<< Ραψωδία μ [ Εἰσαγωγή ] Ραψωδία ξ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία ν
Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων.
Ὀδυσσέως ἄφιξις εἰς Ἰθάκην.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
     Αὐτὰ τοὺς εἶπε, κι ὅλοι τους σωπαίνανε ὀμπροστά του,
δεμένοι ἀπὸ τὸ μάγιο του μὲς στὰ ἰσκιερὰ παλάτια.
Τότες ἀπολογιέται του ὁ Ἀλκίνος καὶ τοῦ κρένει·
  "ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,      “Μιὰς κι ἦρθες στὰ χαλκόστρωτα καὶ στ' ἁψηλά μου σπίτια,
5 ὑψερεφές, τῷ σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
ὑμέων δ᾽ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
αἰεὶ πίνετ᾽ ἐμοῖσιν, ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.
θαρρῶ πὼς δὲ θὰ πλανεθῆς, Δυσσέα, στὸ γυρισμό σου,
μόνε ὅσα πρὶν κι ἂν ἔπαθες, στὸν τόπο σου θὰ φτάσης.
Καὶ στὸν καθέναν ἀπὸ σᾶς ποὺ μέσα στὸ παλάτι
τὸ διαλεχτό μου πίνετε κρασὶ καὶ τὸ φλογάτο,
καὶ τὰ τραγούδια χαίρεστε, νά, τὶ θὰ πῶ, κι ἀκοῦτε.
10 εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δῶρ᾽, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν·
ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάς· ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
Μέσα στὸ λαμπροκάμωτο σεντούκι 'ναι τὰ ροῦχα,
τὸ δουλεμένο μάλαμα καὶ τὰ φιλέματα ὅλα,
ποὺ ἐδῶ τοῦ ξένου φέρανε οἱ ἀρχόντοι τῶ Φαιάκων·
τώρα μεγάλο τρίποδα ἂς τοῦ βροῦμε καὶ λεβέτι
καθένας μας κατόπι ἐμεῖς συνάζουμε ἀπ' τὸ δῆμο·
15 τισόμεθ᾽· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι." τὶ εἶναι βαρὺ ἀπ' ἐλόγου του νὰ δίνη ἕνας μονάχος.”
ὣς ἔφατ᾽ Ἀλκίνοος, τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆάδ᾽ ἐπεσσεύοντο, φέρον δ᾽ εὐήνορα χαλκόν.
     Εἶπε ὁ Ἀλκίνος, κι ἄρεσαν τὰ λόγια του στοὺς ἄλλους.
Καθένας τότες κίνησε στὸ σπίτι νὰ πλαγιάση.
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
καὶ μὲ τὸ στέριο χάλκωμα πᾶνε γιὰ τὸ καράβι.
20 καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν᾽ ἑταίρων
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.
οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.
Ἴδιος του μπῆκε ὁ ἀντρόκαρδος ὁ Ἀλκίνος στὸ καράβι,
καὶ μέσα τὰ καλόθεσε στοὺς πάγκους ἀποκάτου,
νὰ μὴ σκοντάβουν σὰν τραβᾶν κουπὶ τὰ παλληκάρια.
Κι ἐκεῖνοι πῆγαν νὰ χαροῦν τοῦ Ἀλκίνου τὸ γιορτάσι.
  τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο      Καὶ βόδι αὐτὸς τοὺς ἔσφαξε, θυσία στὸ γιὸ τοῦ Κρόνου,
25 Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
τὸ Δία τὸ μαυρονέφελο, πού 'ναι ὅλων βασιλέας.
Καὶ τὰ μεριὰ σὰν ἔκαψαν, στὸ θεόλαμπρο τραπέζι
φραινόνταν· καὶ τραγούδα τους ὁ κοσμοτιμημένος
καὶ θεϊκὸς τραγουδιστὴς Δημόδοκος. Ὡς τόσο
συχνὰ στὸν ἥλιο γύριζε τὴν κεφαλὴ ὁ Δυσσέας,
30 δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
ἀσπασίως δ᾽ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ᾽ ἰόντι·
τὸ γέρμα λαχταρίζοντας, καὶ γυρισμὸ ποθώντας.
Καὶ σὰν ποὺ δεῖπνο ὀρέγεται ὁ ἀργάτης ποὺ ὁλημέρα
τὰ μαῦρα βόδια τοῦ 'σερναν τὸ ἀλέτρι στὰ χωράφια,
καὶ βλέπει μὲ χαρὰ τὸ φῶς τοῦ ἥλιου νὰ βασιλεύη,
καὶ στὸ φαγὶ πηγαίνοντας τὰ γόνατά του τρέμουν,
35 ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
τέτοια χαρά 'φερε τοῦ ἥλιου τὸ γέρμα στὸ Δυσσέα.
Καὶ γλήγορα στοὺς Φαίακες ποὺ τὸ κουπὶ ἀγαπᾶνε,
μὰ στὸν Ἀλκίνο ξέχωρα, μίλησε τότες κι εἶπε·
"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ᾽ αὐτοί·
     “Ἀλκίνο, πρῶτε βασιλιά, καὶ τῶ λαῶν καμάρι,
κάμετε στάξες, στεῖλτε με μὲ τὸ καλό, καὶ γειά σας.
40 ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν· ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
Τὶ τώρα πιὰ τελέστηκαν ὅσα ἤθελε ἡ καρδιά μου,
ταξίδι καὶ χαρίσματα, ποὺ οἱ θεοὶ νὰ τὰ βλογᾶνε,
νὰ ξαναβρῶ τὸ σπίτι μου καὶ τὴν καλὴ γυναίκα,
καὶ νὰ γυρίσω ἀνάμεσα στοὺς ἀκριβούς μου φίλους.
Κι ἐσεῖς ποὺ ἐδῶ ἀπομνήσκετε, νά 'στε ἡ χαρὰ γιὰ πάντα
45 κουριδίας καὶ τέκνα· θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη."
τῶ γυναικῶν καὶ τέκνω σας, κι οἱ θεοὶ νὰ σᾶς φυλᾶνε,
καὶ συφορὲς ἡ χώρα σας ποτὲς νὰ μὴ γνωρίση.”
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
     Αὐτὰ εἶπε, καὶ τὰ λόγια του καλοδεχτῆκαν ὅλοι,
κι εἶπαν ὁ ξένος νὰ σταλῆ, γιατὶ σωστὰ μιλοῦσε.
Καὶ λάλησε τοῦ κήρυκα ὁ ἀντρόψυχος ὁ Ἀλκίνος·
50 "Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν."
     “Σμίξε, Ποντόνε, τὸ κρασὶ καὶ μοίρασέ το σὲ ὅλους·
μὲς στὸ παλάτι, προσευκὲς νὰ κάμουμε τοῦ Δία,
κι ἀπὲ νὰ προβοδήσουμε τὸν ξένο στὸ νησί του.”
ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
     Εἶπε, καὶ πρόσγλυκο κρασὶ τοὺς ἔσμιξε ὁ Ποντόνος,
καὶ σ' ὅλους γύρω μοίρασε· κι ἐκεῖνοι ἀπὸ τὶς ἕδρες
55 ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
στοὺς τρισμακάριστους θεοὺς πού 'ναι στὰ οὔράνια, στάξαν.
