐτὸς πικρὸ κατέβαζε στὸ πρόσωπό του δάκρυο,
κι ὀμπρὸς στὰ μάτια σήκωνε τήν πορφυρένια χλαίνα.” |
155 |
τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ᾽ ἐνὶ θυμῷ
ὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν |
Καὶ τότε ὁ γιὸς τοῦ Νέστορα ὁ Πεισίστρατος τοῦ κάνει·
“Ὦ διόθρεφτε Μενέλαε κι ἀρχοντογιὲ τοῦ Ἀτρέα,
ἐκείνου γιὸς εἶν' ἀπεδῶ στ' ἀλήθεια, καθὼς εἶπες·
εἶναι ὅμως στοχαζούμενος καὶ δὲν κοτάει ὁ νοῦς του
ὅ,τι πρωτόηρθε, ἀνέπρεπα νὰ κρένη λόγια ὀμπρός σου, |
160 |
ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο |
ἐδῶ ποὺ σὰ φωνὴ θεοῦ ἡ φωνή σου μᾶς γλυκαίνει.
Μ' ἔστειλ' ἐμένα ὁ Νέστορας, ὁ ἀλογογνώστης ρήγας,
νὰ τόνε συνοδέψω αὐτὸν, τὶ νὰ σὲ δῆ ποθοῦσε,
ἴσως καὶ λόγο ἢ κάμωμα στὸ λογισμό του βάλης.
Γονιοῦ ποὺ ξενικεύτηκε παιδὶ πολλὰ παθαίνει |
165 |
ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
εἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα." |
στὸ σπίτι του, ἂ δὲν τοῦ 'ρχεται βοήθεια ἀπὸ τοὺς ἄλλους.
Ἔτσι καὶ τοῦ Τηλέμαχου λείπει ὁ γονιός του, κι ἄλλοι
στὰ βάσανά του γλυτωμὸ δὲν ἔρχουνται νὰ φέρουν.” |
|
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ |
Κι ὁ ξανθουλὸς Μενέλαος τοῦ ἀπολογιέται τότες·
“Ἀλήθεια, γιὸς ἀγαπητοῦ μοῦ 'ρθε στὸ σπίτι ἀνθρώπου, |
170 |
ἵκεθ᾽, ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα, |
ποὺ γιὰ τὰ μένα τράβηξε κόπους κι ἀγῶνες μύριους·
κι εἶπα, θὰ τόνε φίλευα ἀπὸ κάθε ἄλλον Ἀργίτη
ξέχωρα, ἂν τότες ἔδινε ὁ Δίας ὁ βροντορίχτης
νὰ ρθοῦμε ἀντάμα, στὰ γοργὰ ἀρμενίζοντας καράβια.
Μὲς στ' Ἄργος θένα τοῦ 'φτιανα καὶ χώρα καὶ παλάτι, |
175 |
ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
αἳ περιναιετάουσιν, ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ.
καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽· οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, |
ἀπὸ τὸ Θιάκι φέρνοντας μ' αὐτὸν καὶ τὰ καλά του,
τὸ γιό του κι ὅλο τὸ λαό, κι ἁρπώντας του μιὰ χώρα
ἀπ' ὅσες γύρω βρίσκουνται κι ἐμένα προσκυνᾶνε.
Ἐδῶ συχνὰ θὰ σμίγαμε, καὶ δὲ θὰ χώριζε ἄλλο
τὸ φιλευτή του ἐμένανε ἀπ' ἐκειὸν τὸ φιλεμένο, |
180 |
πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν." |
παρὰ τὸ μαῦρο σύννεφο τοῦ Χάρου σὰν ἐρχόταν.
Γραφτὸ ὅμως ἤτανε ὁ θεὸς νὰ τὰ φτονέση ἐτοῦτα,
καῖ μόνο ἐκείνου ν' ἀρνηθῆ τὸ γυρισμὸ τοῦ δόλιου.” |
|
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, |
Εἶπε, καὶ σ' ὅλους ἔδωσε μοιρολογιοῦ λαχτάρα.
Κλαίγ' ἡ Ἑλένη ἡ Ἀργίτισσα, τοῦ Δία ἡ θυγατέρα, |
185 |
κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
οὐδ᾽ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
τόν ῥ᾽ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπεα πτερόεντ᾽ ἀγόρευεν· |
κλαίει ὁ καλὸς Τηλέμαχος κι ὁ γιὸς τοῦ Ἀτρέα Μενέλαος,
καὶ μήτε ὁ γιὸς τοῦ Νέστορα στεγνὰ δὲν εἶχε μάτια·
τὶ τὸν Ἀρχίλοχο κι αὐτὸς τὸν ἄσφαλτο θυμήθη,
ποὺ ὁ γόνος τῆς λαμπρῆς Ἠῶς τὸν εἶχε σκοτωμένο·
αὐτὸν θυμώντας μίλησε μὲ λόγια φτερωμένα· |
190 |
"Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
Νέστωρ φάσχ᾽ ὁ γέρων, ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο
οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
τέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς |
“Τοῦ Ἀτρέα γιέ, πιὸ γνωστικὸ μὲς στούς ἀνθρώπους ὅλους
ὁ γέρος σὲ εἶπε Νέστορας μιλώντας γιὰ τὰ σένα
στὸ σπίτι, σὰ ρωτιούμασταν ὁ ἕνας μὲ τὸν ἄλλον.
Καὶ τώρα, ἂ γίνεται, ἄκου με· γιατὶ στὸ δεῖπνο ἀπάνω
δὲν τ' ἀγαπῶ τὰ κλάματα· μὰ θὰ ξανάρθη ἡ Αὐγούλα. |
195 |
ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν.
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος |
Δὲ λέω πὼς ὅποιον παίρνει μας ὁ Χάρος νὰ μὴν κλαῖμε.
Αὐτὸ δὰ μόνο δῶρο τους ἔχουν οἱ δόλιοι ἀνθρῶποι,
ἡ κομη νὰ κουρεύεται, νὰ τρέχουνε τὰ δάκρια.
Κι ἐμένα ἀπέθανε ἀδερφός, ποὺ στοὺς Ἀργῖτες μέσα
δὲν ἦταν ὁ χερότερος, καὶ ποὺ γνωστός σου θά 'ναι· |
200 |
Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
ἤντησ᾽ οὐδὲ ἴδον· περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι |
δὲν τόνε γνώρισα κι ἐγώ· λένε πὼς πρῶτος ἦταν
ὁ Ἀντίλοχος στὸ τρέξιμο, κι ἀδάμαστος στὴ μάχη.” |
|
Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν."
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ὦ φίλ᾽, ἐπεὶ τόσα εἶπες, ὅσ᾽ ἂν πεπνυμένος ἀνὴρ |
Κι ὁ ξανθομάλλης τοῦ ἀπαντάει Μενέλαος καὶ τοῦ κάνει·
“Φίλε, ποὺ φρόνιμα λαλεῖς, κι ὅσα ἄνθρωπος μὲ γνώση
καὶ πιὸ μεγάλος θά 'λεγε καὶ θά 'κανε· ἀπὸ τέτοιον |
205 |
εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
ῥεῖα δ᾽ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα |
ὄντας γονιό, δὲ δύνεσαι παρὰ σοφὰ νὰ κρένης.
Εὔκολ' ἀκούγεται ἡ γενιὰ τοῦ ἄντρα ποὺ ὁ γιὸς τοῦ Κρόνου
καλὸ τοῦ φέρνει ριζικὸ σὲ γάμο καὶ σὲ γέννα.
Ἔτσι τοῦ Νέστορα ἔδωκε ὁ Δίας μιὰ γιὰ πάντα, |
210 |
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται |
κι ὁ ἴδιος νά 'χη γερατειὰ καλὰ στ' ἀρχοντικό του,
καὶ γιοὺς νὰ κάμη φρόνιμους καὶ στ' ἄρματα μεγάλους.
Μὰ ἂς πάψουμε τὰ κλάματα, ποὺ αὐτὰ γενῆκαν τότες·
στὸ δεῖπνο τώρα ἂς ἔρθουμε, νερὸ στὰ χέρια ἂς χύσουν,
καὶ μὲ τὸ χάραμα αὔριο ξαναρχινοῦν τὰ λόγια, |
215 |
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν." |
ποὺ κι ὁ Τηλέμαχος κι ἐγὼ θὰ ποῦμε ἀνάμεσα μας.” |
|
ὣς ἔφατ᾽, Ἀσφαλίων δ᾽ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
Εἶπε, κι ὁ Ἀσφάλης τὸ νερὸ τοὺς ἔχυσε στὰ χέρια,
ὁ σβέλτος κι ἄξιος παραγιὸς τοῦ δοξαστοῦ Μενέλαου.
Κι ἁπλῶσαν χέρια στὰ ἕτοιμα φαγιὰ πού 'χαν ὀμπρός τους. |
|
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα· |
Τότες αὐτὸ σοφίστηκε τοῦ Δία ἡ κόρη Ἑλένη· |
220 |
αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
νηπενθές τ᾽ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, |
ἀπ' ὅπου πίνανε κρασὶ τοὺς ἔριξε βοτάνι,
συχαστικὸ κι ἀνέχολο, ποὺ κάθε πόνο πνίγει.
Ὅποιος αὐτὸ τὸ καταπιῆ σμιγμένο στὸ κροντήρι,
ὁλημερὶς δὲ χύνεται στὸ μάγουλο του δάκρυο,
μὰ κι ἄξαφνα ἂν ἡ μάνα του ἢ ὁ κύρης τοῦ πεθάνη, |
225 |
οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
χαλκῷ δηιόῳεν, ὁ δ᾽ ὀφθαλμοῖσιν ὁρῷτο.
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα |
ἢ κι ὀμπροστὰ στὰ μάτια του μὲ τὸ μαχαίρι ἂν κόβουν
ἀγαπημένο ἀδέρφι του, ἢ γιὸ μονάκριβό του.
Τέτοια 'χε γιατροβότανα καλὰ τοῦ Δία ἡ κόρη·
τά 'χε δοσμένα ἡ σύγκοιτη τοῦ Θώνα ἡ Πολυδάμνα,
στὴν Αἴγυπτο, ποὺ ἀρίθμητα ἡ πλούσια ἡ γῆς τὰ βγάζει, |
230 |
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· |
ἄλλα καλὰ στὸ σμίξιμο κι ἄλλα φαρμακωμένα·
γιατρὸς καθένας εἶν' ἐκεῖ παράξιος μὲς στὸν κόσμο,
τὶ ὅλοι τους τὸν Παιήονα γνωρίζουν πρόγονό τους.
Καὶ μέσα αὐτὰ σὰν τά 'ριξε, κι εἶπε νὰ τοὺς κεράσουν,
πάλε ἄρχισε τὸ μιλητό, κι αὐτὰ τοὺς συντυχαίνει· |
235 |
"Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. |
“Ὦ διόθρεφτε Μενέλαε, κι ἐσεῖς ἐδῶ βλαστάρια
λαμπρῶν ἀντρῶν, — γιατὶ ὁ θεὸς ὁ Δίας μᾶς χαρίζει
ἄλλου καλὸ κι ἂλλου κακό, καὶ δύνεται τὰ πάντα,—
ἐδῶ τώρα ποὺ κάθεστε καὶ τρῶτε στὸ παλάτι,
καὶ μὲ μιλιὲς γλεντίζετε, σὰν κάτι ποὺ ταιριάζει |
240 |
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, |
θὰ πῶ σας. Εἶναι ἀδύνατο νὰ δηγηθῶ σας ὅλους
τοῦ σιδερόκαρδου Ὀδυσσέα τοὺς πάμπολλους ἀγῶνες·
ἕνα θὰ πῶ ὅμως ποὺ ἔπραξε ὁ ἀτρόμητος ἐκεῖνος,
στὴν Τροία, ποὺ τοὺς Ἀχαιοὺς μύρια τοὺς πέσαν πάθια·
τότες ποὺ χάραξε κακὰ σημάδια στὸ κορμί του, |
245 |
σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ᾽ ἀβάκησαν |
ντύθηκε ροῦχα φτωχικά, καὶ μοιάζοντας μὲ δοῦλο
γυρνοῦσε στὴν πλατύδρομη τοῦ ἐχτροῦ τὴ χώρα μέσα·
ἔτσι ἀλλαγμένος, θά 'λεγες κάποιος ζητιάνος ἦταν,
αὐτὸς ποὺ ἀλλιῶς φαινότανε στ' ἀχαϊκὰ καράβια.