Τότες σηκώθηκε ὁ τρανὸς Δυσσέας, στῆς Ἀρήτης
τὰ χέρια τὸ διπλόκουπο παράδωσε ποτήρι,
καὶ λάλησε της κι εἶπε της μὲ φτερωμένα λόγια·
  "χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας      “Γειά σου, χαρά σου ὁλοζωῆς, βασίλισσα, ὥσπου νά 'ρθουν
60 ἔλθῃ καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.
αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ."
τὰ γερατειὰ κι ὁ θάνατος, ποὺ τοὺς θνητοὺς προσμένουν·
μισεύω τώρα, κι εὔκουμαι νὰ χαίρεσαι ἐδῶ μέσα
τὰ τέκνα σου καὶ τὸ λαὸ καὶ τὸ γενναῖο Ἀλκίνο.”
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
     Εἶπε, καὶ διάβηκε ὁ λαμπρὸς Δυσσέας τὸ κατώφλι,
καὶ κήρυκα ὁ ἀντρόκαρδος ὁ Ἀλκίνος στέλνει ὀμπρός του,
65 ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν·
ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
νὰ τόνε φέρη στὸ γιαλὸ πρὸς τὸ γοργὸ καράβι·
κι ἡ Ἀρήτη δοῦλες τοῦ 'βαλε νὰ τόνε συνοδέψουν.
Σκουτὶ καλοπλυμένο ἡ μιὰ σηκώνει καὶ χιτώνα,
ἄλλη σεντούκι κουβαλάει καλόφτιαστο, καὶ τρίτη
μὲ τὸ κρασὶ τὸ κόκκινο καὶ μὲ θροφή ἀκλουθοῦσε.
70 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
     Καὶ στὸ γιαλὸ σὰ φτάσανε, καὶ στὸ καράβι μπῆκαν,
τὰ παλληκάρια οἱ προβοδοὶ στὸ κουφωτὸ καράβι
πῆραν καὶ βάλαν τὰ πιοτὰ καὶ τὶς προμήθειες ὅλες·
καὶ τοῦ Ὀδυσσέα στρώσανε βελέντζα καὶ σεντόνι
στοῦ καραβιοῦ τὸ κάσαρο, γιὰ νὰ γλυκοκοιμᾶται
75 πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῖσιν ἕκαστοι
κόσμῳ, πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.
εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
στὴν πρύμη· αὐτὸς ἀνέβηκε καὶ πλάγιασ' ἐκεῖ τότες
σιωπώντας· κι αὐτοὶ κάθισαν ἀραδιαστοὶ στοὺς πάγκους,
καὶ τὸ παράγγι ξέλυσαν ἀπὸ τὴν τρύπια δέστρα.
Καὶ πίσω καθὼς γέρνανε καὶ τὰ νερὰ σκορποῦσαν,
ὕπνος βαρὺς κατέβαινε πὰς στὰ ματόφυλλά του,
80 νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
ἡ δ᾽, ὥς τ᾽ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ᾽ ὄπισθε
βαθὺς περίσσια καὶ γλυκός, μὲ θάνατο παρόμοιος.
Σὰν ποὺ σὲ κάμπο ἀλόγατα τετράζυγα βαρβάτα
στοῦ μαστιγιοῦ τὸ χτύπημα μαζὶ χουμίζουν ὅλα,
κι ἀναπηδώντας ἁψηλὰ μεγάλο δρόμο κόβουν,
ἔτσι κι ἡ πλώρη ἀνέβαινε τοῦ ψήλου, κι ἀποπίσω
85 πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
ἡ δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,
ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα·
τοῦ πολυτάραχου γιαλοῦ τὸ κῦμα ἀφρομανοῦσε.
Κι ἔτρεχ' ἐκεῖνο μιὰ χαρὰ, ποὺ μήτε κιρκινέζι,
τὸ πιὸ γοργὸ πετάμενο, θὰ μπόρειε νὰ τὸ φτάξη
Μὲ τέτοια φόρα διάβαινε στὶς θάλασσες ἀπάνω,
φέρνοντας ἄντρα μὲ θεοὺς παρόμοιο στὴ σοφία,
90 ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
δὴ τότε γ᾽ ἀτρέμας εὗδε, λελασμένος ὅσσ᾽ ἐπεπόνθει.
ποὺ ἀρίθμητα ἄλλοτες δεινὰ κι ἂν ἔπαθε ἡ ψυχή του,
σὲ ἀντρῶν πολέμους καὶ φριχτὰ ταξίδια τοῦ πελάγου,
τώρα κοιμόταν ἥσυχα, τὰ πάθια του ξεχνώντας.
εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
     Σὰν πρόβαλε τὸ φωτερὸ τ' ἀστέρι ποὺ στὰ οὐράνια
τῆς νυχτογέννητης αὐγῆς πρωτομηνάει τὴ φέξη,
95 τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. τὸ πλοῖο τὸ πελαγόδρομο ζύγωνε πιὰ στὸ Θιάκι.
Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
     Βρίσκετ' ἐκεῖ τοῦ Φόρκυνα, τοῦ πελαγήσου γέρου,
κάποιο λιμάνι, καὶ σ' αὐτὸ δυὸ κάβοι ποὺ προβάλλουν,
βραχόσπαρτοι, πρὸς τὴν μπασιὰ τοῦ λιμανιοῦ συγκλίνουν,
κι ὄξω κρατοῦν τὰ κύματα ποὺ οἱ τρικυμιὲς σηκώνουν·
100 ἔκτοθεν· ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσι
νῆες ἐΰσσελμοι, ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
μὰ μέσα τὰ καλόφτιαστα συχάζουνε καράβια,
δίχως δεσίματα, ἅμα μποῦν καὶ βροῦνε ἀραξοβόλι.
Εἶναι κι ἐλιὰ μακρόφυλλη βαθιὰ μὲς στὸ λιμάνι·
καὶ δίπλα της ἀχνόθαμπη σπηλιὰ χαριτωμένη,
ἱερὸ λημέρι τῶν Νυφῶν ποὺ λέγουνται Ναϊάδες.
105 ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
λάϊνοι· ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
φάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
Κροντήρια καὶ διπλόχερες λαγῆνες ἐκεῖ βρίσκεις,
ποὺ τὰ μελίσσια μέσα τους πηγαίνουν καὶ φωλιάζουν.
Εἶναι καὶ πέτρινοι ἀργαλειοὶ περίτρανοι, ποὺ οἱ Νύφες
φαίνουν σκουτιὰ πορφυρωτὰ ποὺ βλέπεις καὶ θαμάζεις.
Ἔχει κι ἀστείρευτα νερά, καὶ θύρες δυό· μιὰ θύρα
110 αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
ἄνδρες ἐσέρχονται, ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.
πρὸς τὸ Βοριὰ ποὺ δύνουνται ν' αὐλίζουνται καὶ ἀνθρῶποι,
κι ἡ ἄλλη, θεϊκιά, πρὸς τὸ Νοτιά, ποὺ ἀνθρῶποι δὲν περνᾶνε,
μόνε εἶναι τῶν ἀθάνατων ἡ θύρα ἐκείνη δρόμος.
ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
ἠπείρῳ ἐπέκελσεν, ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης,
     Αὐτὰ ἀπὸ πρὶν γνωρίζοντας μπῆκαν ἐκεῖ ν' ἀράξουν,
καὶ τὸ καράβι στὴ στεριὰ ἔξω ἔπεσε ὡς τὴ μέση·
115 σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων·
οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
μὲ τέτοια ὁρμὴ τὸ σπρώχνανε στὰ ὀμπρὸς οἱ λαμνοκόποι.
Καὶ στὴ στεριὰ σὰ βγήκανε ἀπ' τὸ γερὸ καράβι,
πρῶτ' ἀπ' τὸ πλοῖο τὸ κουφωτὸ τὸν Ὀδυσσέα σηκῶσαν·
μὲ τὸ σεντόνι τὸ λινὸ καὶ τὸ λαμπρὸ στρωσίδι
στὴν ἀμμουδιὰ τὸν ἔθεσαν καθὼς βαριοκοιμόταν,
120 ἐκ δὲ κτήματ᾽ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
ὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκαν
ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
κι ὕστερα βγάλαν τὰ καλὰ ποὺ οἱ Φαίακες τοῦ δῶκαν
ποὺ ἐρχόταν μὲ τῆς Ἀθηνᾶς τὴ χάρη στὴ πατρίδα.
Τά 'θεσαν ὅλα στῆς ἐλιᾶς τὴ ρίζα σωριασμένα,
ὄξω ἀπ' τὸ δρόμο, μὴν τὰ δῆ περαστικὸς κανένας,
καὶ πάη καὶ τὰ πειράξη πρὶν ξυπνήση ὁ Ὀδυσσέας.
125 αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον. οὐδ᾽ ἐνοσίχθων
λήθετ᾽ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
πρῶτον ἐπηπείλησε, Διὸς δ᾽ ἐξείρετο βουλήν·
Κι αὐτοὶ ξαναγυρίζανε στὸν τόπο τους. Μὰ ὁ Σείστης
δὲν ξέχναε τὶς φοβέρες του στο θεϊκὸ Ὀδυσσέα,
καὶ πῆγε τοῦ Δία στὸν Ὄλυμπο τὴ γνώμη νὰ ρωτήξη·
"Ζεῦ πάτερ, οὐκέτ᾽ ἐγώ γε μετ᾽ ἀθανάτοισι θεοῖσι
τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
     “ Δία πατέρα, ἐγὼ τιμὴ δὲ θά 'χω πιὰ καὶ δόξα
μὲς στοὺς θνητούς, μιὰς καὶ θνητοὶ δὲ μὲ τιμοῦν ἐμένα,
130 Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόντα
οἴκαδ᾽ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρων
πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
οἱ Φαίακες δά, ποὺ λέγουνται κι ἀπόγονοι δικοί μου.
Γιὰ τὸ Δυσσέα τὸ εἶπα ἐγὼ πὼς στὴν πατρίδα θά 'ρθη,
πολλὰ σὰν πάθη· γυρισμὸ νὰ τοῦ ἀρνηθῶ ποτές μου
δὲ θέλησα, τὶ τό 'ταξες ἐσὺ πὼς θὰ γυρίση.
Καὶ τώρα αὐτοὶ τὸν πέρασαν μὲ τὸ γοργὸ καράβι
135 κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,
πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν."
καθὼς βαθιοκοιμότανε, τὸν ἔβγαλαν στὸ Θιάκι,
καὶ τοῦ 'δωκαν ἀρίφνητα χαρίσματα, χρυσάφι,
χαλκὸ καὶ δουλευτὰ σκουτιά, ποὺ τόσα κι ἀπ' τὴν Τροία
δὲ θά 'φερνε ἂν ἐρχότανε ἀποκεῖθε δίχως βλάβη,
μὲ τὸ σωστὸ μερίδιο του ἀπὸ λάφυρα γυρνώντας.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·      Κι ὁ Δίας τοῦ ἀποκρένεται ὁ συννεφομαζώχτης·
140 "ὢ πόποι, ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.
οὔ τί σ᾽ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
οὔ τι τίει. σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
“Σείστη, μεγαλοδύναμε, τὶ λόγο πῆγες κι εἶπες ;
Δὲ σ' ἀψηφοῦν οἱ ἀθάνατοι· καὶ πῶς θ' ἀποκοτοῦσαν
ἐσένα τὸ μεγάλο τους καὶ πρῶτο ν' ἀψηφήσουν ;
Κι ἂν ἄντρας κάποιος δυνατὸς κι ἀπόκοτος θελήση
νὰ σὲ προσβάλη, ἐσὺ μπορεῖς νὰ γδικιωθῆς κατόπι.
145 ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ." Κάμε ὅπως θέλεις, καὶ καθὼς καλὸ τὸ κρίνει ὁ νοῦς σου.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
"αἶψά κ᾽ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.
νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
     Κι αὐτὰ τοῦ ἀπολογήθηκε ὁ σείστης Ποσειδώνας·
“Μεμιάς, ὦ μαυροσύννεφε, θά 'κανα αὐτὸ ποὺ κρένεις,
μὰ πάντα τὸ θυμό σου ἐγὼ φοβᾶμαι κι ἀποφεύγω.
Καὶ τώρα θέλω τ' ὄμορφο καράβι τῶν Φαιάκων
150 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
ῥαῖσαι, ἵν᾽ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."
ποὺ θά 'ρθη ἀπὸ προβόδωμα στὰ θαμπερὰ πελάγη,
νὰ σπάσω καὶ στὴ χώρα τους βουνὸ νὰ ρίξω γύρω,
νὰ πάψουν καὶ νὰ μὴ μποροῦν νὰ προβοδοῦν ἀνθρώπους.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
"ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
     Κι ὁ Δίας τοῦ ἀποκρένεται ὁ συννεφομαζώχτης·
“Αὐτὸ θαρρῶ καλύτερο μέσα στὸ νοῦ μου, ὦ φίλε·
155 ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."
ὅλοι ἀπ' τὴ χώρα σὰ θωροῦν τὸ πλοῖο ν' ἀρμενίζη,
ἐσὺ ἀποδίπλα στὴ στεριὰ βράχο νὰ τὸ πετρώσης,
νὰ μοιάζη σὰν πλεούμενο, καὶ νὰ θαυμάζουνται ὅλοι·
καὶ μὲ τρανὸ τὴ χώρα τους βουνὸ νὰ τριγυρίξης. ”
  αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,      Αὐτὸ ἀπ' τὸ Δία σὰν ἄκουσε τοῦ κόσμου ὁ μέγας σείστης
160 βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
ἔνθ᾽ ἔμεν᾽· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,
ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
πρὸς τὴ Σκερία ξεκίνησε, τὸν τόπο τῶν Φαιάκων,
καὶ στάθηκε· σὰν πρόβαλε τ' ἀνάφρυδο καράβι
στὸ κῦμα γοργολάμνοντας, ζυγώνει ὁ Ποσειδώνας,
μὲ τήν παλάμη τὸ βαράει, στὰ βάθια τὸ ριζώνει,
πέτρα τὸ κάνει, ξεκινάει καὶ χάνεται ἀποκεῖθε.
165 οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
     Κι οἱ Φαίακες οἱ μακρόλαμνοι κι οἱ θαλασσακουσμένοι
μὲ λόγια τότες φτερωτὰ μιλοῦσαν μεταξύ τους,
κι ἕνας τους γύρναε κι ἔλεγε τοῦ διπλανοῦ του ἐτοῦτα·
"ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ᾽ ἐνὶ πόντῳ
οἴκαδ᾽ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα."