Τέτοιος στὴν Τροία χώθηκε, κι ἐκεῖνοι τυφλωθῆκαν |
250 |
πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι, |
ὅλοι τους, καὶ μονάχη ἐγὼ τὸν ἔνιωσα ποιός ἦταν,
καὶ τόνε ρώτηξα, κι αὐτὸς μοῦ ξέφυγε μὲ τέχνη.
Μὰ ὅταν ἐγὼ τὸν ἔλουσα, τὸν ἄλειψα μὲ λάδι,
καὶ τοῦ 'δωσα φορέματα, καὶ τοῦ 'κανα ὅρκο μέγα
ἀνάμεσά τους νὰ μὴν πῶ πὼς φάνηκε ὁ Ὀδυσσέας, |
255 |
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
ἦλθε μετ᾽ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
ἔνθ᾽ ἄλλαι Τρῳαὶ λίγ᾽ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ |
πρὶν αὐτὸς φτάση στὶς σκηνὲς καὶ στὰ γοργὰ καράβια,
τότες τὰ σκέδια τῶν Ἀχαιῶν μοῦ τὰ φανέρωσε ὅλα.
Κι ἀρίθμητους ἡ σπάθα του σὰν ἔκοψε Τρωαδῖτες,
πρὸς τοὺς Ἀργῖτες γύρισε πολλά 'χοντας στὸ νοῦ του.
Τότες οἱ ἄλλες Τρώϊσσες πικρὰ μοιρολογοῦσαν, |
260 |
χαῖρ᾽, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
ἂψ οἶκόνδ᾽, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
δῶχ᾽, ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
οὔ τευ δευόμενον, οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος." |
ὅμως ἐγὼ χαιρόμουνα, γιατ' ἡ καρδιά μου πίσω
στὸ σπίτι μου μὲ τράβαγε, καὶ στέναζα ὁλοένα
γιὰ τὴν τυφλάδα ποὺ ἔβαλε στὸ νοῦ μου ἡ Ἀφροδίτη,
ἀπὸ τὴ γῆς μου τὴ γλυκειὰ σὰ μ' ἔφερε στὰ ξένα,
καὶ χώρισα ἀπ' τὴν κόρη μου, τὴν κλίνη μου, τὸν ἄντρα,
ποὺ ἄλλος στὸ νοῦ καὶ στὴ μορφιὰ κανεὶς δὲν τὸν περνοῦσε.” |
265 |
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
ἀνδρῶν ἡρώων, πολλὴν δ᾽ ἐπελήλυθα γαῖαν·
ἀλλ᾽ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, |
Κι ὁ ξανθουλὸς Μενέλαος γυρίζει καὶ τῆς κάνει·
“Ναί, ὅλα ἐτοῦτα ἀληθινὰ τὰ μίλησες, γυναίκα·
πολλῶν ἐγὼ μελέτησα τὴ γνώση καὶ τὴ γνώμη,
ἀντρῶν ἡρώων, καὶ πολλοὺς εἶδα τοῦ κόσμου τόπους,
μὰ ἄνθρωπο τέτοιον πουθενὰ τὰ μάτια μου δὲν εἶδαν, |
270 |
οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
οἷον καὶ τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
ἵππῳ ἔνι ξεστῷ, ἵν᾽ ἐνήμεθα πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ᾽ ἔμελλε |
σὰν ποὺ ἤτανε ὁ τρανόψυχος κι ὁ ἀκριβὸς Δυσσέας.
Κι ἄλλο ἕνα ἐκεῖνος ἔπραξε μὲ τόλμη κι ἀντρειοσύνη,
τότες ποὺ φόνο φέρναμε καὶ χαλασμὸ στοὺς Τρῶες,
μὲς στ' ἄλογο τὸ σκαλιστὸ κρυμμένοι ἐμεῖς οἱ πρῶτοι.
Ἦρθες κι ἐσὺ τότες ἐκεῖ· θεὸς θὰ σ' εἶχε στείλει, |
275 |
δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ᾽ ἰούσῃ.
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
ἐκ δ᾽ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
πάντων Ἀργείων φωνὴν ἴσκουσ᾽ ἀλόχοισιν. |
ποὺ νὰ χαρίση γύρευε στοὺς Τρωαδῖτες δόξα·
σιμά σου κι ὁ θεόμοιαστος Δῄφοβος. Καὶ κάνεις
τρεῖς γύρους πασπατεύοντας τὸν κουφωτὸ κρυψώνα,
καὶ κράζοντας τὰ ὀνόματα τῶν Ἀργιτῶνε μέσα,
καθένα μὲ τὴν ξέχωρη λαλιὰ τῆς σύγκοιτής του. |
280 |
αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ᾽ ὑπακοῦσαι·
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. |
Ἐγὼ καὶ τοῦ Τυδέα ὁ γιὸς κι ὁ μέγας ὁ Ὀδυσσέας
τ' ἀκούσαμε τὸ λάλημα στὴ μέση καθισμένοι.
Ἐμᾶς τοὺς δυὸ μᾶς ἔπιασε λαχτάρα τότες, ἢ ὄξω
νὰ βγοῦμε, ἢ ἀπομέσαθε ν' ἀποκριθοῦμε ἀμέσως·
ὅσο ὅμως κι ἂν τὸ θέλαμε, μᾶς βάσταξ' ὁ Ὀδυσσέας. |
285 |
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
Ἄντικλος δὲ σέ γ᾽ οἶος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν. ἀλλ᾽ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
τόφρα δ᾽ ἔχ᾽, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη." |
Κι ἔτσι ὅλα τ' Ἀχαιόπουλα σωπάσαν ἐκεῖ μέσα.
Ἕνας μονάχα, ὁ Ἄντικλος ζητάει νὰ σ' ἀπαντήση,
μὰ ὁ Δυσσέας τοῦ 'σφιξε τὸ στόμα μὲ τὶς δυό του
χεροῦκλες, καὶ κρατώντας τον τοὺς Ἀχαιοὺς γλυτώνει,
ὥσπου ἡ Παλλάδα ἡ Ἀθηνᾶ σὲ τράβηξε ἀποκεῖθε.” |
290 |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
ἄλγιον· οὐ γάρ οἵ τι τάδ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον,
οὐδ᾽ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας, ὄφρα καὶ ἤδη |
Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κάνει·
“Μενέλαε, τοῦ Ἀτρέα γιέ, καὶ διόθρεφτέ μου ἀφέντη,
πιὸ κρῖμας, ποὺ μήτε κι αὐτὸ δὲν τοῦ 'διωξε τὴ μοῖρα,
μήτε καὶ ποὺ εἶχε μέσα του τὰ στήθια σιδερένια.
Ὅμως στὴν κλίνη φέρτε μας, τὶ ἦρθε ἡ στιγμὴ νὰ πᾶμε |
295 |
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες." |
νὰ γείρουμε, καὶ τὸ γλυκὸ τὸν ὕπνο νὰ χαροῦμε.” |
|
ὣς ἔφατ᾽, Ἀργείη δ᾽ Ἑλένη δμῳῇσι κέλευσεν
δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε᾽ ἐμβαλέειν στορέσαι τ᾽ ἐφύπερθε τάπητας,
χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. |
Αὐτὰ εἶπε, καὶ τὶς δοῦλες της ἡ Ἑλένη εὐτὺς προστάζει
στρωσίδια νὰ τοιμάσουνε, νὰ βάλλουνε τὰ χράμια
τὰ κερμεζὰ καὶ τὰ ὄμορφα, κι ἀπάνω τους τὰ πεύκια,
καὶ τὶς φλοκάτες τὶς κρουστὲς γιὰ ντύσιμο ἀποπάνω. |
300 |
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
οἱ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, |
Κι οἱ δοῦλες βγήκανε μὲ φῶς στὰ χέρια, καὶ τοὺς στρῶσαν·
καὶ πῆρε τότε ὁ κήρυκας τοὺς ξένους στὸ χαγιάτι,
κι ἐκεῖ ὁ Τηλέμαχος κι ὁ γιὸς τοῦ Νέστορα πλαγιάσαν·
στ' ἀπόβαθα τοῦ θάλαμου κοιμήθηκε ὁ Μενέλαος,
καὶ πλάγι ἡ λυγερόκορμη καὶ λατρευτή του Ἑλένη. |
305 |
πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
κι ἀπάνω ὁ μεγαλόφωνος σηκώθηκε ὁ Μενέλαος·
ντύνεται, σπάθα κοφτερὴ κρεμάζει ἀπὸ τὸν ὦμο,
ὤρια ἀμποδένει σάνταλα στὰ πόδια τὰ λαμπρά του, |
310 |
βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
προβάλλει ἀπὸ τὸ θάλαμο μ' ἀθάνατο παρόμοιος,
καὶ δίπλα στὸν Τηλέμαχο· καθίζει καὶ τοῦ κρένει· |
|
"τίπτε δέ σε χρειὼ δεῦρ᾽ ἤγαγε, Τηλέμαχ᾽ ἥρως,
ἐς Λακεδαίμονα δῖαν, ἐπ᾽ εὐρέα νῶτα θαλάσσης;
δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες." |
“Ποιά ἀνάγκη σ' ἔφερ' ὡς ἐδῶ, Τηλέμαχε λεβέντη,
κι ἦρθες στὴ Λακεδαίμονα, τὶς θάλασσες περνώντας
δική σου, ἢ τάχα τοῦ λαοῦ; Πὲς μου ὅλη τὴν ἀλήθεια.” |
315 |
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
δυσμενέων δ᾽ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ |
Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κάνει·
“Γιὲ τοῦ Ἀτρέα Μενέλαε, καὶ διόθρεφτε μου ἀφέντη,
ἦρθα νὰ μάθω ἂν ἔφερες μαντάτα τοῦ γονιοῦ μου·
τὶ τρῶν τὸ σπίτι μου, καὶ πᾶν' τὰ πλούσια μου χωράφια·
γεμάτα τὰ παλάτια μου ἀπ' ἐχτροὺς ποὺ νύχτα μέρα |
320 |
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέλῃσθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
μοῦ σφάζουν κι ὅλο σφάζουνε τὰ βοδοπρόβατά μου,
ἐκεῖνοι οἱ παραδιάντροποι τῆς μάνας μου μνηστῆρες.
Γι' αὐτὸ δὰ τώρα πέφτω σου στὰ γόνατα, νὰ μάθω
σὰν ποιό 'τανε τὸ τέλος του κι ἡ κακοθανατιά του,
μὰ τά εἰδες μὲ τὰ μάτια σου, ἢ ἀπ' ἄλλον ἄκουσές τα· |
325 |
πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
ἀλλ᾽ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
τὶ ἡ μάνα τόνε γέννησε μὲ βάσανα περίσσια.
Καὶ μὴ μοῦ τὰ μισομιλᾶς ἀπὸ συμπόνια ἢ σέβας,
μόν' πές μου τα ἴσια, καταπῶς τὰ μάτια σου τὸν εἶδαν.
Παρακαλῶ σε, ἂν ὁ λαμπρὸς γονιός μου ὁ Ὀδυσσέας
ἢ λόγο ἢ πράξη σοῦ 'ταξε καὶ τέλεσε στὴν Τροία, |
330 |
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες." |
ἐκεῖ ποὺ ἀρίθμητα δεινὰ τοὺς Ἀχαιοὺς πλακῶσαν,
θυμήσου τα τὴν ὤρα αὐτὴ, καὶ πές μου τὴν ἀλήθεια.” |
|
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. |
Κι ὁ ξανθωπὸς Μενέλαος βαριὰ τοῦ ἀπολογιέται·
“Ὠχοῦ, σὲ τί παλληκαρᾶ κλινάρι νὰ πλαγιάσουν
τοὺς ἦρθεν ὄρεξη αὐτουνοὺς τοὺς ἄναντρους, ἀλήθεια. |
335 |
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, |
Καθὼς μὲς σ' ἄγριου λιονταριοῦ ρουμάνι ἡ ἀλαφίνα
κοιμίζει βυζαστάρικα νιογέννητα λαφούλια,
καὶ παίρνει τὶς βουνοπλαγιὲς καὶ τὰ χλωρὰ λαγκάδια,
καὶ βόσκει, μὰ ἄξαφνα γυρνάει μὲς στὴ μονιά του ἐκεῖνος,
καὶ φέρνει τέλος φοβερὸ σὲ μάνα καὶ λαφούλια, |
340 |
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐών, οἷός ποτ᾽ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, |
ἔτσι κι ὁ Ὀδυσσέας φριχτὰ θὰ τοὺς τελειώση ἐκείνους.
Κι, ὦ Δία θεέ μου, κι Ἀθηνᾶ κι Ἀπόλλωνα, ἂν ἐκεῖνος,
τοὺς πὲση σὰν ποὺ φάνηκε στὴν ὅμορφη τὴ Λέσβο,
ποὺ πρόβαλε καὶ πάλεψε μὲ τὸ Φιλομηλείδη,
καὶ μονομιὰς τὸν ἔριξε, κι οἱ Ἀχαιοὶ χαρῆκαν, |
345 |
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ᾽ ἀπατήσω,
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, |
ἂν τέτοιος ὁ Ὀδυσσέας ἐρθῆ καὶ πέση στοὺς μνηστῆρες,
γλήγορο θά 'ν' τὸ τέλος τους, κι ὁ γάμος τους φαρμάκι.
Κι αὐτὰ ποὺ τώρα μὲ ρωτᾶς καὶ ποὺ παρακαλεῖς με,
δὲ θὰ τὰ πῶ τριγυριστὰ καὶ δὲ θὰ σὲ γελάσω,
παρὰ ὅσα μοῦ 'πε ὁ ἄλαθος τῆς θάλασσας ὁ γέρος, |
350 |
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω. |
ἕνα πρὸς ἕνα θά 'χης τα, καὶ λόγο δὲ θὰ κρύψω. |
|
"Αἰγύπτῳ μ᾽ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
οἱ δ᾽ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ |
Στὴν Αἴγυπτο, σὰ γύρευα γιὰ ἐδῶ νὰ ξεκινήσω,
μὲ κράτησαν οἱ ἀθάνατοι, τὶ δὲν τοὺς εἶχα κάνει
τὴν ταχτικὴ ἑκατοβοδιά, κι ἐκεῖνοι πάντα θέλουν
τὶς προσταγὲς ποὺ ἀφήνουνε νὰ μὴν τὶς ἀστοχοῦμε.
Εἶναι νησὶ στὴ θάλασσα τὴν πολυκυματοῦσα, |
355 |
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
τόσσον ἄνευθ᾽ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας
ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. |
κατάμπροστα στὴν Αἴγυπτο, καὶ Φάρο τ' ὀνομάζουν·
μακριὰ νὰ ποῦμε ὅσο μπορεῖ καράβι σὲ μιὰ μέρα
νὰ φτάση, ἂν πρύμος ἄνεμος φυσάη καλὰ ὡς τὸ τέλος·
κι ἔχει λιμάνι ἀπάνεμο, ποὺ κεῖθε τὰ καράβια
ἀνοίγουνε στὰ πέλαγα, σκοῦρο νερὸ σὰν πάρουν. |
360 |
ἔνθα μ᾽ ἐείκοσιν ἤματ᾽ ἔχον θεοί, οὐδέ ποτ᾽ οὖροι
πνείοντες φαίνονθ᾽ ἁλιαέες, οἵ ῥά τε νηῶν
πομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,
εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε, |
Εἴκοσι μέρες οἱ θεοὶ μ' εἶχαν ἐκεῖ κλεισμένο,
κι ἄνεμοι ἀπὸ τὰ πέλαγα δὲ μοῦ φυσοῦσαν πρύμοι,
ποὺ τὰ καράβια σπρώχνουνε στοῦ ὠκεανοῦ τὰ πλάτια.
Καὶ πιὰ δὲ θὰ μᾶς μνήσκανε μήτε θροφὲς μήτ' ἄντρες,
ἂ δὲ μὲ σπλαχνιζότανε ἡ θεὰ ποὺ γλύτωσέ με, |
365 |
Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
ἥ μ᾽ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. |
τοῦ γέρου τοῦ θαλασσινοῦ, τοῦ θείου Πρωτέα ἡ κόρη,
ἡ Εἰδοθέα, ποὺ ἄγγιξα περίσσια τὴν καρδιά της.
Μὲ βρῆκε καὶ σερνόμουνα μόνος μακριὰ ἀπ' τοὺς ἄλλους,
ποὺ γύριζαν καὶ ψάρευαν μὲ τὰ γυρτὰ τ' ἀγκίστρια,
τὶ ἡ πεῖνα τοὺς τὰ θέριζε σκληρὰ τὰ σωθικά τους. |
370 |
ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
"᾽νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.᾽" |
Αὐτὴ κοντά μου στάθηκε καὶ μίλησέ μου κι εἶπε·
“Ἆραγες νά 'σαι ἀνόητος κι ἀσύστατος, ὦ ξένε,
ἢ πίτηδες ἀφήνεσαι, καὶ θὲς νὰ τυραννιέσαι ;
Καιρὸ κρατιέσαι στὸ νησί, τέλος νὰ βρῆς δὲ σώνεις,
καὶ τῶ συντρόφω σου ἡ καρδιὰ στοὺς πόνους μέσα λυώνει.” |
375 |
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
᾽ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, |
Αὐτά 'πε, κι ἐγὼ γύρισα καὶ τῆς ἀπολογιέμαι·
“Ὅποια θεὰ κι ἂν εἶσαι ἐσὺ, τὸ ποὺ ρωτᾶς θᾶ μάθης·
δὲ μένω πίτηδες ἐδῶ, μόν' πρέπει νά 'χω κάνει
κάποια ἁμαρτία στοὺς θεοὺς ποὺ ὁρίζουνε τὰ οὐράνια.
Ὡς τόσο πές μου, τὶ οἱ θεοὶ τὸ καθετὶς γνωρίζουν, |
380 |
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.᾽
"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·
᾽τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς |
ποιός μὲ μποδίζει ἀθάνατος καὶ μοῦ 'κλεισε τὸ δρόμο,
καὶ πῶς τὶς ψαροθάλασσες περνώντας θὰ γυρίσω;”
Αὐτὰ τῆς εἶπα, κι ἡ θεὰ μοῦ ἀπολογιέται ἀμέσως·
“Θὰ σοῦ μιλήσω, ξένε, ἐγὼ σωστὰ γιὰ ὅλα ἐτοῦτα.
Γέρος ἀλάθευτος ἐδῶ θαλασσινὸς συχνάζει, |
385 |
ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
τὸν δέ τ᾽ ἐμόν φασιν πατέρ᾽ ἔμμεναι ἠδὲ τεκέσθαι.
τόν γ᾽ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου |
ὁ ἀθάνατος Αἰγυπτιανὸς Πρωτέας, ποὺ τὰ βάθια
γνωρίζει ὅλης τῆς θάλασσας, τοῦ Ποσειδώνα δοῦλος·
λὲν πὼς αὐτὸς μὲ γέννησε, καὶ πὼς γονιὸ τὸν ἔχω.
Καρτέρι ἐσὺ ἂ δυνόσουνα νὰ στήσης νὰ τὸν πιάσης,
τὸ δρόμο αὐτὸς θὰ σοῦ 'λεγε, τοῦ ταξιδιοῦ τὸ μάκρος, |
390 |
νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ᾽ ἐθέλῃσθα,
ὅττι τοι ἐν μεγάροισι κακόν τ᾽ ἀγαθόν τε τέτυκται
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.᾽
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
καὶ πῶς τὰ πέλαα σκίζοντας στὸν τόπο σου θὰ φτάσης.
Κι αὐτὸς ἀκόμα θὰ σοῦ πῆ, ὦ διόθρεφτε, ἂν θελήσης,
ὅ,τι καλὸ κι ὅ,τι κακὸ στὸ σπιτικό σου 'γίνη,
σὰν ἔλειπες σὲ μακρινὰ καὶ δύσκολα ταξίδια.”
Ἔτσ' εἶπε, κι ἀπαντώντας της ἐγὼ τῆς κάνω τότες· |
395 |
᾽αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
ἀργαλέος γάρ τ᾽ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.᾽
"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·
᾽τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω. |
“Λέγε μου τώρα ποῦ νὰ βρῶ καρτέρι γιὰ τὸ γέρο,
νὰ μὴ μοῦ φύγη ἂν τίποτις ἀκούση ἢ ἀγναντέψη·
τὶ δύσκολο 'ναι τὸ θεὸ θνητὸς νὰ καταφέρη.”
Αὐτὰ τῆς εἶπα, κι ἡ θεὰ μοῦ ἀπολογήθη ἀμέσως·
“Θὰ σοῦ μιλήσω, ξένε, ἐγὼ μ' ἀλήθεια καὶ γιὰ δαῦτο. |
400 |
ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
τῆμος ἄρ᾽ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
ἐκ δ᾽ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης |
Ἀπάνω στὰ μεσούρανα καθὼς ἀνέβη ὁ ἥλιος,
ἔρχετ' ἀπὸ τὸ πέλαγο ὁ ἀλάθευτος ὁ γέρος,
ἅμα τοῦ μπάτη ξανοιχτῆ τὸ μαῦρο σαγανάκι,
καὶ βγαίνει καὶ στὶς θολωτὲς σπηλιὲς γλυκοκοιμᾶται.
Γύρω του οἱ φώκιες, θρέμματα τῆς ὥριας Ἀμφιτρίτης, |
405 |
ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
ἔνθα σ᾽ ἐγὼν ἀγαγοῦσα ἅμ᾽ ἠοῖ φαινομένηφιν
εὐνάσω ἑξείης· σὺ δ᾽ ἐὺ κρίνασθαι ἑταίρους
τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. |
πέφτουν κοπάδι βγαίνοντας ἀπὸ τὴν κυματοῦσα,
καὶ τὴν πικρὴ τὴ μυρουδιὰ τοῦ βάθου της σκορπᾶνε.
Ἐκεῖ πρὸς τὰ χαράματα σὲ φέρνω ἐγώ, κι ἀράδα
θὰ σᾶς πλαγιάσω μὲ τοὺς τρεῖς ποὺ θὰ καλοδιαλέξης
συντρόφους, τοὺς ἀξιώτερους ποὺ στὰ καράβια σου ἔχεις. |
410 |
πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, |
Κι ὅλες ἐγὼ τὶς μαριολιὲς θὰ σοῦ τῖς πῶ τοῦ γέρου·
πρῶτα στὶς φώκιες ἔρχεται καὶ τὶς μετράει ἀράδα·
κι ὅταν τὶς φώκιες καλοδῆ καὶ τὶς καλομετρήση,
σὰν πιστικὸς μὲ πρόβατα στὴ μέση τους πλαγιάζει.
Μιὰς τόνε δῆτε καὶ στρωθῆ, βάλτε καρδιά, κι ὁρμώντας |
415 |
καὶ τότ᾽ ἔπειθ᾽ ὑμῖν μελέτω κάρτος τε βίη τε,
αὖθι δ᾽ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσ᾽ ἐπὶ γαῖαν
ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
ὑμεῖς δ᾽ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. |
κρατᾶτε τον, κι ἂς πολεμάη ἐκεῖνος νὰ ξεφύγη.