     “Ἀλλοίς, καὶ ποιός μᾶς ἔδεσε στὰ πέλαγα τὸ πλοῖο,
στὴ χώρα καθὼς γύριζε κι ὁλόβολο φαινόταν ; ”
  ὣς ἄρα τις εἴπεσκε· τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.      Αὐτὰ εἶπε καὶ τὶ γένηκε δὲ γνώριζε κανείς τους.
170 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· Κι ὁ Ἀλκίνος τότε ὁ βασιλιὰς ξαγόρεψέ τους κι εἶπε·
"ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει
πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
     “ Γιὰ δῆτε πῶς οἱ παλαιϊκὲς μᾶς βγαίνουν προφητεῖες
τοῦ κύρη μου, σὰν ἔλεγε πὼς μᾶς φτονοῦσε ὁ Σείστης,
ποὺ ὅλους ἐμεῖς ἀπείραχτοι στὴ γῆς τους προβοδᾶμε,
175 φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
ῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
ὣς ἀγόρευ᾽ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
κι εἶπε πὼς κάποιο Φαιακινὸ καλόφτιαστο καράβι
ποὺ θά 'ρθη ἀπὸ προβόδημα στὰ θαμπερὰ πελάγη,
θὰ σπάση καὶ στὴ χώρα μας βουνὸ θὰ ρίξη γύρω.
Αὐτὰ εἶπε τότε ὁ γέροντας, καὶ σήμερα τελιοῦνται.
Μὰ ἐλᾶτε τώρα, κι ὅ,τι πῶ νὰ τὸ καλοδεχτοῦμε·
180 πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσῃ,
μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ."
μὴν προβοδᾶτε πιὰ θνητό, σὰν ἔρχεται κανένας
στὴ χώρα μας· κι ἂς σφάξουμε τοῦ Ποσειδώνα τώρα
δώδεκα ταύρους διαλεχτούς, ἴσως καὶ σπλαχνιστῆ μας,
καὶ μὲ τρανὸ τὴ χώρα μας βουνὸ δὲν τριγυρίξη.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.      Εἶπε, κι αὐτοὶ φοβήθηκαν, καὶ τοίμασαν τοὺς ταύρους.
185 ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτι
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ἑσταότες περὶ βωμόν. ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺς
εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
Καὶ τότες προσευκήθηκαν στὸ ρήγα Ποσειδώνα
οἱ ἀφέντηδες κι οἱ προεστοὶ τῆς χώρας τῶ Φαιάκων,
ὁλόρθοι γύρω στὸ βωμό. Κι ὁ μέγας ὁ Ὀδυσσέας
σηκώθη ἀπὸ τὸν ὕπνο του στὴ γῆς τὴν πατρική του,
καὶ μήτε τήνε γνώρισε, καιροὺς ξενιτεμένος·
190 Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
τὶ ἡ διογέννητη Ἀθηνᾶ μ' ἀχνὸ τὸν περεχοῦσε,
νὰ τὸν φυλάξη ἀγνώριστο, καὶ νὰ τὸν δασκαλέψη,
μὴν τόνε νιώση ἡ σύγκοιτη κι οἱ φίλοι κι οἱ πολῖτες,
πρὶν κάθε τους ἀδίκημα πλερώσουν οἱ μνηστῆρες.
Γιὰ δαῦτο καὶ τοῦ σφάνταζαν ἀλλιώτικα ὅλα γύρω,
195 ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
πέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν·
ᾤμωξέν τ᾽ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·
τὰ μονοπάτια τὰ μακριὰ, τὰ ὁλόκλειστα λιμάνια,
τὰ δέντρα τὰ ὁλοφούντωτα, κι οἱ βραχουριὲς παντοῦθε.
Πετιέται ἀπάνω, στέκεται, κοιτάζει τὴν πατρίδα,
καὶ τότε θλιβερὰ βογγάει, καὶ τὰ μεριὰ βαρώντας
μὲ τὶς παλάμες, κλαίγεται καὶ λέει μοιρολογώντας·
200 "ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
πλάζομαι; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
     “Ἀλλοίς μου, καὶ σὲ τί λογῆς ἀνθρώπων ἦρθα χώρα ;
νά 'ναι ἆραγες ἀσύστατοι κι ἀδικοπράχτες κι ἄγριοι,
ἢ νά 'χουνε φιλοξενιὰ καὶ θεοφοβιὰ στὸ νοῦ τους ;
Ποῦ φέρνω αὐτοὺς τοὺς θησαυρούς ; καὶ ποῦ πλανιέμαι ἀτός μου;
Μακάρι ἂς ἔμνησκαν αὐτοὶ στὴ χώρα τῶ Φαιάκων,
205 αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην, ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
νῦν δ᾽ οὔτ᾽ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
καὶ τότε σὲ ἄλλο βασιλιὰ θὰ πρόσφευγα μεγάλο,
ποὺ θὰ μὲ καλοδέχουνταν καὶ θὰ μὲ προβοδοῦσε.
Ποῦ τώρα νὰ τὰ θέσω αὐτὰ δὲν ξέρω, μήτε πάλε
τ' ἀφήνω ἐδῶ, μὴν ἔρθουνε καὶ μοῦ τ' ἁρπάξουν ἄλλοι.
Ἀλλοίς μου, σὲ ὅλα γνωστικοὶ δὲν ἤτανε καὶ δίκιοι
210 ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ᾽ ἔφαντο
ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ᾽ ἐτέλεσσαν.
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
οἱ ἀφεντάδες κι οἱ προεστοὶ τῶ Φαιάκων, τὶ μὲ φέραν
σὲ ξένη γῆς· μοῦ κρένανε πὼς τάχα θὰ μὲ πᾶνε
στὸ Θιάκι μου τὸ ξάστερο, καὶ δὲ μοῦ τὸ τελέσαν.
Ὁ Δίας ὁ συνακουστὴς γι' αὐτὸ νὰ τοὺς πλερώση,
ποὺ ὅλους θωρεῖ ἀποπάνωθε, καὶ τοὺς κακοὺς παιδεύει.
215 ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες."
Μὰ τώρα ἂς πάω, τοὺς θησαυροὺς νὰ δῶ καὶ νὰ μετρήσω,
μὴν πῆραν κάτι φεύγοντας μὲ τὸ γοργὸ καράβι.”
"ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
τῶν μὲν ἄρ᾽ τι πόθει· ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν
     Σὰν εἶπε αὐτά, τοὺς τρίποδες μετροῦσε τοὺς πανώριους,
καὶ τὰ λεβέτια, τὰ σκουτιά, καὶ τὸ λαμπρὸ χρυσάφι,
καὶ τίποτες δὲν τοῦ 'λειπε· μὰ ἔκλαιγε γιὰ τὴ γῆς του,
220 ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
πόλλ᾽ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην·
καὶ πικραναστενάζοντας σερνότανε στὴν ἄκρη
τοῦ πολυτάραχου γιαλοῦ. Κι ἦρθε ἡ Ἀθηνᾶ σιμά του,
μοιάζοντας νέο πιστικὸ ποὺ πρόβατα φυλάγει,
περίσσια τρυφερόκορμο, καὶ σὰ βασιλοπαίδι.