Μὲ κάθε ζωντανὸ τῆς γῆς θὰ σοφιστῆ νὰ μοιάση,
νερὸ θὰ γίνη καὶ φωτιὰ θεόφλογη ὀμπροστά σας,
μὰ ἐσεῖς γερὰ κρατᾶτε τον, καὶ πιὸ βαριὰ ζουλᾶτε. |
420 |
ἀλλ᾽ ὅτε κεν δή σ᾽ αὐτὸς ἀνείρηται ἐπέεσσι,
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.᾽ |
Ὅμως ὁ ἴδιος του ἄξαφνα σὰν κάνη νὰ ρωτήξη,
καὶ τόνε δῆτε μὲ μορφὴ σὰν ποὺ ἦταν πλαγιασμένος,
τραβᾶτε χέρι τότε ἐσεῖς, τὸ γέρο λευτερῶστε,
καὶ ρώταγέ τον, ἥρωα, ποιός θεὸς σὲ βασανίζει,
καὶ πῶς τὶς ψαροθάλασσες περνώντας θὰ γυρίσης.” |
425 |
"ὣς εἰποῦσ᾽ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ᾽ ἕστασαν ἐν ψαμάθοισιν,
ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ· |
Αὐτά 'πε, καὶ στὴ θάλασσα βουτάει τὴν κυματοῦσα.
Κι ἐγὼ στὰ πλοῖα ξεκίνησα ποὺ στέκανε στὸν ἄμμο,
καὶ διάβαινα μὲ τὴν καρδιὰ περίσσια ταραγμένη
Καὶ στὸ γιαλὸ σὰ ζύγωσα, καὶ πῆγα στὸ καράβι,
στρώνουμε δεῖπνο, κι ὕστερα πλακώνει ἡ θεία ἡ νύχτα· |
430 |
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ᾽ ἰθύν. |
καὶ γέρνουμε, καὶ παίρνει μας ὁ ὕπνος στ' ἀκρογιάλι.
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
καὶ τράβηξα γιαλὸ γιαλὸ μπρὸς στὰ πλατιὰ πελάγη,
παρακαλώντας τοὺς θεοὺς, μὲ τρεῖς μαζὶ συντρόφους,
ποὺ ὅ,τι καταπιανόντουσαν τρανὴ τοὺς εἶχα πίστη. |
435 |
"τόφρα δ᾽ ἄρ᾽ ἥ γ᾽ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
τέσσαρα φωκάων ἐκ πόντου δέρματ᾽ ἔνεικε·
πάντα δ᾽ ἔσαν νεόδαρτα· δόλον δ᾽ ἐπεμήδετο πατρί.
εὐνὰς δ᾽ ἐν ψαμάθοισι διαγλάψασ᾽ ἁλίῃσιν
ἧστο μένουσ᾽· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· |
Κι ἀπ' τοῦ πελάου τὶς ἀγκαλιὲς προβάλλοντας ἐκείνη,
φέρνει φωκήσα τέσσερα τομάρια νιογδαρμένα
στὸ νοῦ της μελετώντας πῶς τὸ γέρο νὰ γελάση.
Κι ἀφοῦ στοὺς ἄμμους χάραξε πλαγιάσματα, καθόταν
καὶ πρόσμενε· καὶ σμίξαμε κι ἐμεῖς· ἀράδα τότες |
440 |
ἑξείης δ᾽ εὔνησε, βάλεν δ᾽ ἐπὶ δέρμα ἑκάστῳ.
ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
τίς γάρ κ᾽ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
ἀλλ᾽ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ᾽ ὄνειαρ· |
μᾶς γέρνει, καὶ καθένα μας σκεπάζει μὲ τομάρι.
Φριχτὸ καρτέρι θά 'τανε, τὶ βώχα τοῦ θανάτου
ἀπὸ τὶς θαλασσόθρεφτες μᾶς τυραννοῦσε φώκιες.
Καὶ ποιός κοιμᾶται μὲ θεριὰ σιμά του πελαγήσα ;
Ὅμως μᾶς γλύτωσε ἴδια της μὲ σόφισμα δικό της· |
445 |
ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
πᾶσαν δ᾽ ἠοίην μένομεν τετληότι θυμῷ·
φῶκαι δ᾽ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· |
βάζει μοσκιὰ μυρόβολη σὲ καθενὸς ρουθούνι,
καὶ τοῦ θαλασσινοῦ θεριοῦ τὴ μυρουδιὰ ἀφανίζει.
Ὁλοπρῲς προσμέναμε μ' ἀπόφαση στὸ νοῦ μας.
κι ἦρθαν οἱ φώκιες μαζωχτὲς ἀπὸ τὰ βάθια ἀράδα
στὸ περιγιάλι πλάγιασαν, κι ἀπὰς στὸ μεσημέρι |
450 |
ἔνδιος δ᾽ ὁ γέρων ἦλθ᾽ ἐξ ἁλός, εὗρε δὲ φώκας
ζατρεφέας, πάσας δ᾽ ἄρ᾽ ἐπᾐχετο, λέκτο δ᾽ ἀριθμόν·
ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ᾽, ἀμφὶ δὲ χεῖρας |
κι ὁ γέρος ἦρθε ἀπ' τὰ βαθιά, καὶ βρίσκοντας τὶς φώκιες
τὶς παχουλές, τὶς μέτρησε μιὰ μιὰ καὶ τὶς καλόειδε.
Πρώτους ἐμᾶς λογάριασε στὸ μέτρημα, κι ὁ νοῦς του
δὲν ἔβαλε τὴν πονηριά, μόν' πλάγιασε κι ἐκεῖνος.
Τότες μὲ βουὴ χουμίξαμε, καὶ ξάφνου ἀδράξαμέ τον· |
455 |
βάλλομεν· οὐδ᾽ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
ἀλλ᾽ ἦ τοι πρώτιστα λέων γένετ᾽ ἠυγένειος,
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
γίγνετο δ᾽ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
ἡμεῖς δ᾽ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. |
αὐτὸς τὴν τέχνη δὲν ξεχνάει, καὶ πρῶτ' ἀπ' ὅλα γίνη
λιοντάρι μὲ τὴ χήτη του, κατόπι ἀμέσως φίδι
κι ἀγριόχοιρος, καὶ πάρδαλη, τέλος νερὸ τρεχάτο,
καὶ δέντρο ἁψηλοφύλλωτο. Κι ἐμεῖς τὴν ὥρα ἐκείνη
γερὰ τόνε κρατούσαμε μ' ἀπόφαση στὸ νοῦ μας. |
460 |
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζ᾽ ὁ γέρων ὀλοφώια εἰδώς,
καὶ τότε δή μ᾽ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
"᾽τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
ὄφρα μ᾽ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;᾽
"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
Μὰ τέλος σὰν ἀπόκαμε ὁ παμπόνηρος ὁ γέρος,
ἄρχισε τότες νὰ ρωτάη, κι αὐτὰ τὰ λόγια μοῦ 'πε·
“Ὦ γιὲ τοῦ Ἀτρέα, ποιός θεὸς κατηχημένο σ' ἔχει,
καὶ μὲ τὸ ζόρι ξαφνικὰ μ' ἀδράχνεις ; Τί γυρεύεις ;”
Αὐτὰ μὲ ρώτηξε, κι ἐγὼ γυρίζω καὶ τοῦ κάνω· |
465 |
᾽οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, |
“Γνωρίζεις, γέρο· τί ρωτᾶς νὰ μὲ πλανέσης τάχα ;
Τόσον καιρὸ μὲς στὸ νησὶ κρατιέμαι αὐτό, καὶ κάποιο
τέλος νὰ βρῶ δὲ δύνουμαι, μόνε ἡ καρδιά μου λυώνει.
Μὰ πές μου ἐσύ, γιατ' οἱ θεοὶ τὸ καθετὶς γνωρίζουν,
ποιός μὲ μποδίζει ἀθάνατος, καὶ μοῦ 'κλεισε τὸ δρόμο ; |
470 |
νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.᾽
"ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν·
᾽ἀλλὰ μάλ᾽ ὤφελλες Διί τ᾽ ἄλλοισίν τε θεοῖσι
ῥέξας ἱερὰ κάλ᾽ ἀναβαινέμεν, ὄφρα τάχιστα
σὴν ἐς πατρίδ᾽ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. |
καὶ πῶς τὰ ψαροπέλαγα περνώντας θὰ γυρίσω ;”
Εἶπα, κι ἐκεῖνος γύρισε καὶ μοῦ ἀποκρίθη ἀμέσως·
“Στὸ Δία καὶ στοὺς ἄλλους θεοὺς πρῶτα ἔπρεπε νὰ κάνης
καλὲς θυσίες, πρὶ νὰ μπῆς στὸ πλοῖο, γιὰ νὰ γυρίσης
τὰ μαῦρα πέλαα σκίζοντας, στὴν ποθητὴ πατρίδα. |
475 |
οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
πρίν γ᾽ ὅτ᾽ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ᾽ ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· |
Τὶ δὲν τὸ θέλει ἡ μοῖρα σου νὰ δῆς δικοὺς καὶ φίλους,
μήτε νὰ ρθῆς στὸν τόπο σου καὶ στὸ νοικοκυριό σου,
πρὶν ξανανέβης τοῦ Αἴγυπτου τὸ διόσταλτο ποτάμι,
καὶ κάμης ἑκατοβοδιῶν ἱερὲς ἐκεῖ θυσίες
γιὰ τοὺς ἀθάνατους θεοὺς ποὺ ὁρίζουνε τὰ οὐράνια· |
480 |
καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.᾽
"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
οὕνεκά μ᾽ αὖτις ἄνωγεν ἐπ᾽ ἠεροειδέα πόντον
Αἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· |
καὶ τότες θὰ σοῦ δώσουνε τὸ δρόμο ποὺ γυρεύεις.”
Αὐτὰ εἶπε, καὶ σὰν τ' ἄκουσα ραγίστηκε ἡ καρδιά μου,
ποὺ μὲς στὸ πέλαγο τ' ἀχνὸ μὲ πρόσταζε νὰ σύρω
πίσω στὸν Αἴγυπτο, μακρὺ καὶ δύσκολο ταξίδι,
Ὡς τόσο πάλε τοῦ ἄνοιξα μίλια, καὶ τοῦ ξανάειπα· |
485 |
"᾽ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
ἦέ τις ὤλετ᾽ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς |
“Αὐτὰ καθὼς τὰ πρόσταξες, ὦ γέρο, θὰ τὰ κάμω,
Μὰ πές μου ἀληθινὰ κι αὐτό· γυρίσαν τάχας ὅλοι
μὲ τὰ καράβια οἱ Ἀχαιοὶ ποὺ πίσω στὴν Τρωάδα
ὁ ἥρωας Νέστορας κι ἐγὼ τοὺς εἴχαμε ἀφησμένους,
ἢ τοῦ 'ρθε κανενὸς κακὸ μὲς στὸ καράβι τέλος, |
490 |
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν᾽.
"ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν·
Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. |
ἢ καὶ σὲ χέρια φίλων του, ἀπ' τὸν πόλεμο κατόπι ;”
Αὐτὰ εἶπα, κι ἐκειὸς γύρισε καὶ μ' ἀποκρίθη ἀμέσως·
“Τοῦ Ἀτρέα ὦ γιέ, τί τὰ ρωτᾶς αὐτά; Σοῦ λέω δὲν πρέπει
ὅσα στὸ νοῦ μου ἐγὼ κρατῶ νὰ ξέρης καὶ νὰ μάθης,
τὶ δὲ θὰ μείνης ἄκλαιγος πολλὴ ὥρα, σὰν τ' ἀκούσης. |
495 |
πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
"Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. |
Πολλοὶ ἀπ' ἐκειοὺς τελειώσανε, μὰ καὶ πολλοὶ ἀπομεῖναν·
ἀπ' ἀρχηγοὺς χαλκοάρματων Ἀχαιῶνε δυὸ μονάχοι
χαθήκανε στὸ γυρισμό· στὸν πόλεμο κι ἐσύ 'σουν.