Εἶχε διπλὴ στὸν ὦμο της καλόφτιαση φλοκάτα,
225 ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε, χερσὶ δ᾽ ἄκοντα.
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
στὰ ὡραῖα πόδια σάνταλα, στὰ χέρια της κοντάρι,
Ἅμα τὴν εἶδε χάρηκε καὶ ζύγωσε ὁ Δυσσέας,
καὶ φώναξέ την, κι εἶπε της μὲ λόγια φτερωμένα·
"ὦ φίλ᾽, ἐπεί σε πρῶτα κιχάνω τῷδ᾽ ἐνὶ χώρῳ,
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
     “Φίλε, ποὺ πρῶτος ἔλαχες σ' αὐτὴ τὴ χώρα ὀμπρός μου,
γειά σου, καὶ μὴ μοῦ φέρνεσαι κακόγνωμα· μόν' σῶσε
230 ἀλλὰ σάω μὲν ταῦτα, σάω δ᾽ ἐμέ· σοὶ γὰρ ἐγώ γε
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ᾽ ἱκάνω.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·
τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
κι ἐτοῦτα ἐδῶ κι ἐμένανε· τὶ σὰ θεό μου ἐσένα
κοιτώντας καὶ δοξάζοντας στὰ γόνατά σου πέφτω.
Καὶ τοῦτο τώρα ξήγα μου μὲ ἀλήθεια, νὰ τὸ ξέρω·
Ποιά γῆ 'ναι αὐτή, καὶ ποιός λαός; τί ἀνθρῶποι ἐδῶ γεννιοῦνται;
νά 'ναι νησάκι ξάστερο κι αὐτό, γιά μήπως ἄκρη
235 κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;" τῆς καρπερῆς εἶναι στεριᾶς πρὸς τὸ γιαλὸ ἁπλωμένη ; ”
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
"νήπιός εἰς, ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας,
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
     Τότε γυρνᾶ καὶ τοῦ μιλᾶ ἡ θεὰ ἡ γαλανομάτα·
“Γιά κούφιος εἶσαι, ὦ ξένε μου, γιὰ ἀπὸ μακριὰ μᾶς ἦρθες,
καὶ μὲ ρωτᾶς γι' αὐτὴ τὴ γῆς. Δὲν εἶναι δὰ καὶ τόσο
στὸν κόσμο ἀγνώριστη· πολλοὶ τὴν ξέρουν κι ὅσοι ζοῦνε
240 ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.
ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
πρὸς τοῦ ἥλιου τὴν ἀνατολή, κι ὅσοι στὰ μέρη ζοῦνε
ποὺ πέφτουν καταπίσωθε πρὸς τ' ἀχνερὰ σκοτάδια.
Δὲν εἶναι γῆς γιὰ ἀλόγατα, παρὰ γεμάτη πέτρα·
μὰ πάλε μήτε γῆς φτωχή, κι ἁπλόχωρη ἂς μὴν εἶναι.
Στάρι περίσσιο καὶ κρασὶ καλὸ μᾶς δίνει ὁ τόπος,
245 γίγνεται· αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση·
αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
παντοίη, ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
τῷ τοι, ξεῖν᾽, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,
τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης."
τὶ πάντα πέφτει ἐδῶ βροχὴ καὶ μᾶς δροσαίνουν πάχνες·
γίδια καὶ βόδια βρίσκουνε καλὴ βοσκὴ ἐδῶ πέρα,
μὰ καὶ τὰ δέντρα μὲ νερὰ ποτίζουνται περίσσια.
Κι ἔτσι τὸ Θιάκι ἀκούστηκε κι ὡς τὴν Τρωάδα ἀκόμα,
ποὺ λένε ἀπ' τὴν Ἀχαϊκὴ τὴ γῆς μακριὰ πὼς εἶναι.”
250 "ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὐδ᾽ ὅ γ᾽ ἀληθέα εἶπε, πάλιν δ᾽ ὅ γε λάζετο μῦθον,
     Αὐτὰ εἶπε, κι ἀναγάλλιασε ὁ μέγας ὁ Ὀδυσσέας,
βλέποντας πὼς ὁ τόπος του ἦταν ἡ γῆς ἐκείνη,
ἀπ' ὅσα τοῦ φανέρωσε τοῦ Δία ἡ θυγατέρα.
Καὶ φώναξε την κι εἶπε της μὲ λόγια φτερωμένα,
ἀλήθεια ὅμως δὲν ἔλεγε, παρὰ τὸ λόγο γύρνα,
255 αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· πάντα μεγάλες πονηριὲς στὸ νοῦ του μελετώντας·
"πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
τηλοῦ ὑπὲρ πόντου· νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸς
χρήμασι σὺν τοίσδεσσι· λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦτα
φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
     “ Καὶ στὴν ἁπλόχωρη ἄκουγα τὴν Κρήτη γιὰ τὸ Θιάκι,
πέρ' ἀπ' τὰ πέλαγα· κι ἐγὼ τώρα ἔρχουμαι ἀπατός μου,
μ' αὐτοὺς ἐδῶ τοὺς θησαυρούς· στὰ τέκνα μου ἄλλα τόσα
ἀφῆκα, σάνε σκότωσα τὸ γιὸ τοῦ Ἰδομενέα,
260 Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
Τρωϊάδος, τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῷ,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
τὸ γοργοπόδη Ὀρσίλοχο, καὶ ξέφυγα ἀποκεῖθε.
Κάθε ἄντρα σιταρόθρεφτο στὸ τρέξιμο νικοῦσε
στὴν Κρήτη αὐτός· μὰ θέλησε τὰ τρωαδίτικα ὅλα
νὰ μοῦ κρατήση λάφυρα, ποὺ ἐγώ 'παθα γιὰ δαῦτα,
καὶ σὲ πολέμους ἀντρικοὺς καὶ στ' ἄγρια τὰ πελάγη,
265 οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
δήμῳ ἔνι Τρώων, ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν, οὐδέ τις ἡμέας
τὶ τοῦ γονιοῦ του ἀκόλουθος δὲν ἔστεργα νὰ γίνω
στὴν Τροία, παρὰ μαχόμουν μ' ἄλλους δικούς μου πρῶτος.
Σιμὰ στὸ δρόμο τοῦ 'στησα μὲ φίλο μου καρτέρι,
κι ἀπ' τὰ χωράφια ἐρχάμενο τὸν πῆρα μὲ κοντάρι.
Ἤτανε νύχτα σκοτερὴ στὰ οὐράνια, καὶ κανένας
270 ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
δὲν ἔνιωσε, μόνε κρυφὰ τοῦ πῆρα τὴν ψυχή του.
Καὶ σὰν τόνε θανάτωσα μὲ σουβλερὸ κοντάρι,
πῆγα σὲ πλοῖο σὲ Φοίνικες ἀρχόντους νὰ προσπέσω,
καὶ δῶρα ἀκριβοπόθητα τοὺς ἔδινα ζητώντας
μαζί τους νὰ μὲ πάρουνε στὴν Πύλο νὰ μ' ἀφήσουν,
275 ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
ἀλλ᾽ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
πόλλ᾽ ἀεκαζομένους, οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.
κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
σπουδῇ δ᾽ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
ἢ στὴν ἱερὴ τὴν Ἤλιδα ποὺ Ἐπειῶτες τὴν ὁρίζουν.
Ὅμως τοῦ ἀνέμου ἡ δύναμη τοὺς ἔσπρωχνε ἀποκεῖθε
χωρὶς νὰ θέν· δὲ ζήταγαν αὐτοὶ νὰ μὲ γελάσουν.
Καὶ τότες παραδέρνοντας φτάσαμ' ἐδῶ τὴ νύχτα,
καὶ στὸ λιμένα μπήκαμε βαρὺ κουπὶ τραβώντας.
280 δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
Δὲ συλλογιόμασταν φαΐ, κι ἂς εἴχαμέ του ἀνάγκη·
μόνε ἀπ' τὸ πλοῖο βγήκαμε κι αὐτοῦ πλαγιάσαμε ὅλοι.
Στ' ἀποσταμένο μου κορμὶ γλυκὸς κατέβηκε ὕπνος,
κι ἐκεῖνοι τότες ἔβγαλαν τὰ πράματα ἀπ' τὸ πλοῖο,
κι ἀπάνω ἐδῶ στὴν ἀμμουδιὰ ποὺ κοίτομουν τὰ θέσαν.
285 οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
ᾤχοντ᾽· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ."
Κατόπι στὴν ὡριόχτιστη κινῆσαν Σιδονία,
κι ἔμεινα ἐγὼ μονάχος μου μὲ τὴν καρδιὰ θλιμμένη.”
ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
χειρί τέ μιν κατέρεξε· δέμας δ᾽ ἤϊκτο γυναικὶ
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
     Εἶπε, καὶ χαμογέλασε ἡ θεὰ ἡ γαλανομάτα,
κι ἁπλώνοντας το χέρι της τὸν χάδεψε, καὶ φάνη
σὰ δέσποινα ὥρια καὶ τρανὴ σ' ἔργα λαμπρὰ πιδέξια.
290 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα· Καὶ φώναξέ τον κι εἶπε του μὲ λόγια φτερωμένα·
"κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ᾽, οὐκ ἄρ᾽ ἔμελλες,
οὐδ᾽ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
     “Μαριόλος καὶ παμπόνηρος θά 'ναι ὅποιος σὲ περάση
σὲ κάθε ἀπάτη, μὰ καὶ θεὸς ἂν τύχη νά 'ναι ἀκόμα.
Σκληρὲ καὶ μυριοσόφιστε κι ἀχόρταγε στοὺς δόλους,
ὡς καὶ στὴ γῆς σου σὰ βρεθῆς δὲν τὸ ἀστοχᾶς τὸ ψέμα,
295 μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
ἀλλ᾽ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
κέρδε᾽, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων
βουλῇ καὶ μύθοισιν, ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι
μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ᾽ ἔγνως
μήτε τὰ λόγια τὰ πλαστά, ποὺ ἀρχῆθες τ' ἀγαποῦσες.
Μὰ τώρα αὐτὰ ἂς τ' ἀφήσουμε· σοφοὶ εἴμαστε κι οἱ δυό μας,
πρῶτος κι ἐσὺ μὲς στοὺς θνητοὺς στὴ γνώση καὶ στὰ λόγια,
καὶ πάλε ἐγὼ μὲς στοὺς θεοὺς γιὰ νοῦ καὶ γιὰ ξυπνάδα
εἶμ' ἀκουσμένη. Τοῦ Διὸς τὴν κόρη τὴν Παλλάδα,
300 Παλλάδ᾽ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
νῦν αὖ δεῦρ᾽ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
τὴν Ἀθηνᾶ δὲ γνώρισες ἐσὺ, ποὺ μερανύχτα
σοῦ παραστέκω, σ' ὅλα σου τὰ πάθια φύλακάς σου,
καὶ ποὺ ἔκαμα τοὺς Φαίακες νὰ σ' ἀγαπήσουν ὅλοι.
Καὶ τώρα ἀκόμα βγῆκα ἐδῶ, γιὰ νὰ συλλογιστοῦμε
πῶς νὰ σοῦ κρύψω τὰ καλὰ ποὺ οἱ Φαίακες σοῦ δῶκαν
305 ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
κήδε᾽ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
μηδέ τῳ ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,
πάντων, οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
καθὼς ὁ νοῦς μου τὰ ὅρισε, μαζί σου νὰ τὰ φέρης.
Μὰ νὰ σοῦ πῶ, καὶ τί δεινὰ στὸ σπιτικό σου ἡ μοῖρα
σοῦ φύλαξε· κι ἐσὺ καρδιὰ νὰ κάμης ν' ἁπομένης,
καὶ σὲ κανένα μὴν ξηγᾶς οὔτ' ἄντρα οὔτε γυναίκα,
πὼς ἀπ' τὰ ξένα γύρισες, παρὰ ὅσα κι ἂν παθαίνης
310 πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν." ἀπὸ κακόβουλους θνητούς, ἀμίλητα νὰ τά 'χης.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
καὶ μάλ᾽ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽, ὅτι μοι πάρος ἠπίη ἦσθα,
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος γυρίζει καὶ τῆς κρένει·
“Δύσκολα ὁ ἄνθρωπος, θεά, σὲ νιώθει ἂ σ' ἀγναντέψη,
ὅσο κι ἂν ξέρη· γιατὶ ἐσὺ λογῆς μοιασίδια παίρνεις.
Τοῦτο γνωρίζω ἐγὼ καλά, πὼς πρῶτα μοῦ ἤσουν φίλη,
315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
οὔ σέ γ᾽ ἔπειτα ἴδον, κούρη Διός, οὐδ᾽ ἐνόησα
νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
ὅσον καιρὸ μαχόμασταν οἱ Ἀχαιοὶ στὴν Τροία.
Μὰ ἀφότου ἐμεῖς κουρσέψαμε τὴ χώρα τοῦ Πριάμου,
καὶ στὰ καράβια μπήκαμε, κι ὁ θεὸς μᾶς σκόρπισε ὅλους,
δὲ σ' εἶδα μήτε σ' ἔνιωσα, διογέννητη, ἀπὸ τότες,
μὲς στὸ καράβι μου νὰ ρθῆς καὶ νὰ μὲ διαφεντέψης.
320 ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι--οὐ γὰρ ὀΐω
Παρὰ πλανιόμουν ἄπαυα μὲ τὴν καρδιὰ καμένη,
ὡσότου ἀπὸ τὰ βάσανα οἱ θεοὶ μὲ λευτερῶσαν,
κι ἐσὺ πιὰ μὲ τὰ λόγια σου στὴν πλούσια γῆ τῶ Φαιάκων
μὲ γκάρδιωνες, καὶ μ' ἔφερνες ἀτή σου μὲς στὴ χώρα.
Μὰ στοῦ γονιοῦ σου τ' ὄνομα παρακαλῶ σε τώρα,
325 ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν᾽ ἄλλην
γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
ταῦτ᾽ ἀγορευέμεναι, ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσῃς--
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω."