Ἕνας ἀκόμα ζωντανὸς στὶς θάλασσες κρατιέται.
Τέλειωσ' ὁ Αἴαντας μαζὶ μὲ τὰ μακρόκουπά του |
500 |
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη·
φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. |
καράβια. Πρῶτα στὶς Γυρὲς τὸν πῆρε ὁ Ποσειδώνας,
πέτρες θεόρατες, κι ἐκεῖ τὸν ἔσωσ' ἀπ' τὸ κῦμα·
θὰ γλύτωνε, ὅσο ἡ Ἀθηνᾶ κι ἂν τοῦ κρατοῦσε πάθος,
λόγο ἂ δὲν ἔβγαζε βαρὺ στὸ σκοτισμό του ἀπάνω,
πὼς ξέφυγε τὰ κύματα στὸ πεῖσμα τῶν θεῶνε, |
505 |
τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος·
αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ᾽ ἔσχισεν αὐτήν·
καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
τῷ ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη· |
Κι ὁ Ποσειδώνας ἄκουσε τ' ἀγέρωχά του λόγια,
κι ἀδράχνει τὸ τρικράνι του στὰ δυνατά του χέρια,
χτυπάει τὸ βράχο τῆς Γυρῆς, καὶ τόνε σκίζει· μέρος
ἔμειν' ἐκεῖ, καὶ στὸ γιαλὸ πετάχτηκε ἄλλο μέρος,
ποὺ ὁ Αἴαντας κρατιότανε μὲς στὴν πολλή του ζάλη, |
510 |
τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
"᾽σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ᾽ ὑπάλυξεν
ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ |
καὶ τόνε ρίχτει στοὺς βυθοὺς τοῦ ἀπέραντου πελάγου.
Ἔτσι ἀφανίστη ὁ Αἴαντας ἁρμύρα ἀφοῦ κατάπιε.
Μὰ ὁ ἀδερφός σου γλύτωσε στὰ βαθουλά του πλοῖα,
τὶ ἡ Ἥρα ἡ πολυδόξαστη τοῦ στάθη σωτηριά του.
Ὅμως σὰν κοντοζύγωνε τὸν ἁψηλὸ Μαλέα, |
515 |
ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
τὸ πρίν, ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, |
μπόρα τὸν παίρνει ξαφνική, καὶ τὸν πετάει πελάγου,
καθὼς βαριαναστέναζε, πρὸς ξενικὸ ἀκρογιάλι,
ποὺ ὁ Θυέστης εἶχε μιὰ φορὰ τοὺς πύργους του καὶ ζοῦσε,
καὶ τώρα ὁ γιός του ὁ Αἴγιστος τοὺς εἶχε κατοικιά του.
Μὰ κι ἀποκεῖθε βολικὸς σὰ φάνη ὁ γυρισμός τους, |
520 |
ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ᾽ ἵκοντο,
ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
δάκρυα θερμὰ χέοντ᾽, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν |
καὶ πρύμο οἱ θεοὶ τοὺς φύσηξαν, καὶ στὴν πατρίδα φτάσαν,
χαίροντας τότες πάτησε τὸ πατρικὸ τὸ χῶμα,
καὶ τό 'πιασε, καὶ μὲ πολλὰ θερμὰ τὸ φίλαε δάκρια,
ποὺ πάλε τὴν ἀξιώθηκε τὴν ποθητὴ πατρίδα.
Κι ἀπὸ τὴ βίγλα ὁ φύλακας ἀμέσως τὸν ξανοίγει, |
525 |
Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ᾽ ἔσχετο μισθὸν
χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτόν,
μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· |
ποὺ ὁ πονηρὸς ὁ Αἴγιστος τὸν εἶχε ἐκεῖ στημένο·
τοῦ 'χε ταμένη πλερωμὴ δυὸ τάλαντα χρυσάφι·
μέρα καὶ νύχτα φύλαγε νὰ μὴν κρυφοπεράση
καὶ πέση καταπάνω τους μὲ τ' ἄρματα στὸ χέρι.
Καὶ τρέχει φέρνει μήνυμα τοῦ βασιλιᾶ στὸν πύργο.
Κι εὐτὺς σοφίστη ὁ Αἴγιστος θεοπόνηρο παιχνίδι· |
530 |
κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
εἷσε λόχον, ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν |
εἴκοσι παίρνει διαλεχτὰ τῆς χώρας παλληκάρια,
τοὺς κρύβει, καὶ προστάζει ἀλλοῦ τραπέζι νὰ τοιμάσουν.
Πῆγε τὸν Ἀγαμέμνονα ὁ ἴδιος νὰ τὸν καλέση
μὲ ἀλόγατα καὶ μ' ἅμαξες, κακὰ στὸ νοῦ γυρνώντας.
Τὸν ἀνεβάζει ἀνήξερο στὸ δεῖπνο, καὶ κατόπι |
535 |
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
οὐδέ τις Αἰγίσθου, ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν᾽.
"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ |
τὸν κόβει σὰν ποὺ κόβουνε μὲς στὸ παχνὶ τὸ βόδι.
Κανένας δὲν ἀπόμεινε τοῦ γιοῦ του Ἀτρέα βλάμης,
καὶ μήτε τοῦ Αἴγιστου, παρὰ στοὺς πύργους σκοτωθῆκαν.
Αὐτὰ μοῦ 'πε, κι ἐμένανε ραγίστηκε ἡ καρδιά μου·
καὶ κάθισα στὴν ἀμμουδιὰ καὶ τό 'ριξα στὸ κλάμα, |
540 |
ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
"᾽μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
κλαῖ᾽, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα |
καὶ μήτε ζωὴ μήτε ἥλιου φῶς δὲν ἤθελε ἡ ψυχή μου.
Καὶ σὰ χαμοκυλίστηκα καὶ χόρτασα τὸ κλάμα,
τότες μοῦ λέει ὁ ἀλάθευτος τῆς θάλασσας ὁ γέρος.
“Μὴν παρακλαῖς ἀνέπαυα, γιὲ τοῦ Ἀτρέα, τὸ κλάμα
δὲ μᾶς φελᾶ, μόν' κοίταξε πῶς γλήγορα νὰ φτάσης |
545 |
πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.᾽
"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, |
στὸν τόπο σου, κι ἢ ζωντανὸ θὰ τόνε βρῆς ἀκόμα,
ἢ νὰ τὸν κόψη πρόλαβε ὁ Ὀρέστης, κι ἐσὺ τότες
προφταίνεις νὰ παραβρεθῆς στὸ νεκρικὸ τραπέζι.”
Αὐτὰ μοῦ 'πε, κι ἐμένανε συνέφερε ἡ καρδιά μου,
κι ἡ ἀντρειωμένη μου ψυχή, μ' ὅλη τή θλίψη πού 'χε, |
550 |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
"᾽τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι᾽.
"ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν· |
Τότες μ' αὐτὰ τοῦ μίλησα τὰ φτερωμένα λόγια.
“Τούτους τοὺς ξέρω πιά· μὰ ἐσὺ τὸν τρίτο λέγε μου ἄντρα,
ποὺ στὰ πλατιὰ τὰ πέλαγα ζώντας κρατιέται ἀκόμα,
ἢ καὶ νεκρός, — μὰ θέλω ἐγὼ νὰ μάθω, κι ἂς λυπᾶμαι.”
Ἐτσ' εἶπα, κι αὐτὸς γύρισε κι ἀπολογιὰ μοῦ κάνει· |
555 |
᾽υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
τὸν δ᾽ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, |
“Εἶν' τοῦ Λαέρτη ὁ γιὸς αὐτός, ποὺ κατοικεῖ στὸ Θιάκι.
Τὸν εἶδα ἐγὼ σ' ἕνα νησὶ δάκρυα πολλὰ νὰ χύνη,
στῆς θέαινας τῆς Καλυψῶς, ποὺ δίχως θέληση του
κρατάει τον, καὶ δὲ δύνεται νὰ δῆ γλυκειὰ πατρίδα·
τὶ μήτε πλοῖα μὲ τὰ κουπιὰ μήτε συντρόφους ἔχει, |
560 |
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
σοι δ᾽ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς ῾Ραδάμανθυς, |
ποὺ νὰ τὸν πάρουν ἀπ' ἐκεῖ στῆς θάλασσας τὰ πλάτια.
Κι ἐσὺ, Μενέλαε διόθρεφτε, τῆς μοίρας σου δὲν εἶναι
στ' Ἄργος τ' ἀλογοβόσκητο νὰ λυώσης τὴ ζωή σου,
παρὰ στὰ πέρατα τῆς γῆς, στὰ Ἠλύσια τὰ λημέρια,
πού 'ναι ὁ ξανθὸς Ραδάμανθης, οἱ θεοὶ θένα σὲ στείλουν, |
565 |
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
οὐ νιφετός, οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,
ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι᾽. |
ἐκεῖ ποὺ οἱ μέρες τῶν θνητῶν ἀνάλαφρες διαβαίνουν·
δὲν ἔχει οὔτε χειμώνα ἐκεῖ, μήτε βροχὴ καὶ χιόνι,
μόνε τ' ἀγέρι τὸ γλυκὸ τοῦ Ζέφυρου ἀνεβάζει
παντοτινὰ ὁ Ὠκεανός, καὶ τοὺς θνητοὺς δροσίζει·
τὶ ἔχεις τὴν Ἑλένη ἐσὺ, κι εἶσαι γαμπρὸς τοῦ Δία.” |
570 |
"ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ᾽ ἀντιθέοις ἑτάροισιν
ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ, |
Αὐτὰ εἶπε, καὶ στὴ θάλασσα βουτάει τὴν κυματοῦσα.
Καὶ πέρα ἐγὼ στοὺς θεόμοιαστους συντρόφους καὶ στὰ πλοῖα
ξεκίνησα μὲ τὴν καρδιὰ περίσσια ταραγμένη.
Καὶ σάνε κατεβήκαμε στὸ πλοῖο καὶ στ' ἀκρογιάλι,
τὸ δεῖπνο μας τοιμάσαμε, κι ἡ θεία σὰν ἦρθε ἡ νύχτα, |
575 |
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· |
νὰ κοιμηθοῦμε πέσαμε πὰς τοῦ γιαλοῦ τὴν ἄκρη.
Σὰ φάνη ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
πρῶτα στὴ λαμπροθάλασσα τραβᾶμε τᾶ καράβια,
καὶ τὰ κατάρτια στήνουμε μ' ἀπάνω τὰ πανιά τους.
Μπῆκαν κι ἐκεῖνοι, κάθισαν ἀράδα στὰ σανίδια, |
580 |
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἂψ δ᾽ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
χεῦ᾽ Ἀγαμέμνονι τύμβον, ἵν᾽ ἄσβεστον κλέος εἴη. |
καὶ τὸν ἀστραφτερὸ γιαλὸ μὲ τὰ κουπιά βαροῦσαν.
Στὸν οὐρανόχυτο Αἴγυπτο μπῆκαν τὰ πλοῖα κι ἀράξαν,
καὶ τέλεσα ἑκατοβοδιῶν καλὲς ἐκεῖ θυσίες·
καὶ τῶν θεῶν τὴ μάνητα σὰν ἔπαψα, μνημούρι
τοῦ Ἀγαμέμνονα ἔστησα, νὰ ζήση τ' ὄνομά του. |
585 |
ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
καὶ τότε σ᾽ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, |
Καὶ σὰν τὰ τέλειωσα, ἔφυγα· μοῦ στεῖλαν πρύμο ἀγέρα
οἱ ἀθάνατοι, καὶ στὴ γλυκειὰ μὲ φέρανε πατρίδα.
Ὡς τόσο, δέξου τώρα ἐσὺ στοὺς πύργους μου νὰ μείνης,
ὡσότου μέρες ἕντεκα ἢ καὶ δώδεκα νὰ γίνουν
πρεπούμενα σὲ προβοδῶ ἐγὼ τότε, καὶ σοῦ δίνω |
590 |
τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα." |
δῶρα λαμπρά, τρία ἄλογα κι ἁμάξι σκαλισμένο,
καὶ κρασοπότηρο ὅμορφο, νὰ στάζης τῶν θεῶνε,
καὶ βλέποντας το ὁλοζωῆς ἐμένα νὰ θυμᾶσαι.” |
|
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ᾽ ἔρυκε. |
Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κάνει·
“Τοῦ Ἀτρέα γιέ, νὰ μὲ κρατᾶς μὴ θὲς ἐδῶ σὲ μάκρος. |
595 |
καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμην
ἥμενος, οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
τέρπομαι. ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις. |
Ἐγὼ καὶ χρόνο δέχουμαι νὰ κάθουμαι κοντά σου,
χωρὶς νὰ λαχταράη γονιοὺς καὶ σπιτικὸ ἡ ψυχή μου,
γιατὶ μὲ γλύκα σ' ἀγρικῶ νὰ λὲς καὶ νὰ δηγέσαι.
Μὰ θά 'χουν οἱ συντρόφοι μου στὴν Πύλο στενοχώρια,
κι ἐσὺ πολὺν καιρὸ ζητᾶς ἐδῶ νὰ μὲ κρατησης. |
600 |
δῶρον δ᾽ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
πυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν. |
Δῶρο ὅ,τι δώσης μου, τιμὴ θὰ τό 'χω καὶ καμάρι·
τ' ἀλόγατα ὅμως δὲν μπορῶ στὸ Θιάκι νὰ τὰ φέρω,
μόνε θὰ σοῦ τ' ἀφήσω ἐδῶ, νὰ τὰ χαρῆς, ποὺ ὁρίζεις
μεγάλη ὁλόγυρα ἁπλωσιά, μὲ περισσὸ τριφύλλι,
μὲ κύπερη, μὲ στάρι, ζειά, καὶ φουντωτὸ κριθάρι. |
605 |
ἐν δ᾽ Ἰθάκῃ οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,
αἵ θ᾽ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων." |
Στὸ Θιάκι ἐμεῖς δὲν ἔχουμε δρόμους πλατιούς, λιβάδια·
γιδότοπος, πιὸ νόστιμος ἀπ' ἀλογῆσες χῶρες.
Μήτ' ἄλογα δὲ βρίσκουνται, μήτε λιβάδια ἀπάνω
στὰ θαλασσόζωστα νησιά, κι ἀπ' ὅλα δὰ στὸ Θιάκι.” |
|
ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, |
Αὐτά εἰπε· χαμογέλασε ὁ τρανόφωνος Μενέλαος, |
610 |
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· |
καὶ τόνε λαφροχάδεψε κι ὀνόμασέ τον κι εἶπε· |
|
"αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ᾽ ἀγορεύεις·
τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· |
“Αἶμα καλό, παιδάκι μου, τὰ λόγια σου μοῦ δείχνουν·
σοῦ ἀλλάζω τ' ἄλογα, μπορῶ κι ἀλλιῶς νὰ σὲ φιλέψω·
ἀπ' ὅσα δῶρα σπίτι μου φυλάω θησαυρισμένα,
σοῦ δίνω τ' ὀμορφότερο, τὸ πιὸ βαριότιμό μου. |
615 |
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
ἔστιν ἅπας, χρυσῷ δ᾽ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα· τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι." |
Σοῦ δίνω ψιλοδούλευτο κροντήρι, ὅλο ἀσήμι,
κι ἀπάνωθε τὰ χείλη του μὲ μάλαμα σμιγμένα·
δουλειὰ τοῦ Ἠφαίστου· ὁ Φαίδιμος ὁ ἥρωας τό 'χε δώσει,
ὁ ρήγας τῶν Σιδονιτῶν, τότες ποὺ ἐδῶ γυρνώντας
στ' ἀρχοντικά του κόνεψα· δικό σου νά 'ναι θέλω.” |
620 |
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.
οἱ δ᾽ ἦγον μὲν μῆλα, φέρον δ᾽ ἐυήνορα οἶνον·
σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. |
Τέτοιες κουβέντες ἔκαναν ἐκεῖνοι ἀνάμεσό τους·
κι οἱ καλεσμένοι μπαίνανε στοῦ βασιλιᾶ τοὺς πύργους,
καὶ φέρναν, ἄλλοι πρόβατα, κι ἄλλοι κρασὶ γιὰ ἡρώους·
τὰ σιταρόψωμα ἔστελναν οἱ λυγερὲς κυράδες,
καὶ μὲς τοὺς βασιλόπυργους τοιμάζαν τὸ τραπέζι. |
|
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων, ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι. |
Καὶ στοῦ Ὀδυσσέα κατάμπροστα οἱ μνηστῆρες τὰ παλάτια
δισκοβολώντας γλέντιζαν καὶ ρίχνοντας κοντάρια
σὲ γὴς στρωτή, ποὺ ἀδιάντροπα ἐκεῖ πάντα μαζεύονταν.
Μὰ οἱ ἀρχηγοὶ κι οἱ πρῶτοι τους στὴν παλληκαροσύνη,
ὁ Ἀντίνος κι ὁ θεόμοιαστος Εὐρύμαχος, καθόνταν. |
630 |
τοῖς δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· |
Σ' ἐτούτους ὁ Νοήμονας, ὁ γιὸς τοῦ Φρόνιου ἦρθε,
καὶ στὸν Ἀντίνο μίλησε, καὶ ρώτηξέ τον κι εἶπε· |
|
"Ἀντίνο᾽, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
ὁππότε Τηλέμαχος νεῖτ᾽ ἐκ Πύλου ἠμαθόεντος;
νῆά μοι οἴχετ᾽ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς |
“Ἀντίνο, τάχα ξέρουμε, γιά ὁ νοῦς μας δὲν κατέχει,
τοὺς ἄμμους ὁ Τηλέμαχος τῆς Πύλος πότε ἀφήνει ;
Μὲ τὸ καράβι μου ἔφυγε, καὶ τό 'χω ἀνάγκη τώρα, |
635 |
Ἤλιδ᾽ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοὶ
ἀδμῆτες· τῶν κέν τιν᾽ ἐλασσάμενος δαμασαίμην." |
πέρα νὰ πάω, στὴν Ἤλιδα, ποὺ δώδεκα φοράδες
μου θρέφουνε δουλευτικὰ μὰ ἀδάμαστα μουλάρια,
ποὺ ἤθελα ἐδῶ κανένα τους νὰ φέρω νὰ δαμάσω.” |
|
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ |
Εἶπε, κι ἐκεῖνοι θάμασαν· τὶ στοῦ Νηλέα τὴν Πύλο
δὲν ἔλεγαν πὼς μίσεψε, μόν' κάπου στὴν ξοχή του, |
640 |
ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη. |
γιά μὲ τὰ πρόβατα ἔμνησκε, γιά στοῦ χοιροβοσκοῦ του. |
|
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
"νημερτές μοι ἔνισπε, πότ᾽ ᾤχετο καὶ τίνες αὐτῷ
κοῦροι ἕποντ᾽; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι. |
Κι ὁ Ἀντίνος, τοῦ Εὐπείθη ὁ γιός, τοῦ μίλησε καὶ τοῦ εἶπε·
“Πές μου σωστά, πότ' ἔφυγε, καὶ ποιούς μαζί του πῆρε ;
τάχα Θιακήσους διαλεχτούς, γιά πλερωτούς καὶ δούλους;
Γιατὶ κι αὐτὸ θὰ τό 'κανε. Πές μου ἀνοιχτὰ κι ἐτοῦτο, |
645 |
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, |
νὰ ξέρω· τὸ καράβι σου, στο πῆρε μὲ τὸ ζόρι,
ἢ τάχα σὲ καλόπιασε, καὶ τό 'δωσες μονάχος ;” |
|
ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ."
τὸν δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
"αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, |
Καὶ γύρισε ὁ Νοήμονας τοῦ Φρόνιου ὁ γιὸς καὶ τοῦ εἶπε·
“Τοῦ τό 'δωσα ἀπὸ λόγου μου· τί τάχα θά 'κανε ἄλλος, |
650 |
ὁππότ᾽ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
κοῦροι δ᾽, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ᾽ ἡμέας,
οἵ οἱ ἕποντ᾽· ἐν δ᾽ ἀρχὸν ἐγὼ βαίνοντ᾽ ἐνόησα
Μέντορα, ἠὲ θεόν, τῷ δ᾽ αὐτῷ πάντα ἐᾐκει. |
ἂν τέτοιος ἄντρας, ἔχοντας ἔννοιες πολλὲς στὸ νοῦ του,
παρακαλοῦσε ; Δύσκολο νὰ τοῦ ἀρνηθῆς τὴ χάρη.
Πῆρε μαζί του τοῦ Θιακιοῦ τὰ πρῶτα παλληκάρια,
κι εἶδα ἀρχηγὸ τὸ Μέντορα νὰ μπαίνη στὸ καράβι,
ἴσως καὶ νά 'τανε θεὸς ποὺ τοῦ 'μοιαζε περίσσια. |
655 |
ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
χθιζὸν ὑπηοῖον, τότε δ᾽ ἔμβη νηὶ Πύλονδε." |
Μὰ αὐτὸ ἀπορῶ· ποὺ ἐχτὲς ταχὺ τὸ Μέντορα ἐδῶ εἶδα,
κι ὡς τόσο μπῆκε τότε αὐτὸς στὸ πλοῖο νὰ πάη στὴν Πύλο.” |
|
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
μνηστῆρας δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. |
Ἅμα εἶπε τοῦτα, κίνησε στὸ σπίτι τοῦ γονιοῦ του·
μὰ οἱ δυὸ ἐκεῖνοι ποὺ ἄκουγαν ταράχτηκε ἡ ψυχή τους,
καὶ τοὺς μνηστῆρες κάθισαν, καὶ πάψαν τοὺς ἀγῶνες. |
660 |
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην· |
Κι ὁ Ἀντίνος, τοῦ Εὐπείθη ὁ γιός, τοὺς μίλησε μὲ πίκρα,
τὶ λύσσα τὰ συνέπαιρνε τὰ μαῦρα σωθικά του,
καὶ μοιάζανε τὰ μάτια του σὰ λαμπερὲς δυὸ φλόγες· |
|
"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. |
“Γιὰ δὲς μεγάλο κάμωμα, ταξίδι νὰ τολμήση,
ποὺ λέγαμε ὁ Τηλέμαχος πὼς δὲν τὰ βγάζει πέρα. |
665 |
ἐκ τοσσῶνδ᾽ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
νῆα ἐρυσσάμενος, κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους, |
Σὲ τόσων πεῖσμα ἕνα παιδὶ νὰ πάρη πλοῖο νὰ φύγη,
ἀφοῦ τοῦ τόπου διάλεξε τὰ πρῶτα παλληκάρια.
Ἀρχίζει κι ἀπ' τὰ πρῶτα του χερότερα ποὺ ὁ Δίας
νὰ τόνε σπάση πρὶν ἐρθῆ καὶ βάσανα μᾶς φέρη.
Μὰ πλοῖο δόστε μου γοργὸ καὶ εἰκοσαριὰ συντρόφους |
670 |
ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός." |
καρτέρι νὰ τοῦ στήσω ἐγὼ καὶ νὰ παραμονέψω
μὲς στὰ στενὰ ἐκεῖ τοῦ Θιακιοῦ καὶ τῶν βροχιῶν τῆς Σάμης,
νὰ τὸ καῆ ποὺ ἀρμένισε γιὰ χάρη τοῦ γονιοῦ του.” |
|
"ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον.
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος. |
Εἶπε, κι οἱ ἄλλοι στέργανε καὶ θαρρεσιὰ τοῦ δίναν·
κατόπι σηκωθήκανε καὶ στὸ παλάτι μπῆαν. |
675 |
οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
αὐλῆς ἐκτὸς ἐών· οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.
βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ· |
Ὅμως πολὺ δὲν ἄργησε νὰ μάθη ἡ Πηνελόπη
ὅσα οἱ μνηστῆρες μυστικὰ στὸ νοῦ τους μαγειρεῦαν,
τὶ ὁ κήρυκας ὁ Νέδοντας τῆς τά 'πε, ποὺ ἄκουσέ τα,
ὄντας παρόξω τῆς αὐλῆς, ποὺ ἐκεῖ τὰ κρυφοπλέχναν,
καὶ μπῆκε νὰ τὰ μπιστευτῆ τῆς Πηνελόπης μέσα. |
680 |
τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· |
Καὶ στὸ κατώφλι ποὺ εἶδε τον ἡ Πηνελόπη, ἀρχίζει· |
|
"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
ἔργων παύσασθαι, σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι;
μὴ μνηστεύσαντες μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες |
“Τί σ' ἔστειλαν, ὦ κήρυκα, ἐδῶ οἱ τρανοὶ μνηστῆρες;
τάχα τὶς δοῦλες τοῦ θεϊκοῦ Ὀδυσσέα νὰ προστάξης
νὰ πάψουν τὶς σπιτοδουλειὲς καὶ δεῖπνο νὰ τοὺς στρώσουν;
Νὰ μήν τὸ σώσουν ἄλλα πιὰ νὰ δοῦνε γάμου γλέντια, |
685 |
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
οἳ θάμ᾽ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν, |
μόνε νὰ φᾶνε ἐδῶ ἂς ἔρθουν τὸ δεῖπνο τὸ στερνό τους.
Ποὺ ἐδῶ μαζεύεστε καὶ βιὸς μεγάλο καταλεῖτε,
τὰ πλούτια τοῦ Τηλέμαχου, καὶ τάχα ἀπ' τοὺς γονιούς σας,
σὰν ἤσαστε μωρὰ παιδιά, δὲν τό 'χετε ἀκουσμένο
τὸ τί τούς στάθηκε ἐκεινοὺς ὁ θεῖος ὁ Ὀδυσσέας, |
690 |
οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
ἐν δήμῳ, ἥ τ᾽ ἐστὶ δίκη θείων βασιλήων·
ἄλλον κ᾽ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
κεῖνος δ᾽ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
ἀλλ᾽ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα |
ποὺ κανενός τους ἄδικο μήτ' ἔκαμε μήτε εἶπε,
σὰν ποὺ στὸν κόσμο συνηθοῦν οἱ θεϊκοὶ οἱ ρηγάδες,
κι ἄλλο ἄξαφνα θνητὸ μισοῦν, ἄλλο θνητὸ ἀγαπᾶνε.
Ἐκεῖνος σὲ ἄντρα ὑβριστικὰ δὲ φέρθηκε ποτές του,
μὰ ἐσᾶς κι ὁ νοῦς σας φανερὸς καὶ τ' ἄπρεπά σας ἔργα, |
695 |
φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ ἐυεργέων." |
καὶ χάρη, ἂ σᾶς γενῆ καλό, κατόπι δὲν κρατᾶτε.” |
|
τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
"αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· |
Καὶ τότε ὁ πολυστόχαστος ὁ Μέδοντας τῆς εἶπε·
“Νά 'ταν αὐτό, βασίλισσα, τὸ πιὸ βαρὺ κακό μας·
μὰ ἕν' ἄλλο ἀκόμα πιὸ βαρὺ καὶ φοβερὸ οἱ μνηστῆρες
τὴν ὥρα αὐτὴ σκαρώνουνε, ποὺ ὁ Δίας νὰ τὸ χαλάση. |
700 |
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
οἴκαδε νισόμενον· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν." |
Πασκίζουν τὸν Τηλέμαχο στὸ γυρισμὸ νὰ κόψουν,
ποὺ νὰ ζητήση μίσεψε μαντάτα τοῦ γονιοῦ του,
στὴ θεία τὴ Λακεδαίμονα καὶ στὴν καλὴ τὴν Πύλο.” |
|
ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε |
Εἶπε, κι ἐκείνης κόπηκαν τὰ γόνατα, ἡ καρδιά της·
ὥρα πολλὴ τὴ γλῶσσα της ἀμιλησιὰ κρατοῦσε, |
705 |
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
"κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ᾽ ἁλὸς ἵπποι
ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν. |
τὰ μάτια δάκρυα γέμισαν, καὶ πιάστηκε ἡ φωνή της.
Τέλος αὐτὰ τοῦ μίλησε τὰ λόγια· “Κήρυκά μου,
τί μοῦ 'φυγε τ' ἀγόρι μου ; Δὲν εἶχε αὐτὸς ἀνάγκη
νὰ μπῆ στὰ πλοῖα τὰ γοργά, ποὺ γιὰ τοὺς ἄντρες εἶναι
σὰν ἄλογα τῆς θάλασσας, νὰ τοὺς πελαγοφέρνουν. |
710 |
ἦ ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;" |
Ἢ τάχατες μήτε ὄνομα στὴ γῆς νὰ μὴν τοῦ μείνη ;” |
|
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
"οὐκ οἶδ᾽ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν." |
Κι ὁ γνωστικὸς ὁ Μέδοντας ἀπολογήθη κι εἶπε.
“Δὲν ξέρω ἂν θεὸς τὸν κίνησε, γιὰ τοῦ 'ρθε ἀπὸ βουλή του,
νὰ πάη στὴν Πύλο, τοῦ γονιοῦ τὸ γυρισμὸ νὰ μάθη,
ἢ ἂν τελείωσε, ποιό στάθηκε τὸ τέλος του ν' ἀκοὐση.” |
715 |
ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.
τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
οἴκτρ᾽ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον |
Αὐτὰ σὰν εἶπε, γύρισε μὲς στοῦ Ὀδυσσέα τοὺς πύργους.
Κι ἐκείνη τὴν ψυχόδερνε καὶ τὴ βαροῦσε ὁ πόνος,
καὶ μήτε σ' ἕνα ἀπ' τὰ θρονιὰ δὲν μπόρειε νὰ καθίση,
παρὰ στοῦ καλοκάμωτου θαλάμου τὸ κατώφλι
κάθισε δάκρυα χύνοντας πικρά, κι οἱ παρακόρες, |
720 |
πᾶσαι, ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί. |
γριὲς καὶ νιὲς τοῦ παλατιοῦ, μαζί της σιγοκλαῖγαν. |
|
τῇς δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
"κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγε᾽ ἔδωκεν
ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο·
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
Κι ἐκείνη βαριοκλαίγοντας τοὺς εἶπε· “Ἀγαπημένες,
ἀκοῦτε· πιότερα δεινὰ μοῦ 'δωσ' ἐμένα ὁ Δίας
ἀπ' ὅλες ποὺ γεννήθηκαν καὶ ζήσανε μαζί μου.
Λαμπρὸ καὶ λιονταρόψυχο πρῶτα στερήθηκα ἄντρα, |
725 |
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
ἀκλέα ἐκ μεγάρων, οὐδ᾽ ὁρμηθέντος ἄκουσα.
σχέτλιαι, οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη |
μὲ μύρια μὲς στοὺς Δαναοὺς καμάρια στολισμένο,
ποὺ στὴν Ἑλλάδα ἡ δόξα του καὶ στ' Ἄργος ὅλο βγῆκε.
Τώρ' ἀπ' ἐδῶ μοῦ ἁρπάξανε οἱ ἀνέμοι καὶ τὸ γιό μου,
ἀνάκουστα, καὶ μίσεψε χωρὶς νὰ τόνε νιώσω.
Ἀπόνετες, ποὺ καμιανῆς δὲν πέρασε ἀπ' τὸ νοῦ σας |
730 |
ἐκ λεχέων μ᾽ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
ὁππότ᾽ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
τῷ κε μάλ᾽ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. |
νὰ μὲ ξυπνῆστε, ἂν καὶ καλὰ τὰ ξέρατε ἐσεῖς ὅλα,
τότες ποὺ μπῆκε στὸ βαθὺ καὶ μελανὸ καράβι,
Ἀν ἐγὼ τ' ἄκουα πὼς αὐτὸς ταξίδι μελετοῦσε,
θά 'μνησκε ἐδῶ, κι ἂς ἤτανε στὶς ξενιτειὲς ὁ νοῦς του·
ἀλλιῶς, νεκρὴ θὰ μ' ἄφηνε σ' αὐτὰ τὰ σπίτια μέσα. |
735 |
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
δμῶ᾽ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας |
Μὰ ἂς τρέξουν κι ἂς φωνάξουνε τὸ γέρο τὸ Δολίο,
ποὺ ὁ κύρης δοῦλο μοῦ 'δωσε πριχοῦ νὰ ρθῶ ἐδῶ πέρα,
καὶ μοῦ φυλάει τὸ σύδεντρο περβόλι· αὐτὸς νὰ σύρη
καὶ νὰ καθίση νὰ τὰ πῆ ἕνα ἕνα τοῦ Λαέρτη,
ἴσως κι ὁ νοῦς του στοχαστῆ, καὶ τότες βγῆ στὸν κόσμο |
740 |
ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο." |
καὶ σ' ὅλους παραπονεθῆ ποὺ βάλθηκαν κι ἐκείνου
καὶ τοῦ Ὀδυσσέα τοῦ ἰσόθεου τὸ γόνο ν' ἀφανίσουν.” |
|
τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
"νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. |
Κι ἡ Εὐρύκλεια ἡ παραμάνα της γυρνάει κι ἀπολογιέται·
“Καλὴ νυφούλα μου, ἔπαρε μαχαίρι νὰ μὲ κόψης,
γιά μὲς στὰ σπίτια σου ἄσε με· δὲ θὰ σοῦ κρύψω λόγο. |
745 |
ᾔδε᾽ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,
σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
ἢ σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. |
Τὰ γνώριζα ὅλα, κι ὅ,τι αὐτὸς μοῦ πρόσταξε, ἔδωκά του,
καὶ στάρι καὶ γλυκὸ κρασί· μὰ μέγα μοῦ 'βαλε ὅρκο
δώδεκα μέρες πρὶ γενοῦν νὰ μὴν τὸ ξεστομίσω,
ἢ πρὶν ἐσὺ ποθήσης τον καὶ μάθης το πὼς λείπει,
γιὰ νὰ μὴν κλαῖς καὶ μᾶς χαλνᾶς τὴν ὥρια σου τὴν ὄψη. |
750 |
ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
εὔχε᾽ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω |
Μὰ σὰ λουστῆς καῖ καθαρὰ σὰ ντύσης τὸ κορμί σου,
καὶ μὲ τὶς βάγιες σου ἀνεβῆς στ' ἀνώγι, προσευκήσου
στοῦ Δία τοῦ αἰγιδόσκεπου τὴν κόρη τὴν Παλλάδα,
τὶ ἐκείνη κι ἀπὸ θάνατο μπορεῖ νὰ τόνε σώση.
Τοῦ δόλιου γέρου βάσανα καινούργια μὴν τοῦ δίνης· |
755 |
πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
ἔχθεσθ᾽, ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
δώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς." |
θαρρῶ πὼς δὲν τ' ὀχτρεύουνται οἱ ἀθάνατοι τὸ γένος
τοῦ γιοῦ τοῦ Ἀρκείσιου· πάντα δὰ κάποιος θὰ μείνη νά 'χη
τὰ σπίτια τ' ἁψηλόχτιστα καὶ τὰ παχιὰ χωράφια.” |
|
ὣς φάτο, τῆς δ᾽ εὔνησε γόον, σχέθε δ᾽ ὄσσε γόοιο.
ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα |
Εἶπε, κι ἐκείνη μέρωσε, τῆς στέγνωσαν τὰ μάτια,
καὶ λούστηκε, καὶ φόρεσε καθάρια τὸ κορμί της, |
760 |
εἰς ὑπερῷ᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέῳ, ἠρᾶτο δ᾽ Ἀθήνῃ· |
κι ἀντάμα μὲ τὶς βάγιες της ἀνέβηκε στ' ἀνώγι,
καὶ στὸ πανέρι βάζοντας κριθάρι, προσευκιέται· |
|
"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί᾽ ἔκηε, |
“Ἄκου με, τοῦ αἰγιδόσκεπου τοῦ Δία τρανὴ κόρη·
ἂν ὁ πολύβουλος ποτὲ Ὀδυσσέας στ' ἀρχοντικά του
ξυγγάτα σοῦ 'ψησε μεριὰ βοδιῶνε καὶ προβάτων, |
765 |
τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας." |
αὐτὰ τώρα θυμήσου τα, καὶ σῶσε τ' ἀκριβό μου,
καὶ φύλαξέ τον ἀπ' ἐχτροὺς ἀπόκοτους καὶ μαύρους.” |
|
ὣς εἰποῦσ᾽ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
Αὐτὰ εἶπε, καὶ ξεφώνισε· κι ἡ θεὰ τὴ συνακούγει.
Μὰ οἱ ἄλλοι στὰ βαθιόσκιωτα παλάτια ἀχλολοοῦσαν,
κι ἀπὸ τοὺς ξεπαρμένους νιοὺς ἕνας αὐτὰ λαλοῦσε· |
770 |
"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται." |
“Τὸ γάμο ἡ πολυγύρευτη βασίλισσα σκαρώνει,
τὴ μοῖρα ὅμως τοῦ γιόκα της δὲν τὴ φαντάστη ἀκόμα.” |
|
"ὣς ἄρα τις εἴπεσκε, τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε· |
Αὐτὰ εἶπε, καὶ τί γίνουνταν, κι αὐτοὶ δὲ φανταζόνταν.
Ὁ Ἀντίνος τότες μίλησε κι αὐτὰ στοὺς ἄλλους εἶπε· |
|
"δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε |
“Γιὰ ἀφῆστε τα, καλότυχοι, τὰ λόγια τὰ μεγάλα, |
775 |
πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
ἀλλ᾽ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν." |
μιὰ καὶ καλή, μὴ μέσαθε κανένας τὰ προφτάξη.
Μόνε ἂς σκωθοῦμε σιγανά, κι ἂς βάλουμε σὲ δρόμο
αὐτὸ ποὺ βουλευτήκαμε στὸ λογισμό μας μέσα.” |
|
ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,
βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. |
Αὐτὰ εἶπε, καὶ διαλέξανε μιὰ εἰκοσαριὰ λεβέντες,
καὶ στ' ἀκρογιάλι κίνησαν, πρὸς τὸ γοργὸ καράβι. |
780 |
νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
πάντα κατὰ μοῖραν, ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν·
τεύχεα δέ σφ᾽ ἤνεικαν ὑπέρθυμοι θεράποντες. |
Ἀπ' ὅλα πρῶτα τράβηξαν τὸ πλοῖο κατὰ τὰ βάθια,
καὶ τὸ κατάρτι στήσανε καὶ τὰ πανιά του ἀπάνω,
καὶ τὰ κουπιά τους στοὺς σκαρμοὺς μὲ τὰ λουριὰ τροπῶσαν,
ὅλα σωστά· τὰ ὁλόασπρα πανιὰ κατόπι ἀνοῖξαν,
καὶ τ' ἄρματα τοὺς φέρανε τὰ πρόθυμα κοπέλια. |
785 |
ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί·
ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν. |
Ἀράζουνε πρὸς τὸ γιαλὸ τὸ πλοῖο, κι ὄξω βγαίνουν
ἐκεῖ δειπνήσανε, νὰ ρθῆ προσμένοντας τὸ βράδυ. |
|
ἡ δ᾽ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
κεῖτ᾽ ἄρ᾽ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
ὁρμαίνουσ᾽ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, |
Ὡς τόσο κοίτεται ἡ καλὴ στ' ἀνώγι ἡ Πηνελόπη
χωρὶς θροφή, χωρὶς πιοτό, καὶ μόνη συλλογιέται
ὁ γιὸς ὁ παινεμένος της τὸ χάρο ἂν θὰ ξεφύγη, |
790 |
ἦ ὅ γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. |
ἢ θὰ τοῦ φᾶν οἱ ἀπόκοτοι μνηστῆρες τὴ ζωή του.
Κι ὅσο λιοντάρι σκιάζεται σὲ πλῆθος μέσα ἀνθρώπων,
τριγύρω του σὰ μαζευτοῦν παγίδα νὰ τοῦ στήσουν,
τόσο κι ἐκείνη σάστιζε ὥσπου τὴν πῆρε ὁ ὕπνος·
καὶ πλαγιασμένη ἀπόμεινε καὶ λύθηκαν οἱ ἁρμοί της. |
|
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
εἴδωλον ποίησε, δέμας δ᾽ ἤικτο γυναικί,
Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο, |
Τότες αὐτὸ σοφίστηκε ἡ θεὰ ἡ γαλανομάτα·
φάντασμα φτιάνει ποὺ ἔμοιαζε ἡ μορφή του μὲ γυναίκα,
τοῦ Ἰκάριου τοῦ τρανόψυχου τὴ θυγατέρα Ἰφτίμη,
ποὺ ὁ Εὔμηλος ἀπ' τὶς Φερὲς τὴν εἶχε σύγκλινή του.
Καὶ στέλνει το στοῦ θεϊκοῦ Ὀδυσσέα τὸ παλάτι, |
800 |
ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· |
τὴν Πηνελόπη ποὺ ἔκλαιγε καὶ μοιρολόγα νά 'βρη,
καὶ νὰ τῆς πάψη τοὺς κλαμούς, τὰ δάκρυα νὰ τῆς κόψη.
Δίπλα ἀπ' τοῦ σύρτη τὸ λουρὶ στὸ θάλαμό της μπαίνει,
καὶ στέκετ' ἀποπάνω της κι αὐτὰ τῆς συντυχαίνει. |
|
"εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; |
“Κοιμᾶσαι, Πηνελόπη μου, μὲ τὴν καρδιὰ θλιμμένη; |
805 |
οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
κλαίειν οὐδ᾽ ἀκάχησθαι, ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι." |
Δὲ θὲν ἐσὺ νὰ δέρνεσαι οἱ θεοὶ ποὺ καλοζοῦνε,
καὶ νὰ καρδιοπονᾶς· θᾶ ρθῆ στὸ Θιάκι πάλε ὁ γιός σου,
τὶ φταίξιμο δὲν ἔκαμε στοὺς θεοὺς ποτὲς ἐκεῖνος.” |
|
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν· |
Κι ἡ Πηνελόπη ἡ φρόνιμη γυρνάει κι ἀπολογιέται,
γλυκὰ λαφροκοιμάμενη στὶς θύρες τῶν ὀνείρων· |
810 |
"τίπτε, κασιγνήτη, δεῦρ᾽ ἤλυθες; οὔ τι πάρος γε
πωλέ᾽, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάων
πολλέων, αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
“Τ' ἦρθες ἐδῶ, ἀδερφούλα μου; δὲ σ' ἔβλεπα ἄλλοτές μου,
τὶ ἡ κατοικιά σου εἶναι πολὺ μακριὰ ἀπ' ἐδῶ, στὰ ξένα·
μοῦ λὲς νὰ πάψω τοὺς καημοὺς καὶ τοὺς πολλοὺς μου πόνους,
ποὺ μοῦ ταράζουν τὴν ψυχὴ καὶ τὴν καρδιά μου καῖνε·
λαμπρὸ καὶ λιονταρόκαρδο νὰ χάσω, λέει, πρῶτα ἄντρα |
815 |
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος·
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· |
μὲ μύρια μὲς στοὺς Δαναοὺς καμάρια στολισμένο,
ποὺ στὴν Ἑλλάδα ἡ δόξα του καὶ στ' Ἄργος ὅλο βγῆκε,
καὶ τώρα ὁ γιόκας μου νὰ βγῆ μὲ κουφωτὸ καράβι,
πού 'ναι ἄμαθος ὁ καψερὸς ἀπὸ ἔργατα καὶ λόγια.
Γιὰ ἐτοῦτον κι ἐγὼ πιότερο θρηνῶ παρὰ γιὰ κεῖνον, |
820 |
τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν᾽ οἴχεται, ἢ ἐνὶ πόντῳ·
δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι." |
γιὰ ἐτούτονε καρδιοχτυπῶ καὶ τρέμω νὰ μὴν πάθη,
γιά μὲς στοὺς κόσμους ποὺ περνάει, γιά στὰ πελάγη μέσα·
γιατὶ πολλοὶ ἀπὸ ἔχτρητα γυρεύουνε μὲ τέχνες
πρὶ νὰ γυρίση σπίτι του νὰ πάρουν τὴ ζωή του”. |
|
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· |
Καὶ τὸ θαμπὸ τὸ φάντασμα τῆς ἀπαντάει καὶ λέει· |
825 |
"θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται, ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
Παλλὰς Ἀθηναίη· σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει·
ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι." |
“Θάρρος, μὴν ἔχης φόβο ἐσὺ στὰ σωθικά σου μέσα·
εἶναι μαζί του φύλακας, ποὺ κι ἄλλοι ἀποθυμοῦσαν
— γιατὶ ἔχει δύναμη πολλὴ — νὰ παραστέκεταί τους·
εἶν' ἡ Παλλάδα ἡ Ἀθηνᾶ, ποὺ νιώθει τὸν καημό σου,
κι ὡς ἐδῶ πέρα μ' ἔστειλε μ' αὐτὸ τὸ μήνυμα της.” |
830 |
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι." |
Κι ἡ Πηνελόπη ἡ φρόνιμη γυρνάει κι ἀπολογιέται.
“Ἀν εἶσαι θεὸς κι ἀπὸ θεὸ τὰ ὅσα λὲς κατέχης,
λέγε μου καὶ γιὰ ἐκείνονε τὸ βαριορίζικό μου,
ἂν εἶναι ἀκόμα ζωντανός, τοῦ ἥλιου τὸ φῶς ἂ βλέπη,
ἢ ἀπέθανε, καὶ βρίσκεται μὲς στοῦ Ἅδη τὰ λημέρια.” |
835 |
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δ᾽ ἀνεμώλια βάζειν." |
Καὶ τὸ θαμπὸ τὸ φάντασμα τῆς ἀπαντάει καὶ λέει·
“Γιὰ ἐκείνονε δὲ γίνεται ν' ἀνοίξω λόγο τώρα,
ἂ ζῆ νὰ πῶ ἢ ἀπέθανε, γιατὶ τοῦ κάκου θά 'ναι.” |
|
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
ἐς πνοιὰς ἀνέμων. ἡ δ᾽ ἐξ ὕπνου ἀνόρουσε |
Εἶπε, καὶ χάθη φεύγοντας ἀνάμεσ' ἀπ' τὸ σύρτη,
καὶ σκόρπισε στὸν ἄνεμο. Καὶ τοῦ Ἰκάριου ἡ κόρη |
840 |
κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. |
ξυπνάει μ' ἀνάλαφρη καρδιά, ποὺ καθαρὰ τῆς ἦρθε
στὸν ὕπνο της τέτοιο ὄνειρο στ' ἀρχίνημα τῆς νύχτας. |
|
μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, |
Στὸ πλοῖο ὡς τόσο ἀνέβηκαν, καὶ σῦραν οἱ μνηστῆρες
στὰ πέλαα, τοῦ Τηλέμαχου τὸ τέλος μελετώντας.
Κι εἶναι στῆς θάλασσας ἐκεῖ τὴ μέση πετρονήσι, |
845 |
μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἀστερίς, οὐ μεγάλη· λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῇ
ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί. |
ποὺ πέφτει ἀνάμεσα Θιακιοῦ καὶ τῆς ξερῆς τῆς Σάμης,
ὄχι μεγάλο, ἡ Ἀστερή, μὲ βολικὰ λιμάνια,
καὶ δυὸ μπασιές, ποὺ οἱ Ἀχαιοὶ τοῦ στήσανε καρτέρι. |