τὶ δὲν πιστεύω νά 'φτασα στὸ ξάστερο μου Θιάκι,
μόνε πλανιέμαι σ' ἄλλη γῆς, κι αὐτὰ θαρρῶ ποὺ μοῦ 'πες,
μὲ πονηριὰ μοῦ τά 'πλασες, τὸ νοῦ μου νὰ γελάσης·
λέγε μου, ἀλήθεια, βρίσκουμαι στὴν ποθητὴ πατρίδα ; ”
  τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·      Κι ἡ γαλανόματη Ἀθηνᾶ τοῦ ἀπολογήθη τότες·
330 "αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε·
“ Μὲ τέτοιες πάντα συλλογὲς τὸ νοῦ σου βασανίζεις·
γι' αὐτὸ κι ἐγὼ στὰ πάθια σου μονάχο δὲ σ' ἀφήνω,
πού 'σαι δὰ τόσο γνωστικός, καλὸς κι ἀνοιχτομάτης.
Ἂν ἦταν ἄλλος κι ἔρχονταν στὸν τόπο του ἀπ' τὰ ξένα,
θένα ' τρεχε, τὴ σύγκοιτη νὰ δῆ καὶ τὰ παιδιά του·
335 σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον, ἀλλ᾽ ἐνὶ θυμῷ
μὰ ἀκόμα ἐσὺ δὲ λαχταρεῖς νὰ μάθης καὶ ν' ἀκούσης,
μόν' πρῶτα τὴ γυναῖκα σου ζητᾶς νὰ δοκιμάσης,
ποὺ μὲς στὸν πύργο κάθεται καὶ τυραννιέται ἡ ἔρμη,
κι οἱ νύχτες της, κι οἱ μέρες της περνᾶνε μὲ τὰ δάκρυα.
Ποτὲς δὲν τὸ φοβόμουνα, μόν' τό 'χα ἐγὼ στὸ νοῦ μου,
340 ᾔδε᾽, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
πὼς πίσω θένα 'ρθῆς χωρὶς κανένα σύντροφό σου·
ὅμως στὸν Ποσειδώνα ἐγώ, στ' ἀδέρφι τοῦ γονιοῦ μου,
δὲν ἤθελα ν' ἀντισταθῶ, τὶ σοῦ ἦταν χολωμένος,
τὸ μάτι ἀφότου τύφλωσες τοῦ ἀγαπημένου γιοῦ του.
Τώρα τοὺς τόπους τοῦ Θιακιοῦ γιὰ νὰ πειστῆς σοῦ δείχνω.
345 Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
Νά, τοῦ παλιοῦ θαλασσινοῦ τοῦ Φόρκυνα ὁ λιμιώνας·
νά, κι ἡ μακρόφυλλη ἡ ἐλιὰ στοῦ λιμανιοῦ τὴν ἄκρη,
καὶ δίπλα της ἡ ἀχνόθαμπη σπηλιά, ἡ χαριτωμένη,
ἱερὸ λημέρι τῶν Νυφῶν ποὺ λέγουνται Ναϊαδες·
ἐκεῖ 'ναι καὶ τὸ θολωτὸ τὸ σπήλιο ποὺ σ' ἐκεῖνες
350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ."
πολλὲς ἐσὺ ἑκατοβοδιὲς καλόδεχτες τελοῦσες·
νά, καὶ τὸ Νήριτο βουνό, τ' ὁλόσκεπο ἀπὸ δάσια.”
ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα, εἴσατο δὲ χθών·
γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
     Εἶπε, καὶ σκόρπισε ὁ ἀχνός, καὶ φάνη ἡ γῆς τριγύρω·
τὴν εἶδε κι ἀναγάλλιασε ὁ πολύπαθος Δυσσέας,
καὶ χαίροντας σὰ φίλησε τὴ γῆς τὴν πλουτοδότρα,
355 αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών· στὶς Νύφες προσευκήθηκε σηκώνοντας τὰ χέρια·
"νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ᾽ ἐγώ γε
ὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην· νῦν δ᾽ εὐχωλῇς ἀγανῇσι
χαίρετ᾽· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
     “Ὦ Νύφες, κόρες τοῦ Διός, ν' ἀξιωθῶ σας πάλε
δὲν τό 'λπιζα· σᾶς χαιρετῶ μὲ τὶς γλυκειὲς εὐκές μου,
καὶ δῶρα θὰ σᾶς φέρνουμε σὰν πρῶτα ἐμεῖς περίσσια,
ἂν ἡ νικήτρια ἡ Ἀθηνᾶ, τοῦ Δία ἡ θυγατέρα,
360 αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ." ζωὴ μοῦ δώση, καὶ ἀντρειὰ στὸ γιὸ τὸν ἀκριβό μου. ”
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
"θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
     Κι ἡ γαλανόματη Ἀθηνᾶ τοῦ λάλησε καὶ τοῦ εἶπε·
“Θάρρος· γι' αὐτὰ ἂς μὴ νοιάζεται καθόλου τώρα ὁ νοῦς σου.
Μόν' ἔλα, καὶ τὰ πράματα στὰ βάθια τ' ὥριου σπήλιου
ἂς πᾶμε ν' ἀπιθώσουμε, κρυμμένα ἐκεῖ νὰ τά 'χης·
365 αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται." κατόπι συλλογιόμαστε τί 'ναι καλὸ νὰ γίνη. ”
ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
ἆσσον πάντ᾽ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
εἵματά τ᾽ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
     Εἶπε, καὶ μπῆκε ἡ θέαινα στὸ ἀχνόθαμπο τὸ σπήλιο,
γιὰ νά 'βρη τοὺς κρυψῶνας του· καὶ τότες ὁ Ὀδυσσέας
τῆς ἔφερε τὰ χρυσικὰ καὶ τὰ χαλκοστολίδια,
καὶ τὰ καλόφτιαστα σκουτιὰ ποὺ οἱ Φαίακες τοῦ χαρίσαν.
370 καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ᾽ ἐπέθηκε θύρῃσι
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
Κι ἀφοῦ καλὰ τ' ἀπίθωσε, βάζει τρανὸ λιθάρι
στοῦ σπήλιου τὸ ἔμπα ἡ Ἀθηνᾶ, τοῦ Δία ἡ θυγατέρα.
τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίης
φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
     Τότες καθίσαν στῆς ἱερῆς ἐλιᾶς τὴ ρίζα οἱ δυό τους,
νὰ δοῦν πὼς θὰ ξεκάμουνε τοὺς ἄτιμους μνηστῆρες.
Κι ἄρχισε πρώτη ἡ Ἀθηνᾶ, ἡ θεὰ ἡ γαλανομάτα·
375 "διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
     “ Διογέννητε τοῦ Λαέρτη γιέ, πολύτεχνε Ὀδυσσέα,
δὲς τώρα τοὺς ἀδιάντροπους μνηστῆρες πῶς θὰ σπάσης,
ποὺ τρία χρόνια κυβερνοῦν τὸν πύργο σου, ζητώντας
μὲ δῶρα ν' ἀποχτήσουνε τὸ ἰσόθεο σου ταίρι·
κι ἐκείνη, πάντα κλαίγοντας, ποὺ ἀκόμα νὰ γυρίσης,
380 πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ."
ἐλπίδες καὶ ταξίματα τοῦ καθενοῦ τους δίνει,
καὶ τοὺς μηνάει μηνύματα, κι ἂς κλώθη ὁ νοῦς της ἄλλα.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος γύρισε καὶ τῆς εἶπε·
“Ἀλλοί, μὲ τοῦ Ἀγαμέμνονα τοῦ γιοῦ τοῦ Ἀτρέα τὴ μοῖρα,
θάνατο θά 'βρισκα κακὸ κι ἐγὼ μὲς στὸ παλάτι,
385 εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
ἂν ὅλα δὲ μοῦ τά 'λεγες καθάρια ἐσὺ, ὦ θεά μου.
Καὶ τώρα ὁρμήνεψέ με πῶς νὰ πάω νὰ τοὺς παιδέψω·
ἀτή σου στέκου πλάγι μου καὶ δίνε μου ἀντρειοσύνη,
σὰν τότες ποὺ χαλνούσαμε τὰ ὥρια πυργιὰ τῆς Τροίας.
Ἂν ἔτσι μοῦ παράστεκες λαμπρή, ὦ γαλανομάτα,
390 καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις."
καὶ μὲ τρακόσους θά 'βγαινα νὰ χτυπηθῶ νομάτους
σιμά σου, τὶ τὴν πρόθυμη διαφέντεψη σου θά 'χα.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
"καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν᾽ ὀΐω
     Κι ἡ γαλανόματη θεὰ τοῦ ἀπολογήθη τότες·
“Σιμά σου θά 'μαι, καὶ πολὺ, καὶ δὲ θὰ σ' ἀστοχήσω
σὰν ἔρθη ἡ ὥρα· καὶ θαρρῶ πολλοὶ ἀπὸ τοὺς μνηστῆρες
395 αἵματί τ᾽ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
ποὺ τώρα κατατρώγουνε τὸ βιός σου θὰ σκορπίσουν
καὶ τὸ αἷμα τους καὶ τὰ μυαλὰ τότε στὸ χῶμα ἀπάνω.
Μὰ πρῶτα πρέπει ἀγνώριστο στοὺς ἄλλους νὰ σὲ κάνω·
θὰ σοῦ ζαρώσω τ' ὄμορφο καὶ λυγερὸ κορμί σου,
θὰ σοῦ ἀφανίσω τὰ ξανθὰ μαλλιὰ τῆς κεφαλῆς σου,
400 ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
σῇ τ᾽ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
καὶ θὰ ντυθῆς παλιόρουχο, νὰ σὲ σιχαίνουνται ὅλοι·
τὰ μάτια σου τὰ λαμπερά, θαμπὰ θὰ σοῦ τὰ κάνω,
ποὺ τιποτένιος νὰ φανῆς καὶ στοὺς μνηστῆρες ὅλους,
καὶ στὴ γυναίκα καὶ στὸ γιὸ ποὺ μὲς στὸ σπίτι ἀφῆκες.
Καὶ πρῶτα τὸ χοιροβοσκὸ πήγαινε ν' ἀνταμώσης,
405 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
ποὺ νοιάζεται τοὺς χοίρους σου, καὶ σὲ πονεῖ ἡ καρδιά του,
μὰ καὶ τὸ γιόκα σου ἀγαπᾶ, καὶ τὸ χρυσό σου ταίρι.
Σιμὰ στὰ ζῶα θὰ κάθεται, ποὺ βόσκουνε στὴν πέτρα
τοῦ Κόρακα, ποὺ εἶναι κοντὰ κι ἡ Ἀρέθουσα ἡ βρυσούλα.
Τρῶν βαλανίδια νόστιμα, κι ἀχνὸ νεράκι πίνουν,
410 πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
καὶ καλοθρέφουνται μ' αὐτὰ καὶ πλήθιο πάχος πιάνουν.
Ἐκεῖ μαζί του κάθισε καὶ ρώτηξε τον ὅλα,
ὥσπου στὴν καλογύναικη νὰ πάω ἐγὼ τὴ Σπάρτη,
τὸ γιό σου τὸν Τηλέμαχο, Ὀδυσσέα μου, νὰ φωνάξω·
αὐτὸς στὴ Λακεδαίμονα, τοῦ Μενελάου τὴ χώρα,
415 ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ᾽ εἴης." πῆγε νὰ μάθη ἂν τάχα ζῆς κι ἀκούγεσαι στὸν κόσμο.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
πόντον ἐπ᾽ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;"
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος ἀπολογήθη κι εἶπε·
“Τί δὲν τοῦ τό 'λεγες ἐσὺ, ποὺ ὅλα .τὰ ξέρει ὁ νοῦς σου ;
ἢ τάχα μὲς στὰ πέλαγα κι αὐτὸς γιὰ νὰ πλανιέται
μὲ βάσανα, καὶ νὰ τοῦ τρῶν οἱ ἄλλοι τὰ καλά του ; ”
420 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
"μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
κεῖσ᾽ ἐλθών· ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον, ἀλλὰ ἕκηλος
ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ᾽ ἄσπετα κεῖται.
     Κι ἡ γαλανόματη θεὰ τοῦ ἀπολογήθη τότες·
“ Γι' αὐτὸν μὴν πολυνοιάζεσαι· ἐγὼ τὸν ὁδηγοῦσα
ποὺ τ' ὄνομά του ν' ἀκουστῆ πηγαίνοντας κεῖ κάτω.
Βάσανα αὐτὸς δὲν ἔχει ἐκεῖ, μόν' κάθεται στοὺς πύργους
τοῦ γιοῦ τοῦ Ἀτρέα, καὶ χαίρεται τ' ἀρίφνητα καλά του.
425 ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
ἀλλὰ τά γ᾽ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν."
Μὲ μαῦρο πλοῖο οἱ ἄγουροι κι ἂν τοῦ 'στησαν καρτέρι,
τὸ χαλασμό του θέλοντας στὸ Θιάκι πρὶ γυρίση,
δὲν τὸ φοβᾶμαι αὐτό· θαρρῶ πὼς κάμποσους μνηστῆρες
θὰ φάη ἡ γῆς, ποὺ σήμερα τὸ βιός σου καταλοῦνε.”
  ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.      Αὐτὰ σὰν εἶπε, μὲ ραβδὶ τὸν ἄγγιξε ἡ Παλλάδα,
430 κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε·
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
καὶ ζάρωσε τὸ λυγερὸ καὶ τ' ὄμορφο κορμί του,
καὶ τὰ ξανθά του ἀφάνισε μαλλιὰ τῆς κεφαλῆς του,
καὶ σκέπασε μὲ γέρικο πετσὶ τὰ μέλη του ὅλα·
τὰ δυό του μάτια θάμπωσε ποὺ πρῶτα ἀστραποφέγγαν,
καὶ μ' ἄσκημα παλιόρουχα τοῦ 'ντυσε τὸ κορμί του,
435 ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,
ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
κουρελιασμένα καὶ λερὰ καὶ μαῦρα ἀπὸ καπνίλα,
μ' ἀπάνω λάφινη προβιὰ μακριὰ καὶ μαδημένη·
τοῦ δίνει καὶ ραβδὶ χοντρό, κι ἕναν τορβὰ στὸν ὦμο
σκισμένο καὶ μὲ πρόστυχο σκοινὶ γιὰ κρεμαστήρι.
  τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα      Αὐτὰ εἶπαν, καὶ χωρίστηκαν κι ἐκείνη πῆγε νά 'βρη
440 ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος. στὴ θεία τὴ Λακεδαίμονα τ' ἀγόρι τοῦ Ὀδυσσέα.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001